Book Read Free

Complete Works of Pindar

Page 40

by Pindar


  ΘΗΒΑΙΟΙΣ

  fr. 110

  γλυκὺ δὲ πόλεμος ἀπείροισιν, ἐμπείρων δέ τις

  ταρβεῖ προσιόντα νιν καρδίᾳ περισσῶς

  * * *

  fr. 109

  τὸ κοινόν τις ἀστῶν ἐν εὐδίᾳ

  τιθεὶς ἐρευνασάτω μεγαλάνορος Ἡσυχίας

  τὸ φαιδρὸν φάος,

  στάσιν ἀπὸ πραπίδος ἐπίκοτον ἀνελών,

  πενίας δότειραν, ἐχθρὰν κουροτρόφον

  fr. 111

  ἐνέπισε κεκραμέν’ ἐν αἵματι, πολλὰ

  δ’ ἕλκε’ ἔμβαλλε].νωμῶν τραχὺ ῥόπαλον,

  τέλος δ’ ἀείραις πρὸς στιβαρὰς ἐπάραξε

  πλευράς,αἰὼν δὲ δι’ ὀστέων ἐρραίσθη

  [].’ αιμαπολ̣[

  [ ]δ’ ἐγκεφαλ.[

  []δε θυγατερ.[

  [ ]ντις ἰδὼν δ[

  ...

  fr. 111a

  ...

  []ηρ

  [].ριπτομεν.[

  [ ].ὅτ’ ἦσαν

  []κορυφαί

  [].εν̣δον̣..[

  [].οιδ’ ὅ̣τ̣’ ἐστρα[τευ...

  []ἄωτος ἡρώω̣[ν

  []ντες ὀβρ[

  [].οσε[

  ...

  ΛΑΚΕΔΑΙΜΟΝΙΟΙΣ

  fr. 112

  Λάκαινα μὲν παρθένων ἀγέλα

  fr. 113

  Ὁμόλα vel Ὁμολώϊα

  ΕΓΚΩΜΙΑ ΘΗΡΩΝΙ ΑΚΡΑΓΑΝΤΙΝΩΙ

  fr. 118

  Βούλομαι παίδεσσιν Ἑλλάνων ....

  * * *

  fr. 119

  ἂν δὲ Ῥόδον κατῴκισθεν ...,

  ἔνθεν δ’ ἀφορμαθέντες, ὑψηλὰν πόλιν ἀμφινέμονται,

  πλεῖστα μὲν δῶρ’ ἀθανάτοις ἀνέχοντες,

  ἕσπετο δ’ αἰενάου πλούτου νέφος.

  ΑΛΕΞΑΝΔΡΩΙ ΑΜΥΝΤΑ

  fr. 120

  Ὀλβίων ὁμώνυμε Δαρδανιδᾶν,

  παῖ θρασύμηδες Ἀμύντα

  * * *

  fr. 121

  ... πρέπει δ’ ἐσλοῖσιν ὑμνεῖσθαι ...

  ...καλλίσταις ἀοιδαῖς.

  τοῦτο γὰρ ἀθανάτοις τιμαῖς ποτιψαύει μόνον {ῥηθέν},

  θνᾴσκει δὲ σιγαθὲν καλὸν ἔργον ‹˘¯›

  ΞΕΝΟΦΩΝΤΙ ΚΟΡΙΝΘΙΩΙ

  fr. 122

  Α΄ Πολύξεναι νεάνιδες, ἀμφίπολοι

  Πειθοῦς ἐν ἀφνειῷ Κορίνθῳ,

  αἵ τε τᾶς χλωρᾶς λιβάνου ξανθὰ δάκρη

  θυμιᾶτε, πολλάκι ματέρ’ ἐρώτων

  οὐρανίαν πτάμεναι

  νοήματι πρὸς Ἀφροδίταν,

  Β΄ ὑμῖν ἄνευθ’ ἐπαγορίας ἔπορεν,

  ὦ παῖδες, ἐρατειναῖς ‹ἐν› εὐναῖς

  μαλθακᾶς ὥρας ἀπὸ καρπὸν δρέπεσθαι.

  σὺν δ’ ἀνάγκᾳ πὰν καλόν ...

  * * *

  (Γ΄) ἀλλὰ θαυμάζω, τί με λέξοντι Ἰσθμοῦ

  δεσπόται τοιάνδε μελίφρονος ἀρχὰν

  εὑρόμενον σκολίου

  ξυνάορον ξυναῖς γυναιξίν.

  (Δ΄) διδάξαμεν χρυσὸν καθαρᾷ βασάνῳ

  * * *

  ὦ Κύπρου δέσποινα, τεὸν δεῦτ’ ἐς ἄλσος

  φορβάδων κορᾶν ἀγέλαν ἑκατόγγυι-

  ον Ξενοφῶν τελέαις

  ἐπάγαγ’ εὐχωλαῖς ἰανθείς.

  ΘΕΟΞΕΝΩΙ ΤΕΝΕΔΙΩΙ

  fr. 123

  Χρῆν μὲν κατὰ καιρὸν ἐρώ-

  των δρέπεσθαι, θυμέ, σὺν ἁλικίᾳ·

  τὰς δὲ Θεοξένου ἀκτῖνας πρὸς ὄσσων

  μαρμαρυζοίσας δρακείς

  ὃς μὴ πόθῳ κυμαίνεται, ἐξ ἀδάμαντος

  ἢ σιδάρου κεχάλκευται μέλαιναν καρδίαν

  ψυχρᾷ φλογί, πρὸς δ’ Ἀφροδί-

  τας ἀτιμασθεὶς ἑλικογλεφάρου

  ἢ περὶ χρήμασι μοχθίζει βιαίως

  ἢ γυναικείῳ θράσει

  10 ψυχρὰν†φορεῖται πᾶσαν ὁδὸν θεραπεύων.

  ἀλλ’ ἐγὼ τᾶς ἕκατι κηρὸς ὣς δαχθεὶς ἕλᾳ

  ἱρᾶν μελισσᾶν τάκομαι, εὖτ’ ἂν ἴδω

  παίδων νεόγυιον ἐς ἥβαν·

  ἐν δ’ ἄρα καὶ Τενέδῳ

  Πειθώ τ’ ἔναιεν καὶ Χάρις

  15 υἱὸν Ἁγησίλα.

  ΘΡΑΣΥΒΟΥΛΩΙ ΑΚΡΑΓΑΝΤΙΝΩΙ

  fr. 124a-B

  Α΄ Ὦ Θρασύβουλ’, ἐρατᾶν ὄχημ’ ἀοιδᾶν

  τοῦτό ‹τοι› πέμπω μεταδόρπιον. ἐν ξυνῷ κεν εἴη

  συμπόταισίν τε γλυκερὸν καὶ Διωνύσοιο καρπῷ

  Β΄ καὶ κυλίκεσσιν Ἀθαναίαισι κέντρον·

  5 ἁνίκ’ ἀνθρώπων καματώδεες οἴχονται μέριμναι

  στηθέων ἔξω· πελάγει δ’ ἐν πολυχρύσοιο πλούτου

  Γ΄ πάντες ἴσᾳ νέομεν ψευδῆ πρὸς ἀκτάν·

  ὃς μὲν ἀχρήμων, ἀφνεὸς τότε, τοὶ δ’ αὖ πλουτέοντες

  * * *

  Δ΄ ‹¯› ἀέξονται φρένας ἀμπελίνοις τόξοις δαμέντες

  fr. 124c

  δείπνου δὲ λήγοντος γλυκὺ τρωγάλιον

  καίπερ πεδ’ ἄφθονον βοράν

  ΙΕΡΩΝΙ ΣΥΡΑΚΟΥΣΙΩΙ

  fr. 124d

  βαρβι[τί]ξ̣αι θυμὸν ἀμβλὺν ὄντα καὶ φωνὰν ἐν οἴνῳ

  fr. 125

  τόν ῥα Τέρπανδρός ποθ’ ὁ Λέσβιος εὗρεν

  πρῶτος, ἐν δείπνοισι Λυδῶν

  ψαλμὸν ἀντίφθογγον ὑψηλᾶς ἀκούων πακτίδος

  * * *

  fr. 126

  μηδ’ ἀμαύρου τέρψιν ἐν βίῳ· πολύ τοι

  φέριστον ἀνδρὶ τερπνὸς αἰών.

  fr. 127

  Εἴη καὶ ἐρᾶν καὶ ἔρωτι

  χαρίζεσθαι κατὰ καιρόν·

  μὴ πρεσβυτέραν ἀριθμοῦ

  δίωκε, θυμέ, πρᾶξιν.

  fr. 128

  χάριτάς τ’ Ἀφροδισίων ἐρώτων,

  ὄφρα σὺν Χειμάρῳ μεθύων Ἀγαθωνίδᾳ

  βάλω κότταβον

  ΘΡΗΝΟΙ

  fr. 128a

  .[

  .[

  .[

  ω[ ]
α̣λμ̣[

  5 .[]αῖ.[

  χ̣[]ρ̣.[]τ̣α.[

  ..ρυ[..]ωσ[

  ἴυγγα τ[ρ]ο̣χο̣[

  γνωτὸν φ.[

  fr. 128b

  Θ̣ρασυδα[ι

  ευθρονωι̣[

  οὐκ ἂν παρ̣[

  ὑμετεραι κ[

  5 νῦν δεδ[

  ταυτ[.].αρ.[

  γλυ[κ]υπ̣ι̣κ̣.[

  []̣

  ...

  desunt vv. 5 antistrophae, init. epodi

  ...

  ο̣.[

  εσ[

  α[

  σ̣ασθα̣[

  οξ̣υλ̣[

  μεί[

  δαυ[

  fr. 128c

  Ἔντι μὲν χρυσαλακάτου τεκέων Λατοῦς ἀοιδαί

  ὥ[ρ]ιαι παιάνιδες· ἐντὶ [δὲ καί]

  θάλλοντος ἐκ κισσοῦ στεφάνων {ἐκ} Διο[νύσου

  .[ ... ... .μ]αιόμεναι· τὸ δὲ κ̣ο̣ι̣[..]αν

  τ̣ρεῖς [desunt ca. 15ll.] σ̣ώ̣μ̣α̣τ̣’ ἀποφθιμένων·

  ἁ μὲν ἀχέταν Λίνον αἴλινον ὕμνει,

  ἁ δ’ Ὑμέναιον, ‹ὃν› ἐν γάμοισι χροϊζόμενον

  [Μοῖρα] σύμπρωτον λάβεν,

  ἐσχάτοις ὕμνοισιν· ἁ δ’ Ἰάλεμον ὠμοβόλῳ

  10 νούσῳ {ὅτι} πεδαθέντα σθένος·

  υἱὸν Οἰάγρου ‹δὲ›

  Ὀρφέα χρυσάορα

  fr. 128da

  ...

  []α̣[].[].[

  [Ἰ]νὼ δ’ ἐκ πυ[ρ

  [ἁρπά]ξαισα̣ [παῖδ’ ἔρ]ρ{ε}ιψεν ε.[

  [ ]ἀγλαοκ[όλπου] Δ̣ωρίδος

  5 [ πε]ντήκο[ντα κο]ύραις

  [ ]λ̣ελευθ[....]ν̣εων καια̣[

  [ ]ε̣ρθενε[....]νθησεμεν̣[

  []ας· ἄλλο[τε δ’ ἀλ]λοῖαι περι

  []εκαιαν̣[...ἀν]θ̣ρωπο̣ισ[

  10 [ἀ]θαν̣[ά]τ̣αισι πρ[

  [ ]ς ἱκν̣ε̣ῖ̣ται οἰκο[

  []ν· πατ̣[ρ]ῶι’ ἐπε̣ὶ

  [ ]ν πολλο̣ῖς ἀκ̣[ο]ῦσαι·

  [ ]ισσαι τε φιλοφ[ρ]ο̣σύναι

  15 [ἑ]ο̣ρταὶ ἔμπεδο̣[ν]

  [ ]ν ὀρθαι τε̣ β[ουλ]α̣ι τοῦτον.[

  [ ].ι̣ παλαιὸν [..] τοκεῦσιν̣[

  [ ]κράνας ο̣[ὐ π]ρ̣ολε̣ί̣πει̣[

  [ ὕ]δωρ· τότε . [Εὐ]β̣οίας επ[

  20 [ ]

  ...

  fr. 128db

  ...

  [].ελήτ̣..[

  [ ]ν γένοσ.[

  []τεματ[

  [ γ]λ̣υκὺν υ[

  fr. 128ea

  ...

  ....]πολε[

  ὄ]ρθιον ἰάλεμ[ον

  κελαδήσατ

  ..]μμιαθα.[

  5 ....]καθ’ ἁλικίαν[

  ....]ραν κατεχε[

  ....].τε νιν ποθ̣[

  .....]ε[]ν̣οντω[

  ....].ν Ἀλευαδαν[

  10 ....].α θανοντο[

  ...

  fr. 128eb

  ...

  []..[

  [ ]μφιτ[

  [ ..]..ενδεν̣[

  [ ...]πεταλο.[

  5 [ ..]κ̣αι τι πατ[

  [ ὄ]ρ̣θιον ἰάλεμ[ον

  []κ̣ελαδήσατ.[

  [ .].μμιαθα.[

  [ ].[

  ...

  fr. 128ec

  ...

  ]κ̣αι τωνο̣[

  ]π̣οτμοσ[

  ]αἰνοπα[θ

  ]α̣μεν μ[

  .]δ’ ἁλινα[

  .]λειται.[

  ]Λ̣ευκοθ[εα

  ].ικέαδ.[

  ].ευσειτ̣[

  ...

  fr. 128f

  ...

  [ ]ομμ[

  [ ]τωνε[

  []αρ̣[]τευοντι̣[

  []κλειτα.[

  [ ]και Καστ[

  []αιαιαν[

  [ὁ δὲ χλωραῖς

  [οἴχεται Καινεὺς

  fr. 129

  τοῖσι λάμπει μὲν μένος ἀελίου

  τὰν ἐνθάδε νύκτα κάτω,

  φοινικορόδοις ‹δ’› ἐνὶ λειμώνεσσι προάστιον αὐτῶν

  καὶ λιβάνων σκιαρᾶν ‹ ›

  5 καὶ χρυσοκάρποισιν βέβριθε ‹δενδρέοις›

  καὶ τοὶ μὲν ἵπποις γυμνασίοισι ‹τε¯¯›

  τοὶ δὲ πεσσοῖς

  τοὶ δὲ φορμίγγεσσι τέρπονται, παρὰ δέ σφισιν

  εὐανθὴς ἅπας τέθαλεν ὄλβος·

  10 ὀδμὰ δ’ ἐρατὸν κατὰ χῶρον κίδναται

  αἰεὶ..θύματα μειγνύντων πυρὶ τηλεφανεῖ

  ‹παντοῖα θεῶν ἐπὶ βωμοῖς›

  [ ]ε̣οι μοῖρ’ ἔνθα.[

  [ ]δώροις βουθυ[

  15 [ ]φ̣αν ἄλοχόν [

  []αν·

  []π̣ρ̣ὸς [Ὄ]λυμπον [

  ...

  fr. 131a

  ὄλβιοι δ’ ἅπαντες αἴσᾳ λυσιπόνων τελετᾶν.

  fr. 130

  ἔνθεν τὸν ἄπειρον ἐρεύγονται σκότον

  βληχροὶ δνοφερᾶς νυκτὸς ποταμοὶ

  fr. 131b

  σῶμα μὲν πάντων ἕπεται θανάτῳ περισθενεῖ,

  ζωὸν δ’ ἔτι λείπεται αἰῶνος εἴδω-

  λον· τὸ γάρ ἐστι μόνον

  ἐκ θεῶν· εὕδει δὲ πρασσόντων μελέων, ἀτὰρ εὑ-

  5 δόντεσσιν ἐν πολλοῖς ὀνείροις

  δείκνυσι τερπνῶν ἐφέρποισαν χαλεπῶν τε κρίσιν.

  fr. 133

  οἷσι δὲ Φερσεφόνα ποινὰν παλαιοῦ πένθεος

  δέξεται, ἐς τὸν ὕπερθεν ἅλιον κείνων ἐνάτῳ ἔτεϊ

  ἀνδιδοῖ ψυχὰς πάλιν, ἐκ τᾶν βασιλῆες ἀγαυοί

  καὶ σθένει κραιπνοὶ σοφίᾳ τε μέγιστοι

  ἄνδρες αὔξοντ’· ἐς δὲ τὸν λοιπὸν χρόνον ἥροες ἁ-

  γνοὶ πρὸς ἀνθρώπων καλέονται

  fr. 134

  εὐδαιμόνων δραπέτας οὐκ ἔστιν ὄλβος

  fr. 135

  πέφνε δὲ τρεῖς καὶ δέκ’ ἄνδρας·

  τετράτῳ δ’ αὐτὸς πεδάθη·

  fr. 136

  ἄστρα τε καὶ ποταμοὶ καὶ κύματα πόντου

  ΙΠΠΟΚΡΑΤΕΙ ΑΘΗΝΑΙΩΙ

  fr. 137

  ὄλβιος ὅστις ἰδὼν κεῖν’ εἶσ’ ὑπὸ χθόν’·

  οἶδε μὲν βίου τελευτάν,

  οἶδεν δὲ διόσδοτον ἀρχάν

  fr. 138

  ἤτοι (ὑποτασσόμενον)

  INCERTORVM LIBRORVM

  fr. 140a

  []ποι

  [
]σιδε [..].

  []γ̣εν̣[.]ω̣ν̣

  []ον

  5 []φα

  []

  [].

  []..

  []π̣α̣[....]

  10 [].[...]

  []μ̣επ̣ερλ̣ι̣

  []ωι πολλόν

  ἄλση ]ο̣ντ’ ἐν

  [ ]

  15 []α̣ν τρίχα

  []ι̣

  ...

  []α̣

  ...

  []ι̣

  ...

  desunt non minus quam 23 versus (epodi 9-12 vel 15, strophae 1-19)

  φ[ι]λ̣[.]ν̣ μ̣ι̣[¯¯

  ‹ΑΝΤΙΣΤΡ.› τοὶ πρόϊδ[ο]ν αἶσαν α̣[

  50 ζοι̣ τ̣ότ’ ἀμφε̣.ο̣υτα̣τ̣.[

  Ἡρακλ̣έης· ἁλίαι̣ [..]..[

  ναῒ μολόντας [.]υ̣[..]π̣[.].[.].σ̣ο̣εν̣

  θο..οι φύγον ον̣[......].[.]...

  πάντων γὰρ ὑπ[έ]ρβιος ανα̣.σ̣ε̣φα[

  55 ψυχὰν κενεῶ[ν] εμ̣ε[.].ἔ̣ρυ̣κ̣ε̣ν̣..[

  λαῶν ξενοδα[ΐ]κ̣τα βα̣σι̣λ̣ῆ̣[-]

  ος ἀτασθαλίᾳ κοτέω[ν] θαμά,

  ἀρχαγέτᾳ τε [Δ]άλου

  πίθετο παῦσέ̣ν̣ [τ’] ἔ̣ρ̣γ̣’ ἀ̣ναι̣δῆ̣· ....

  60 γάρ σε λ̣[ι]γ̣υσφα̣ρ̣ά̣γων̣ κ̣λ̣υ̣τ̣ᾶ̣ν̣ ἀ̣υ-

  τά, Ἑκαβόλ̣ε̣, φορμίγγων.

  μνάσθηθ’ ὅτι τ̣οι ζαθέας

  Πάρου ἐν γυάλοις ἕσσατο ἄ[ν]ακτι

  βωμὸν πατρί τε Κρονίῳ τιμάεν-

  65 τι πέραν ἰσθμὸν διαβαίς,

  ὅτε Λαομέδον-

  τι πεπρωμένοι̣’ ἤ̣ρ̣χ̣ε̣τ̣ο̣

  μόροιο κᾶρυξ.

  ‹ΕΠ› ἦν̣ γάρ τι̣ παλαίφατον [..]...ο̣ν̣

  70 ἷκε συγγ̣ό̣νους

  τρεῖς π̣[..].ε̣ω̣[.]ν̣ κ̣ε̣φα̣λ̣ὰ̣ν̣..ρ..τ̣αι̣[

  ἐπιδ[..........]αι̣μ̣α[..].[....].[

  ...

  αλμ̣α̣[

  τε μα̣χα [ ἡ-

  75 ρώων α[

  λάχον κ[

  νον ἐγὼ [

  ὀργίοις α[

  αὐξα̣ν̣ε̣[

  80 αἰο̣λ̣[

  fr. 140b

  Α΄ Ἰων[

  ἀοιδ[ὰν κ]α̣ὶ ἁρμονίαν

  αὐλ̣[οῖς ἐ]πεφράσ[ατο

 

‹ Prev