Book Read Free

Works of Nonnus

Page 73

by Nonnus


  καὶ τὰ μὲν ὣς ἤμελλε γέρων χρόνος ὀψὲ τελέσσαι.

  Κεκριμένας δὲ θύγατρας ἐπεκλήισσεν ἀκοίταις

  Κάδμος ἀμοιβαίοιο γάμου τετράζυγι παστῷ,

  καὶ λέχος ἄλλο μετ᾽ ἄλλο συνήρμοσε: δωροφόρος γὰρ

  215 πρῶτος Ἀρισταῖος, Νόμιος καὶ ἐπώνυμος Ἀγρεύς,

  αἷμα σοφοῦ Φοίβοιο καὶ εὐπαλάμοιο Κυρήνης,

  Αὐτονόην ζυγίων ἀρότων νυμφεύσατο θεσμῷ:

  οὐ μὲν Ἀγηνορίδης πολυφερβέος ἴδμονα τέχνης

  γαμβρὸν ἔχειν ἀπέειπε, βιοσσόον υἱέα Φοίβου,

  220 ἀλλὰ Διιπετέων ἀνέμων ζωαρκέσιν αὔραις

  λοίγιον εὐνήσαντι πυρώπιδος ἀστέρα Μαίρης

  παῖδα συνεκλήισσε περισσονόῳ παρακοίτῃ.

  καὶ γάμος ἦν πολύολβος, ἐπεὶ γέρας ἄζυγι κούρῃ

  δῶκε βόας, πόρεν αἶγας, ὀρίτροφον ὤπασε ποίμνην:

  225 καὶ πολὺς ἀχθοφόρῳ βεβαρημένος ὄγμος ἀνάγκῃ

  φόρτον ἐλαιήεντος ἐκούφισεν ἀμφιφορῆος,

  ἕδνα γάμων, πολλὴν δὲ σοφῆς ἐκόμισσε μελίσσης

  δαιδαλέην ὠδῖνα πολυτρήτοιο λοχείης.

  κεῖνος ἀνὴρ πρώτιστος ὀρίδρομος ἅλματι ταρσῶν

  230 εὗρε φιλοσκοπέλοιο πόνον κεμαδοσσόον ἄγρης,

  πῶς νοερῷ μυκτῆρι παρὰ σφυρὰ φορβάδος ὕλης

  θηρὸς ἀσημάντοιο κύων μαντεύεται ὀδμήν,

  ὄρθια λοξοκέλευθον ἐπὶ δρόμον οὔατα τείνων,

  καὶ δολίης δεδάηκε πολύπλοκα δίκτυα τέχνης

  235 καὶ σταλίκων τύπον ὀρθόν, ὑπὲρ ψαμάθοιο δὲ θηρῶν

  πρώιον ἀτρίπτῳ κεχαραγμένον ἴχνος ἀρούρῃ...

  καὶ ποσὶν ἐνδρομίδας θηρήτορα φῶτα διδάξας

  ἄσχετον ἀίσσοντα κυνοσσόον εἰς δρόμον ἄγρης

  πέπλα φαεινομένης ἐπιγουνίδος ἄχρι φορῆσαι,

  240 μή ποτε θηρητῆρος ἐπειγομένου ποδὸς ὁρμὴ

  ἂψ ἀνασειράζοιτο καθιεμένοιο χιτῶνος.

  κεῖνος ἀνὴρ ἐνόησε πολυτρήτων στίχα σίμβλων,

  πλαζομένης δ᾽ ἔστησεν ἐρημάδος ἔργα μελίσσης,

  ἥ τις ἔσω λειμῶνος ἀπ᾽ ἄνθεος ἄνθος ἀμείβει

  245 εἰς φυτὸν ἀγλαόκαρπον, ἐφιπταμένη δὲ κορύμβοις

  χείλεσιν ἀκροτάτοισιν ἀμέλγεται ἄκρον ἐέρσης:

  καὶ λινέαις ἁψῖσι πολυπλέκτοιο χιτῶνος

  γυῖα περισφίγξας ὀνύχων ἄπο μέχρι κομάων

  255 φρικτὰ κορυσσομένης ἐφυλάσσετο κέντρα μελίσσης,

  καὶ δολίῳ πνιγόεντι πυρὸς τεχνήμονι καπνῷ

  250 σινομένην πρήυνεν, ὑπηνέμιον δὲ τινάσσων

  πυρσὸν ἀπειλητῆρα φιλοσμήνοιο μελίσσης

  δίζυγα χαλκὸν ἄειρεν, ὑπωροφίῃ δὲ λοχείῃ

  βομβηδὸν κλονέοντος ἀσιγήτοιο κυδοιμοῦ

  χειρὶ πολυκροτάλῳ διδυμάονα δοῦπον ἀράσσων

  καὶ προταμὼν κηροῖο πολυγλώχινα καλύπτρην

  ἔβλισεν αἰόλα δῶρα μελισταγέος τοκετοῖο.

  πρῶτος ἐυρραθάμιγγος ἀλείφατος εὗρεν ἐέρσην,

  καρπὸν ὅτε βρίθοντι ταμὼν μυλοειδέι πέτρῳ

  260 πίονας ὑγροτόκοιο γονὰς ἔθλιψεν ἐλαίης.

  καὶ σκιερῆς πολύδενδρον ὑπὸ κλέτας εὔβοτον ὕλης

  εἰς ἕλος, εἰς λειμῶνα φέρων ἐδίδαξε βοτῆρας

  ἠελίου φαίνοντος ἐς ἕσπερον ἄχρι νομεύειν.

  πλαζομένων δ᾽ ἀκίχητον ἀπειθέα φοιτάδι χηλῇ

  265 ἑσπομένων βραδὺν οἶμον ὀπισθοπόρων στίχα μήλων

  εἰς νομὸν ἀνθεμόεντα μιῇ ξύνωσε κελεύθῳ

  αἶγα λαβὼν προκέλευθον ὁμοζήλοιο πορείης.

  καὶ νομίην ἐνόησεν ὀρειάδα Πανὸς ἀοιδήν.

  καὶ πυρὶ σειριάοντα κατεύνασεν ἀστέρα Μαίρης,

  270 καὶ Διὸς Ἰκμαίοιο θυώδεα βωμὸν ἀνάψας

  αἵματι ταυρείῳ γλυκερὴν ἐπεχεύατο λοιβὴν

  ποικίλα φοιταλέης ἐπιβώμια δῶρα μελίσσης,

  πλήσας ἁβρὰ κύπελλα μελικρήτου κυκεῶνος:

  Ζεὺς δὲ πατὴρ ἤκουσε καὶ υἱέος υἷα γεραίρων

  275 πέμψεν ἀλεξικάκων ἀνέμων ἀντίπνοον αὔρην,

  Σείριον αἰθαλόεντος ἀναστέλλων πυρετοῖο.

  εἰσέτι νῦν κήρυκες Ἀρισταίοιο θυηλῆς

  γαῖαν ἀναψύχουσιν Ἐτήσιαι ἐκ Διὸς αὖραι,

  ὁππότε ποικιλόβοτρυς ἀέξεται οἰνὰς ὀπώρη.

  280 τὸν μὲν Ἔρως πόμπευεν ἐς Ἀονίους ὑμεναίους,

  Φοίβου Κήιον υἷα: βοοστίκτου δὲ θυηλῆς

  πᾶσα πόλις στεφθεῖσα, καὶ ἰθυτμῆτες ἀγυιαὶ

  ὀρχηθμῷ μεμέληντο, παρὰ προπύλαια δὲ παστοῦ

  εἰλιπόδην ὑμέναιον ἐπερρώσαντο πολῖται,

  285 καὶ μέλος ἱμερόφωνον ἀνεκρούσαντο γυναῖκες,

  καὶ γαμίῃ σύριγγι συνέκλαγον Ἄονες αὐλοί.

  ἔνθεν Ἀρισταίοιο καὶ Αὐτονόης ἀπὸ λέκτρων

  Ἀκταίων ἀνέτελλε: φιλοσκοπέλῳ δὲ μενοινῇ

  Ἀγρέος αἷμα φέρων ἀπεμάξατο πάτριον ἄγρην,

  290 Ἀρτέμιδος θεράπων ὀρεσίδρομος — οὐ νέμεσις δὲ

  δύσμορον Ἀκταίωνα μαθεῖν μελεδήματα θήρης

  υἱωνὸν γεγαῶτα λεοντοφόνοιο Κυρήνης — :

  οὔ ποτέ μιν φύγεν ἄρκτος ὀρεστιάς, οὐδέ μιν αὐτῆς

  λοίγιον ἐπτοίησε λεχωίδος ὄμμα λεαίνης:

  295 πολλάκι δ᾽ ὑψιπότητον ἐπιθρῴσκοντα δοκεύων

  πόρδαλιν ἐπρήνιξεν: ἀεὶ δέ μιν ὑψόθι λόχμης

  ὄμμασι θαμβαλέοισιν ἐδέρκετο μηλονόμος Πὰν
>
  ὠκείης ἐλάφοιο παραΐσσοντα πορείην.

  ἀλλά οἱ οὐ χραίσμησε ποδῶν δρόμος, οὐδὲ φαρέτρη

  300 ἤρκεσεν, οὐ βελέων σκοπὸς ὄρθιος, οὐ δόλος ἄγρης:

  ἀλλά μιν ὤλεσε Μοῖρα, κυνοσπάδα νεβρὸν ἀλήτην,

  Ἰνδῴην μετὰ δῆριν ἔτι πνείοντα κυδοιμοῦ,

  εὖτε τανυπρέμνοιο καθήμενος ὑψόθι θηγοῦ

  λουομένης ἐνόησεν ὅλον δέμας ἰοχεαίρης,

  305 θηητὴρ δ᾽ ἀκόρητος ἀθηήτοιο θεαίνης

  ἁγνὸν ἀνυμφεύτοιο δέμας διεμέτρεε κούρης

  ἀγχιφανής: καὶ τὸν μὲν ἀνείμονος εἶδος ἀνάσσης

  ὄμματι λαθριδίῳ δεδοκημένον ὄμματι λοξῷ

  νηιὰς ἀκρήδεμνος ἀπόπροθεν ἔδρακε Νύμθη,

  310 ταρβαλέη δ᾽ ὀλόλυξεν, ἑῇ δ᾽ ἤγγειλεν ἀνάσσῃ

  ἀνδρὸς ἐρωμανέος θράσος ἄγριον: ἡμιφανὴς δὲ

  Ἄρτεμις ἁρπάξασα σὺν εἵματι κυκλάδα μίτρην

  παρθενίῳ ζωστῆρι σαόφρονας ἔσκεπε μαζούς,

  καὶ διεροῖς μελέεσσιν ἔσω δύνουσα ῥεέθρων

  315 αἰδμένη κατὰ βαιὸν ὅλον δέμας ἔκρυφε κούρη.

  Ἀκταίων βαρύποτμε, δὲ μὲν λίπεν αὐτίκα μορφὴ

  ἀνδρομέη, πισύρων δὲ ποδῶν ἐδιχάζετο χηλή,

  καὶ τανασὶ γναθμοῖν ἐμηκύνοντο παρειαί,

  κνῆμαι ἐλεπτύνοντο, καὶ ἀυκύλα δοιὰ μετώπῳ

  320 φύετο μακρὰ κόρυμβα τανυπτόρθοιο κεραίης,

  καὶ στικτοῖς μελέεσσι νόθη ποικίλλετο μορφή,

  καὶ λάσιον δέμας εἶχεν: ἀελλήεντι δὲ νεβρῷ

  εἰσέτι μοῦνος ἔην νόος ἔμπεδος: ὠκυπόρῳ δὲ

  ἔτρεχεν ἀξείνοιο δι᾽ οὔρεος ἅλματι χηλῆς,

  325 θηρητὴρ τρομέων θηρήτορας. ἀλλοφθῆ δὲ

  οὐκέτι τὸν πρὶν ἄνακτα κύνες μάθον: ἀχνυμένης γὰρ

  νεύμασιν ἀτρέπτοισι βαρύφρονος ἰοχεαίρης

  φοιτάδος οἰστρήεντι μεμηνότες ἄσθματι λύσσης

  νεβροφόνων ἐχάραξαν ὁμόζυγον ὄγμον ὀδόντων,

  330 ψευδομένῃ δ᾽ ἐλάφοιο παραπλαγχθέντες ὀπωπῇ

  στικτὸν ἐθοινήσαντο νόθον δέμας ἄφρονι λύσσῃ.

  καὶ θεὸς ἄλλο νόησε, κύνας βραδέεσσι γενείοις

  ἔμπνοον Ἀκταίωνα κεκασμένον ἔμφρονι θυμῷ

  δαρδάπτειν κατὰ βαιόν, ἵνα φρένα μᾶλλον ἀμύξῃ

  335 ὀξυτέραις ὀδύνῃσιν: ὑπὸ βροτέῃ δὲ μενοινῇ

  πότμον ἑὸν στενάχων κινυρῇ βρυχήσατο φωνῇ:

  ‘ Ὄλβιε Τειρεσία, σὺ γὰρ ἔδρακες ἐκτὸς ὀλέθρου

  γυμνὸν ἀναινομένης οἰκτίρμονος εἶδος Ἀθήνης:

  οὐ θάνες, οὐκ ἐλάφοιο δέμας λάχες, οὐδὲ μετώπῳ

  340 ὑμετέρῳ προβλῶτες ἐπῃώρηντο κεραῖαι:

  ζώεις σῶν βλεφάρων ὀλέσας φάος: ὑμετέρων δὲ

  ὀφθαλμῶν ἀμάρυγμα νόῳ μετέθηκεν Ἀθήνη:

  χώεται ἰοχέαιρα κακώτερα Τριτογενείης.

  αἴθέ μοι ἄλγος ὄπασσεν ὁμοίιον, αἴθε καὶ αὐτὴ

  345 ὄμμασιν ἡμετέροισιν ἐπέχραεν ὥς περ Ἀθήνη,

  αἴθε νόον μετάμειψεν, ἅ περ δέμας: ἀλλοφυὴς γὰρ

  μορφὴ θηρὸς ἔχει με, καὶ ἀνέρος ἦθος ἀέξω.

  σφωιτέρῳ πότε θῆρες ἐπιστενάχουσιν ὀλέθρῳ;

  ἀφραδέες ζώουσι καὶ οὐ νοέουσι τελευτήν.

  350 μοῦνος ἐγὼ μεθέπω πινυτὸν νόον: ὀλλύμενος δὲ

  ὀφρύσι θηρείῃσιν ἐχέφρονα δάκρυα λείβω.

  ἄγριοι ἄρτι γένεσθε κύνες πλέον: οὔ ποτε τόσσον

  ἅλματι λυσσήεντι κατεσσεύεσθε λεόντων.

  αἴλινον Ἀκταίωνι, φίλαι, φθέγξασθε, κολῶναι,

  355 ναί, λίτομαι, καὶ θῆρες ὁμοίιον: εἰπέ, Κιθαιρών,

  Αὐτονόῃ, τά περ εἶδες, Ἀρισταίῳ δὲ τοκῆι

  δάκρυσι πετραίοισιν ἐμὴν ἀγόρευε τελευτὴν

  καὶ κύνας οἰστρηθέντας ἀφειδέας. ὤμοι ἀνάγκης,

  αὐτὸς ἐμαῖς παλάμῃσιν ἐμοὺς ἔθρεψα φονῆας.

  360 αἴθε λέων με δάμασσεν ὀρίδρομος, αἴθέ με σύρων

  πόρδαλις αἰολόνωτος ἀνέσχισεν, αἴθέ με πικροῖς

  ἀμφιπαγεῖς ὀνύχεσσιν ἀφειδέσι λυσσάδες ἄρκτοι

  νεβροφανῆ χαροποῖσιν ἐδαιτρεύσαντο γενείοις,

  μηδὲ κύνες με δάμασσαν ὁμήθεες: οὐκέτι μορφήν,

  365 οὐκέτι γινώσκουσιν ἐμὴν ἑτερόθροον ἠχώ.’

  ἡμιθανὴς τάδ᾽ ἔλεξε, καὶ οὐκ ἀίοντα λιτάων

  θηρείῃ κύνα μάργον ἐλίσσετο πενθάδι φωνῇ:

  μύθους μὲν προέηκεν ἐχέφρονας, ἀντὶ δὲ φωνῆς

  ἀνδρομέης κελάδησεν ἀσημάντου θρόος ἠχοῦς.

  370 ἤδη δ᾽ αὐτοτέλεστος ὀρεστιὰς ἵπτατο Φήμη

  Αὐτονόῃ βοόωσα κυνοσπάδα παιδὸς ἀνάγκην,

  οὐ μὲν ὅπως ἐλάφοιο δασύτριχα δύσατο μορφήν,

  ἀλλ᾽ ὅτι μοῦνον ὄλωλε. φιλοστόργῳ δὲ μενοινῇ

  νήλιπος ἀκρήδεμνος ἱμάσσετο πένθεϊ μήτηρ:

  375 καὶ πλοκάμους ἐδάιξεν, ὅλον δ᾽ ἔρρηξε χιτῶνα,

  πενθαλέοις δ᾽ ὀνύχεσσιν ἑὰς ἐχάραξε παρειὰς

  αἵματι φοινίξασα, κατὰ στέρνοιο δὲ γυμνοῦ

  παιδοκόμων ἐρύθηνε φερέσβιον ἄντυγα μαζῶν

  μνησαμένη τοκετοῖο: φιλοθρήνου δὲ προσώπου

  380 δάκρυσιν ἀενάοισιν ἐλούσατο φάρεα νύμφη.

  καὶ κύνες Ἀκταίωνος ἀπὸ σκοπέλοιο μολόντες

  μῦθον ἐπιστώσαντο δυσάγγελον: ἠιθέου γὰρ

  δάκρυσι σιγαλέοισιν ἐμαντεύοντο τελευτήν.

  μυρομέους δ᾽ ὁρόωσα πολὺ π
λέον ἔστενε μήτηρ:

  385 καὶ πολιὴν πλοκαμίδα λέρων ἀπεκείρατο Κάδμος,

  Ἁρμονίη δ᾽ ἰάχησε: φιλοκλαύαύτων δὲ γυναικῶν

  συμφερτὴ βαρύδουπος ὅλον δόμον ἔβπεμεν ἠχώ.

  Αὐτονόη δ᾽ ὁμόφοιτος Ἀρισταίῳ παρακοίτῃ

  ἤιε μαστεύουσα πολύπλανα λείψανα νεκροῦ:

  390 εἶδε καὶ οὐ γίνωσκεν ἑὸν γόνον, ἔδρακε μορφὴν

  δαιδαλέης ἐλάφοιο καὶ οὐκ ἴδεν ἀνδρὸς ὀπωπήν,

  πολλάκι δ᾽ ἀγνώστοιο παρέστιχεν ὀστέα νεβροῦ

  ἐν χθονὶ κεκλιμένοιο καὶ οὐ μάθεν: ὀλλυμένου γὰρ

  παιδὸς ἑοῦ δοκέεσκεν ἰδεῖν βροτοειδέα μορφήν.

  395 δύσμορον Αὐτονόην οὐ μέμφομαι: ἀλλοφυῆ γὰρ

  λείψανα παιδὸς ὄπωπεν, ἀτεκμάρτου δὲ προσώπου

  γαμφηλὰς ἐνόησε καὶ οὐκ ἴδε κύκλον ὀπωπῆς,

  καὶ κεράων ἔψαυσε καὶ υἱέος οὐ μάθε κόσην:

  λεπταλέους πόδας εὗρε καὶ οὐκ ἐφράσσατο ταρσούς,

  400 λεπταλέους πόδας εἶδε καὶ οὐκ ἴδε κύκλα πεδίλων.

  δύσμορον Αὐτονόην οὐ μέμφομαι: οἰχομένου γὰρ

  ὀφθαλμοὺς βροτέους οὐκ ἔδρακεν, οὐκ ἴδε μορφῆς

  ἀνδρομέης ἴνδαλμα, καὶ οὐκ ἐνόηδεν ἰούλων

  ἄνθεϊ πορφυρέῳ κεχαραγμένον ἀνθερεῶνα.

  405 φοιταλέοις δὲ πόδεσσι διερχομένη ῥάχιν ὕλης

  τρηχαλέης ἐπάτησε δυσέμβατα νῶτα κολώνης:

  λυσιχίτων ἀπέδιλος: ὀριπλανέων δ᾽ ἀπὸ μόχθων

  νόστιμος εἰς δόμον ἦλθεν: ἐπ᾽ ἀπρήκτῳ δὲ μενοινῇ

  ἀχνυμένη μόγις εὗδε σὺν αἰνοτόκῳ παρακοίτῃ.

 

‹ Prev