Book Read Free

Works of Nonnus

Page 64

by Nonnus


  πίδακας ὀμβρήσαντος ἐκυμαίνοντο χαράδραι:

  καί οἱ ἐπαΐσσοντι βαθυνομένην χθονὸς ἕδρην

  35 ἀκλινέος δαπέδοιο Κίλιξ ἐλελίζετο πυθμὴν

  ποσσὶ δρακοντείοισι, πολυσφαράγῳ δὲ κυδοιμῷ

  ταυρείου λοφόεντος ἀρασσομένου κενεῶνος

  γείτονες ὠρχήσαντο φόβῳ Παμφυλίδες ὄχθαι,

  καὶ χθόνιαι σήραγγες ἐβόμβεον, ἔτρεμον ἄκραι

  40 ἠιόνες, σείοντο μυχοί, καὶ ὀλίσθανον ἀκταὶ

  λυομένης ψαμάθοιο ποδῶν ἐνοσίχθονι παλμῷ.

  οὐ νομός, οὐ τότε θῆρες ἀπήμονες: ὠμοβόροι γὰρ

  ἄρκτοι ἐδαιτρεύοντο Τυφαονίοιο προσώπου

  ἀρκτῴαις γενύεσσι, λεοντείων δὲ καρήνων

  45 γλαυκὰ δασυστέρνων ἐλαφύσσετο γυῖα λεόντων

  χάσμασιν ἰσοτύποισιν, ἐχιδνήεντι δὲ λαιμῷ

  ψυχρὰ πεδοτρεφέων ἐδαΐζετο νῶτα δρακόντων,

  ἠερίους δ᾽ ὄρνιθας ἐδαίνυτο γείτονι λαιμῷ

  ἱπταμένους ἀβάτοιο δι᾽ αἰθέρος, ἀγχιφανῆ δὲ

  50 αἰετὸν ἤσθιε μᾶλλον, ἐπεὶ Διὸς ὄρνις ἀκούει:

  ἤσθιε βοῦν ἀροτῆρα, καὶ οὐκ ᾤκτειρε δοκεύων

  αἱμοβαφῆ ζυγίῳ κεχαραγμένον αὐχένα δεσμῷ.

  καὶ ποταμοὺς ἐκόνισσε ἐπιδόρπιον ὕδωρ,

  Νηιάδων δὲ φάλαγγας ἀπεστυφέλιξεν ἐναύλων:

  55 καὶ βυθίη στείχουσα βατὸν ῥόον ἅλματι πεζῷ

  ἀβρέκτοις μελέεσσιν ἀσάμβαλος ἵστατο Νύμφη

  νηιὰς ὑγροκέλευθος, ἁμιλλητῆρι δὲ ταρσῷ

  κούρης παλλομένης παρὰ διψάδα πέζαν ἐναύλων

  σφίγγετο πηλώεντι πεπηγότα γούνατα δεσμῷ.

  60 μαινομένου δὲ Γίγαντος ἰδὼν πολύμορφον ὀπωπὴν

  ταρβαλέος σύριγγα γέρων ἀπεσείσατο ποιμὴν

  νόσφι φυγών: ὁρόων δὲ πολυσπερὲς ἔθνος ἀγοστῶν

  αἰπόλος ἀστήρικτον ἐπέτρεπεν αὐλὸν ἀέλλαις:

  οὐ σπόρον ἀμφεκάλυψε πέδῳ ταλαεργὸς ἀροτρεὺς

  65 ῥαίνων ἀρτιχάρακτον ὀπισθοβόλῳ χθόνα καρπῷ,

  οὐδὲ Τυφαονίης παλάμης νωμήτορι παλμῷ

  αὔλακα τεμνομένην ἐνοσίχθονι τάμνε σιδήρῳ,

  ἀλλὰ βόας μεθέηκε, Γιγαντείῳ δὲ βελέμνῳ

  σχιζομένης κενεῶνες ἐγυμνώθησαν ἀρούρης.

  70 καὶ διερὴν φλέβα λῦσεν, ἀνοιγομένου δὲ βερέθρου

  χεύμασι πηγαίοισιν ἀνέβλυε νέρτερος αὐλών,

  ἀσκεπέος δαπέδοιο χέων ὑποκόλπιον ὕδωρ:

  καὶ σκόπελοι ῥίπτοντο: χαραδραίοις δὲ ῥεέθροις

  ἠερόθεν πίπτοντες ἐνεκρύπτοντο θαλάσσῃ,

  75 ὕδατα χερσώσαντες: ἀπὸ χθονίων δὲ βελέμνων

  αὐτοπαγῆ ῥιζοῦτο νεηγενέων σφυρὰ νήσων.

  δένδρεα δ᾽ αὐτόπρεμνα μετωχλίσθησαν ἀρούρης,

  καὶ δαπέδῳ πέσε καρπὸς ἀώριος, ἀρτιθαλὴς δὲ

  κῆπος ἀιστώθη, ῥοδόεις δ᾽ ἀμαθύνετο λειμών:

  80 καὶ Ζέφυρος δεδόνητο κυλινδομένων κυπαρίσσων

  αὐχμηροῖς πετάλοισι: φιλοθρήνοισι δὲ μολπαῖς

  αἴλινα Φοῖβος ἄειδε δαϊζομένων ὑακίνθων,

  πλέξας πένθιμον ὕμνον, Ἀμυκλαίων δὲ κορύμβων

  κοπτομένῃ πολὺ μᾶλλον ἐπέστενε γείτονι δάφνῃ:

  85 κεκλιμένην δ᾽ ὤρθωσεν ἑὴν πίτυν ἀχνύμενος Πάν:

  καί, Μορίης μνησθεῖσα, φερέπτολιν Ἀτθίδα νύμφην

  τεμνομένῃ Γλαυκῶπις ἐπεστονάχιζεν ἐλαίῃ:

  καὶ Παφίη δάκρυσε κονιομένης ἀνεμώνης,

  πυκνὰ δὲ μυρομένη καλύκων εὐώδεα χαίτην

  90 βόστρυχον ἁβρὸν ἔτιλλε κονιομένου ῥοδεῶνος:

  καὶ στάχυν ἡμιτέλεστον ὀλωλότα μύρετο Δηώ,

  μηκέτι κῶμον ἄγουσα θαλύσιον: Ἁδρυάδες δὲ

  ἥλικες ὠδύροντο λιπόσκια δένδρεα Νύμφαι.

  καί τις ἐυπτόρθοιο διχαζομένοιο κορύμβου

  95 σύγχρονος ἀκρήδμενος Ἁμαδρυὰς ἄνθορε δάφνης,

  ἐκ πίτυος δὲ φυγοῦσα βατῷ ποδὶ παρθένος ἄλλη

  ἀγχιφανὴς ἀγόρευε μετήλυδι γείτονι Νύμφῃ:

  ‘Δαφναίη φυγόδεμνος Ἁμαδρυάς, εἷς δρόμος ἔστω

  ἀμφοτέραις, μὴ Φοῖβον ἴδης, μὴ Πᾶνα νοήσω.

  100 ὑλοτόμοι, τάδε δένδρα παρέλθετε, μὴ φυτὰ Δάφνης

  τέμνετε δειλαίης τετιημένα: φείδεο, τέκτων,

  ὁλκάδα μὴ τελέσῃς πιτυώδεα δούρατα τέμνων,

  μὴ ῥοθίων ψαύσειε θαλασσαίης Ἀφροδίτης.

  ναί, δρυτόμος, πυμάτην πόρε μοι χάριν, ἀντὶ κορύμβων

  105 κόπτέ με σοῖς πελέκεσσι, καὶ ἡμετέρου διὰ μαζοῦ

  πῆξον ἀνυμφεύτοιο σαόφρονα χαλκὸν Ἀθήνης,

  ὄφρα θάνω πρὸ γάμοιο καὶ Ἄιδι παρθένος ἔλθω,

  εἰσέτι νῆις Ἔρωτος, ἅ περ Πίτυς, οἷά τε Δάφνη.’

  ὣς φαμένη πετάλοισι νόθην ποιήσατο μίτρην,

  110 καὶ χλοερῷ ζωστῆρι κατέσκεπεν ἄντυγα μαζοῦ

  αἰδομένη, καὶ μηρὸν ἐπεσφηκώσατο μηρῷ:

  ἡ δέ μιν εἰσορόωσα κατηφέα ῥήξατο φωνήν:

  ‘Παρθενίης ἔμφυλον ἔχω φόβον, ὅττι καὶ αὐτὴ

  ἐκ Δάφνης γεγαυῖα διώκομαι, οἷά τε Δάφνη.

  115 πῇ δὲ φύγω; σκοπέλους ὑποδύσομαι; ἀλλὰ κολώνας

  ῥιπτομένας ἐς Ὄλυμπον ἐτεφρώσαντο κεραυνοί,

  καὶ τρομέω σέο Πᾶνα δυσίμερον, ὅς με χαλέψει,

  ὡς Πίτυν, ὡς Σύριγγα: διωκομένη δὲ καὶ αὐτὴ

  ἄλλη δευτερόφωνος ὀρίδρομος ἔσσομαι Ἠχώ.


  120 οὐκέτι ταῦτα κόρυμβα μετέρχομαι, ἡμιφανῆ δὲ

  οὔρεα ναιετάω μετὰ δένδρεον, ἧχι καὶ αὐτὴ

  Ἄρτεμις ἀγρώσσει φιλοπάρθενος: ἀλλὰ Κρονίων

  Καλλιστοῦς λάχε λέκτρον ἐς Ἄρτεμιν εἶδος ἀμείψας.

  ἵξομαι εἰς ἁλὸς οἶδμα: τί μοι γάμος; ἀλλ᾽ ἐνὶ πόντῳ

  125 Ἀστερίην ἐδίωκε γυναιμανέων Ἐνοσίχθων.

  αἴθε λάχον πτερὰ κοῦφα: δι᾽ ὑψιπόρου δὲ κελεύθου

  ἠερίοις ἀνέμοισι συνέμπορον οἶμον ὁδεύσω:

  ἀλλὰ τάχα πτερύγων κενεὸς δρόμος, ὅττι Τυφωεὺς

  ἠλιβάτοις παλάμῃσιν ἐπιψαύει νεφελάων.

  130 εἰ δὲ γάμοις ἀδίκοις με βιήσεται, εἶδος ἀμείψω,

  μίξομαι ὀρνίθεσσι, καὶ ἱπταμένη φιλομήλη

  καὶ ῥόδον ἀγγέλλουσα καὶ ἀνθεμόεσσαν ἐέρσην

  ἔσσομαι εἰαρινοῖο φίλη Ζεφύροιο χελιδών,

  φθεγγομένη λάλος ὄρνις ὑπωροφίης μέλος ἠχοῦς,

  135 ὀρχηθμῷ πτερόεντι περισκαίρουσα καλιήν.

  Πρόκνη, πικρὰ παθοῦσα, σὺ μὲν δέο πενθάδι μολπῇ

  υἱέα δακρύσειας, ἐγὼ δ᾽ ἐμὰ λέκτρα γοήσω.

  Ζεῦ ἄνα, μὴ τελέσῃς με χελιδόνα, μή με διώξῃ

  καὶ Τηρεὺς πτερόεις κεχολωμένος, οἷα Τυφωεύς.

  140 ἀήρ, οὔρεα, πόντος ἀνέμβατος: ἔνδοθι γαίης

  κρύπτομαι: ἀλλὰ Γίγαντος ἐχιδναίων ἀπὸ ταρσῶν

  ἰοβόλοι δύνουσιν ὑπὸ χθόνα φωλάδες ὕδραι.

  εἴην ὑγρὸν ὕδωρ ἐπιδήμιον, οἷα Κομαιθὼ

  πατρῴῳ κεράσασα νεόρρυτα χεύματα Κύδνῳ:

  145 οὐκ ἐθέλω παρὰ μῦθον, ὅτι προχοῇσι συνάψω

  παρθενικῆς δυσέρωτος ἐμὸν φιλοπάρθενον ὕδωρ.

  πῇ δὲ φύγω; Τυφῶνι μιγήσομαι; ἀλλὰ λοχεύσω

  ἀλλοφυῆ πολύμορφον ὁμοίιον υἷα τοκῆι.

  εἴην δένδρεον ἄλλο, καὶ ἐκ δρυὸς εἰς δρύας ἔλθω

  150 οὔνομα παιδὸς ἔχουσα σαόφρονος: ἀντὶ δὲ Δάφνης

  μὴ Μύρρης ἀθέμιστον ἐπώνυμον ἔρνος ἀκούσω.

  ναί, λίτομαι, παρὰ χεῦμα γοήμονος Ἠριδανοῖο

  εἴην Ἡλιάδων καὶ ἐγὼ μία: πυκνὰ δὲ δὲ πέμψω

  ἐκ βλεφάρων ἤλεκτρα, φιλοθρήνοις δὲ κορύμβοις

  155 γείτονος αἰγείροιο περίπλοκα φύλλα πετάσσω

  δάκρυσιν ἀφνειοῖσιν ἐμὴν στενάχουσα κορείην:

  οὐ γὰρ ἐγὼ Φαέθοντα κινύρομαι. ἵλαθι, δάφνη,

  αἰδέομαι φυτὸν ἄλλο μετὰ προτέρης φυτὸν ὕλης.

  ἔσσομαι,ὡς Νιόβη, καὶ ἐγὼ λίθος, ὄφρα καὶ αὐτὴν

  160 λαϊνέην στενάχουσαν ἐποικτείρωσιν ὁδῖται:

  ἀλλὰ κακογλώσσοιο τί μοι τύπος; ἵλαθι, Λητώ:

  ἐρρέτω αἰνοτόκοιο θεημάχον οὔνομα Νύμφης.’

  ἡ μὲν ἔφη: φαέθων δὲ πόλον δινωτὸν ἐάσας

  εἰς δύσιν ἔτραπε δίφρον: ἀναθρῴσκουσα δὲ γαίης

  165 ὑψιτενὴς ἅτε κῶνος ἐς ἠέρα σιγαλέη Νὺξ

  οὐρανὸν ἀστερόεντι διεχλαίνωσε χιτῶνι,

  αἰθέρα δαιδάλλουσα: καὶ ἀννεφέλῳ παρὰ Νείλῳ

  ἀθάνατοι πλάζοντο, παρ᾽ ὀφρυόεντι δὲ Ταύρῳ

  Ζεὺς Κρονίδης ἀνέμιμνεν ἐγερσιμόθου φάος Ἠοῦς.

  170 νὺξ μὲν ἔην: φρουραὶ δὲ περὶ στίχες ἦσαν Ὀλύμπου

  ἑπτὰ περὶ ζώνῃσι, καὶ οἷά περ ὑψόθι πύργων

  ἔννυχον ἦν ἀλάλαγμα, βοὴ δ᾽ ἑτερόθροος ἄστρων

  ἀμφιλαφὴς πεφόρητο, καὶ ἀξονίης κτύπον ἠχοῦς

  ἐκ Κρονίης βαλβῖδος ἐδέχνυτο νύσσα Σελήνης:

  175 καὶ νεφέων στεφανηδὸν ἐπασσυτέρῃσι καλύπτραις

  οὐρανὸν ἐφράξαντο φυλάκτορες αἰθέρος Ὧραι

  ἀμφίπολοι Φαέθοντος: ἀσυλήτων δὲ πυλάων

  ἀστέρες Ἀτλάντειον ἐπεκλήισσαν ὀχῆα,

  μὴ λόχος εἰσέλθῃσι πόλον μακάρων ἀπεόντων:

  180 ἀντὶ δὲ συρίγγων ἐνοπῆς καὶ ἐθήμονος αὐλοῦ

  ἐννυχίαις πτερύγεσσι μέλος σύριζον ἀῆται.

  αἰθερίῳ δὲ Δράκοντι συνέμπορος Ἀρκάδος Ἄρκτου

  ἐννυχίην Τυφῶνος ἐπήλυσιν ὑψόθι λεύσσων

  ὄμμασιν ἀγρύπνοισι γέρων ἐφύλασσε Βοώτης,

  185 ἀντολίην ἐδόκευεν Ἑωσφόρος, Ἕσπερος ἀστὴρ

  ἑσπερίην, Νοτίας δὲ λιπὼν ἰθύντορι τόξων

  ὀμβρηρὰς Βορέαο πύλας περιδέδρομε Κηφεύς.

  καὶ πυρὰ πάντοθεν ἦεν, ἐπεὶ φλόγες αἴθοπες ἄστρων

  καὶ νύχιοι λαμπτῆρες ἀκοιμήτοιο Σελήνης

  190 ὡς δαΐδες σελάγιζον, ἀελλήεντι δὲ ῥόμβῳ

  πυκνὰ διαθρῴσκοντες ἀπ᾽ αἰθέρος ἄκρον Ὀλύμπου

  ἀστέρες ἀικτῆρες ἐπέγραφον ἠέρα πυρσῷ

  δεξιτεροὶ Κρονίωνι, κυβιστητῆρι δὲ παλμῷ

  πυκνὰ διαΐσσουσα χαρασσομένων νεφελάων

  195 ἀστεροπὴ σκίρτησεν, ἀμοιβαίῃσι δὲ ῥιπαῖς

  κρύπτετο καὶ σελάγιζε παλίνδρομος ἄστατος αἴγλη,

  καὶ πλοκάμους πλεκτοῖο πυρὸς βοτρυδὸν ἑλίξας

  φέγγεϊ λαχνήεντι σέλας τρήχυνε κομήτης,

  καὶ δοκίδες μάρμαιρον ἐπήλυδες, οἷα δὲ μακροὶ

  200 ἠερόθεν τανύοντο δοκοὶ δολιχήρεϊ πυρσῷ

  Ζηνὶ συναιχμάζοντες, ὑπ᾽ ἀκτίνεσσι δὲ λάμπων

  ἀντιπόρου Φαέθοντος ἐκάμπτετο σύνδρομος ὄμβρῳ

  ἴριδος ἀγκύλα κύκλα πολύχροος ὁλκὸς ὑφαίνων,

  χλωρὰ μελαινομένῳ, ῥοδοειδέι λευκὰ κεράσσας.

  205 καὶ Διὶ μουνωθέντι παρήγορος ἵκετο Νίκη


  ἠέρος ἄκρα κέλευθα διαγράψασα πεδίλῳ,

  Λητοῦς εἶδος ἔχουσα, καὶ ὁπλίζουσα τοκῆα

  ἀντιτύποις στομάτεσσι πολύτροπον ἴαχε φωνήν:

  ‘Ζεῦ ἄνα, σῶν τεκέων πρόμος ἵστασο, μηδὲ νοήσω

  210 μιγνυμένην Τυφῶνι γάμων ἀδίδακτον Ἀθήνην:

  μητέρα μὴ τελέσειας ἀμήτορα, μαρνάμενος δὲ

  ἀστεροπὴν κούφιζε σελασφόρον ἔγχος Ὀλύμπου,

  καὶ νεφέλας συνάγειρε τὸ δεύτερον, ὑέτιε Ζεῦ:

  ἤδη γὰρ σταθεροῖο τινάσσεται ἕδρανα κόσμου

  215 χερσὶ Τυφαονίῃσιν, ὁμοζυγέων δὲ λυθέντων

  στοιχείων πισύρων ἠρνήσατο λήια Δηώ:

  ἥβη λεῖπε κύπελλον, Ἄρης δ᾽ ἀπεσείσατο λόγχην,

  Ἑρμῆς ῥάβδον ἔθηκε, λύρην δ᾽ ἔρριψεν Ἀπόλλων,

  καὶ πτερόεις πεπότητο λιπὼν πτερόεντας ὀιστούς,

  220 εἶδος ἔχων κύκνοιο, τελεσσιγάμου δὲ θεαίνης

  ἄσπορος ἔπλετο κόσμος ἀλωομένης Ἀφροδίτης,

  ἁρμονίης δ᾽ ἀλύτου λύτο πείσματα: νυμφοκόμος γὰρ

  πανδαμάτωρ ἀδάμαστος Ἔρως θρασὺς εἰς φόβον ἔπτη

  τόξα λιπὼν γονόεντα: καὶ ἠθάδα Λῆμνον ἐάσας

  225 σὸς πυρόεις Ἥφαιστος ἀπειθέα γούνατα σύρων

  ἆ βραδὺς ἀστήρικτον ἔχει δρόμον. ἆ μέγα θαῦμα,

  καὶ μάλα μοι κοτέουσαν ἐποικτείρω σέθεν Ἥρην.

  ἦ ῥα τεὸς γενέτης πάλιν ἵξεται εἰς χορὸν ἄστρων;

  μή ποτε τοῦτο γένοιτο: καὶ εἰ Τιτηνὶς ἀκούω,

  230 οὐκ ἐθέλω Τιτῆνας ἰδεῖν κρατέοντας Ὀλύμπου,

  ἀλλὰ σὲ καὶ σέο τέκνα. σὺ δὲ κρατέοντι κεραυνῷ

  Ἀρτέμιδος προμάχιζε σαόφρονος: ἦ ῥα φυλάσσω

 

‹ Prev