by Nonnus
οὐδὲ Διὸς λάθεν ὄμμα πανόψιον: ἀσκεπέος δὲ
610 λουομένης ὅλον εἶδος ἐδέρκετο Περσεφονείης:
οὐ τόσον ἱμείρων ἐπεμήνατο Κυπρογενείῃ,
ἣν ποθέων ἀκίχητα γονὴν ἔσπειρεν ἀρούρῃ
θερμὸν ἀκοντίζων αὐτόσσυτον ἀφρὸν Ἐρώτων,
ἔνθεν ἀεξιτόκοιο κεραστίδος ἔνδοθι Κύπρου
615 Φηρῶν εὐκεράων διδυμόχροος ἤνθεε φύτλη.
καὶ μεδέων κόσμοιο καὶ οὐρανὸν ἡνιοχεύων
εἰς πόθον αὐχένα κάμψεν ὁ τηλίκος: οὐδὲ κεραυνοί,
οὐ στεροπὴ χραίσμησε κορυσσομένης Ἀφροδίτης:
Ἥρης δ᾽ οἶκον ἔλειπε, λέχος δ᾽ ἀπέειπε Διώνης,
620 Δηοῦς ῥῖψεν ἔρωτα, Θέμιν φύγε, κάλλιπε Λητώ,
μούνης δ᾽ εἰς ὑμέναιον ἐθέλγετο Περσεφονείης.
BOOK 6
Δίζεο θέσκελον ἕκτον, ὅπῃ Ζαγρῆα γεραίρων
γαίης ἕδρανα πάντα κατέκλυσεν ὑέτιος Ζεύς.
οὐδὲ πατὴρ τότε μοῦνος ἔχεν πόθον: ἀλλὰ καὶ αὐτοὶ
ἓν βέλος ἶσον ἔχοντες, ὅσοι ναετῆρες Ὀλύμπου,
Δηῴης ὑμέναιον ἑεδνώσαντο θεαίνης.
ἔνθα σέλας ῥοδέοιο διαλλάξασα προσώπου
5 ἄλγεσι κυμαίνοντα νόον μαστίζετο Δηώ:
καὶ κεφαλῆς γονόεσσαν ἀπεσφήκωσε καλύπτρην,
αὐχενίης λύσασα καθειμένα βόστρυχα χαίτης,
παιδὶ περιφρίσσουσα: βαρυνομένης δὲ θεαίνης
δάκρυσιν αὐτοχύτοισι καθικμαίνοντο παρειαί,
10 ὅττι τόσους μνηστῆρας ἑνὶ φλογόεντι βελέμνῳ
εἰς ἔριν οἰστρηθέντας ὁμοζήλων ὑμεναίων
ξυνὸς Ἔρως βάκχευεν, ἁμιλλητῆρας Ἐρώτων:
πάντας μὲν τρομέεσκε, τὸ δὲ πλέον ὄμπνια μήτηρ
παιδὸς ἔχειν Ἥφαιστον ἐδείδιε χωλὸν ἀκοίτην.
15 καὶ δόμον Ἀστραίοιο μετέστιχεν εὔποδι ταρσῷ,
δαίμονος ὀμφήεντος: ὀπισθοπόρων δὲ κομάων
ἄπλοκον ἀσταθέεσσιν ἐσείετο βόστρυχον αὔραις.
τὴν μὲν ἰδὼν ἤγγειλεν Ἑωσφόρος: εἰσαΐων δὲ
ὦρτο γέρων Ἀστραῖος: ὁ μὲν γραμμῇσι χαράσσων
20 κυανέην ἐνέπασσε κόνιν περὶ νῶτα τραπέζης,
καὶ τυπόων ἑλικηδὸν ὑπ᾽ ἀγκυλόδοντι σιδήρῳ
πυθμένα τετράπλευρον ἐπέγραφεν αἴθοπι τέφρῃ,
καὶ τύπον ἄλλον ἔτευξεν ἰσογλώχινι τριγώνῳ.
ἀλλὰ τὰ μὲν μεθέηκε καὶ ἤλυθεν ἄγχι θυράων
25 ἀντιόων Δήμητρι: διεσσυμένων δὲ μελάθρου
ἕσπερος ἡγεμόνευε, καὶ εἰς θρόνον ἵδρυε Δηὼ
πατρὸς ἑοῦ παρὰ θῶκον: ὁμοστόργῳ δὲ μενοινῇ
νεκταρέου κεράσαντες ἀπὸ κρητῆρος Ἀῆται
δαίμονα λυσιπόνοισιν ἐδεικανόωντο κυπέλλοις
30 υἱέες Ἀστραίοιο: πιεῖν δ᾽ ἠρνήσατο Δηὼ
Περσεφόνης μεθύουσα μεληδόνι: μουνοτόκοι γὰρ
τηλυγέτους διὰ παῖδας ἀεὶ τρομέουσι τοκῆες:
ἀλλὰ μόγις παρέπεισεν ἀναινομένην ἔτι Δηὼ
ἡδυεπὴς Ἀστραῖος ἔχων θελξίφρονα Πειθώ.
35 ἔνθα γέρων μέγα δεῖπνον ἐπήρτυεν, ὄφρα μερίμνας
θυμοδακεῖς Δήμητρος ἀποσκεδάσειε τραπέζῃ.
καὶ πίσυρες λαγόνεσσι καθαψάμενοι τελαμῶνας
πατρὸς ὑποδρηστῆρες ἐμιτρώθησαν Ἀῆται:
νεκταρέῳ δὲ κύπελλα παρὰ κρητῆρι τιταίνων
40 εὖρος ἐῳνοχόει, προχόῳ δ᾽ ἐπιδόρπιον ὕδωρ
εἶχε Νότος, Βορέης δὲ φέρων ἐπέθηκε τραπέζῃ
ἀμβροσίην, Ζέφυρος δὲ περιθλίβων θρόον αὐλοῦ
εἰαρινοῖς δονάκεσσι μελίζετο θῆλυς Ἀήτης:
καὶ στεφάνους ἔπλεξεν Ἑωσφόρος ἄνθεα δήσας
45 ὀρθρινοῖς κομόωντα δροσιζομένοισι κορύμβοις:
καὶ νυχίου λαμπτῆρος ἐθήμονα πυρσὸν ἀείρας
ἕσπερος ὀρχηστῆρι ποδῶν ἐλελίζετο ταρσῷ
πάλλων καμπύλον ἴχνος, ἐπεὶ πέλε πομπὸς Ἐρώτων,
καὶ σκαρθμῷ μεμέλητο χοροπλεκέων ὑμεναίων.
50 ἀλλ᾽ ὅτε δὴ μετὰ δαῖτα θεὰ κεκόρητο χορείης
σεισαμένη βαρὺ κέντρον ἀμερσινόοιο μερίμνης,
μαντοσύνην ἐρέεινε, φιλοστόργου δὲ γεραιοῦ
λαιῇ μὲν παλάμῃ γονάτων θίγε, λισσομένη δὲ
δεξιτερῇ ψαύεσκε βαθυσμήριγγος ὑπήνης:
55 καὶ πολέας μνηστῆρας ἑῆς μυθήσατο κούρης
θέσφατα μαστεύουσα παρήγορα: μαντοσύναι γὰρ
ἐλπίσιν ἐσσομένῃσιν ὑποκλέπτουσιν ἀνίας.
οὐδὲ γέρων Ἀστραῖος ἀναίνετο: μουνοτόκου δὲ
κούρης ἀρτιλόχευτα γενέθλια μέτρα νοήσας
60 καὶ χρόνον οὐ πταίοντα καὶ ἀπλανέος δρόμον Ὥρης
ἀρχεγόνου, κάμψας δὲ μετάτροπα δάκτυλα χειρῶν
ἀμφὶ παλιννόστοιο μετήλυδα κύκλον ἀριθμοῦ
ἐκ παλάμης παλάμῃ διεμέτρεε δίζυγι παλμῷ:
καί οἱ κεκλομένῳ θεράπων εὔκυκλον ἀείρας
65 σφαῖραν ἑλισσομένην, τύπον αἰθέρος, εἰκόνα κόσμου,
Ἀστερίων παρέθηκε λαβὼν ἐπὶ πώματι χηλοῦ.
ἔνθα γέρων πεπόνητο, καὶ ἄξονος ἄκρον ἑλίσσων
ζῳδιακὸν περὶ κύκλον ἑὴν ἐτίταινεν ὀπωπὴν
λεύσσων ἔνθα καὶ ἔνθα καὶ ἀπλανέας καὶ ἀλήτας:
70 καὶ πόλον ἀμφελέλιζε: πολυστροφάλιγγι δὲ ῥιπῇ
εἰς δρόμον ἀστήρικτον ἀτέρμονι κάμπτετο νύσσῃ
ἄστρασι π
οιητοῖσι νόθος κυκλούμενος αἰθήρ,
ἄξονι μεσσατίῳ τετορημένος: εὗρε δὲ δαίμων
σφαῖραν ἰδὼν στεφανηδόν, ὅτι πλήθοντι προσώπῳ
75 ἀγκύλα συνδέσμοιο διέτρεχε νῶτα Σελήνη,
καὶ Φαέθων ἰσόμοιρος ἔην ἀντώπιδι Μήνῃ
κέντρῳ ὑποχθονίῳ πεφορημένος, ἀχλυόεις δὲ
κῶνος ἀερσιπότητος ἀπὸ χθονὸς ὀξὺς ἀνέρπων
ἀντίτυπον Φαέθοντος ὅλην ἐκάλυψε Σελήνην:
80 καὶ γαμίης φιλότητος ἁμιλλητῆρας ἀκούων
Ἄρεα δίζετο μᾶλλον, ὑπὲρ δυτικοῦ δὲ μελάθρου
φῶρα γάμων ἐνόησε σὺν ἀστέρι Κυπρογενείης
ἑσπερίῳ: καὶ κλῆρον ἐπώνυμον εὗρε τοκήων
παρθενικῆς ἀστραῖον ὑπὸ στάχυν: ἀμφὶ δ᾽ ἄρ᾽ αὐτῷ
85 ὀμβροτόκου Κρονίδαο Φαεσφόρος ἔτρεχεν ἀστήρ.
ἀλλ᾽ ὅτε πάντα νόησεν ἀριθμήσας ἴτυν ἄστρων,
σφαῖραν ἀειδίνητον ἀνέκρυφε κοιλάδι κίστῃ,
σφαῖραν ποικιλόνωτον: ἀνειρομένῃ δὲ θεαίνῃ
τριπλόον ὀμφαίης ἀνερεύγετο θέσφατον ἠχοῦς:
90 ‘Δημῆτερ φιλότεκνος, ὑπὸ σκιοειδέι κώνῳ
κλεπτομένης ἀκτῖνος ἀφωτίστοιο Σελήνης
νυμφίον ἁρπακτῆρα φυλάσσεο Περσεφονείης
κρυπτὸν ἀσυλήτοιο τεῆς ληίστορα κούρης,
εἰ λίνα Μοιράων ἐπιπείθεται: ἀπροϊδῆ δὲ
95 ἀθρήσεις πρὸ γάμοιο νόθον λαθραῖον ἀκοίτην
θηρομιγῆ δολόμητιν, ἐπεὶ δυτικῷ παρὰ κέντρῳ
σὺν Παφίῃ στείχοντα γαμοκλόπον Ἄρεα λεύσσω,
ἀμφοτέροις δὲ Δράκοντα παραντέλλοντα δοκεύω.
ὀλβίστην ἐνέπω σε: σὺ γὰρ τετράζυγι κόσμῳ
100 ἔσσεαι ἀγλαόκαρπος, ὅτι χθονὶ καρπὸν ὀπάσσεις
ἀτρυγέτῳ: κούρης γὰρ ὑπὲρ κλήροιο τοκήων
παρθένος Ἀστραίη σταχυώδεα χεῖρα τιταίνει.’
ὣς φάμενος μαντῷον ὑπὸ στόμα κοίμισεν ὀμφήν.
ἀλλ᾽ ὅτε Δημήτηρ δρεπανηφόρος ἐλπίδα καρπῶν
105 ἐσσομένων ἤκουσε καὶ αὐτοκέλευστον ἀκοίτην
τηλυγέτης ἀδμῆτος ἀνέγγυον ἅρπαγα κούρης,
ἔστενε μειδιόωσα: δι᾽ ὑψιπόρου δὲ κελεύθου
οἶκον εὸν σπεύδουσα κατηφέι δύσατο ταρσῷ
καὶ ζυγὸν εὐδίνητον ἐχιδναίῃ παρὰ φάτνῃ
110 ἀμφιταλαντεύσασα λόφῳ διδυμάονι θηρῶν
ἄζυγας ἑρπηστῆρας ἐπεσφήκωσε λεπάδνῳ:
καὶ γένυν ἀγκυλόδοντι περισφίγγουσα χαλινῷ
ξανθοφυὴς βλοσυροῖο δι᾽ ἅρματος ἤγαγε Δηὼ
παῖδα καλυπτομένην νεφέλης κυανάμπυκι μίτρῃ,
115 καὶ κτύπον ἀντικέλευθον ἐπιβρομέοντος ἀπήνῃ
θηρονόμῳ μάστιγι κατερροίζησε Βορῆος,
ἠερίης ἱππηδὸν ἐπεσσυμένων δρόμον αὔρης
ἀσταθέων πτερὰ κοῦφα περιστέλλουσα δρακόντων
ἀμφὶ κέρας Λιβυκοῖο παλίσσυτον Ὠκεανοῖο.
120 Δικταίης δ᾽ ἀίουσα μέλος κορυθαιόλον ἠχοῦς
Κρῆτα χορὸν παράμειβε βαρυσμαράγοιο βοείης
νῶτα περισκαίροντα κυβιστητῆρι σιδήρῳ.
καί τινα λάινον οἶκον ἐποπτεύουσα θεαίνη
Σικελίης τριλόφοιο Πελωρίδα δύσατο πέτρην
125 Ἀδριάδας παρὰ θῖνας, ὅπῃ χύσις ἄστατος ἅλμης
εἰς δύσιν ἑλκομένη περικάμπτεται εἴκελος ἅρπῃ,
εἰς Λίβα πομπεύουσα Βορειόθεν ἀγκύλον ὕδωρ:
καί, Κυανῆν ὅθι πυκνὰ ῥόος χυτλώσατο κούρην
κρηναίῳ στροφάλιγγι χέων ὀπτήριον ὕδωρ,
130 γείτονα κόλπον ὄπωπεν ἰσοσταθέοντα μελάθρῳ,
λαϊνέης ὀρόφοιο περιστεφθέντα καλύπτρῃ,
ὃν φύσις ἐθρίγκωσε χαραδραίῳ πυλεῶνι
λάινον ἱστὸν ἔχοντα μεμηλότα γείτοσι Νύμφαις.
καὶ θεὸς ὀρφναίοιο διερπύζουσα μελάθρου
135 παῖδα πολυσφρήγιστον ἐνέκρυφε φωλάδι πέτρῃ:
λυσαμένη δὲ δράκοντας ἐυπτερύγων ἀπὸ δίφρων
τὸν μὲν δεξιτεροῖο παρὰ πρηῶνα θυρέτρου,
τὸν δὲ λιθογλώχινα πύλης παρὰ λαιὸν ὀχῆα
στῆσεν ἀθηήτοιο φυλάκτορα Περσεφονείης:
140 κεῖθι δὲ Καλλιγένειαν, ἑὴν εὔπαιδα τιθήνην,
κάλλιπε σὺν ταλάροισι, καὶ ὁππόσα θήλεϊ φύτλῃ
Παλλάδος εὐπαλάμοιο νέμει ταλασήιος ἱδρώς:
καὶ ποσὶν ἠέρα τέμνεν, ἐρημονόμοις δὲ φυλάξαι
καμπύλα πετραίῃσιν ἐπέτρεπεν ἅρματα Νύμφαις.
145 ἀμφὶ δὲ καρχαρόδοντα γένυν πεπόνητο σιδήρου
εἰροκόμῳ ξαίνουσα περὶ κτενὶ λήνεα κούρη,
ἠλακάτῃ δ᾽ ἐνέλισσε: πολυστροφάδεσσι δὲ ῥιπαῖς
εἰλυφόων ἄτρακτος ἕλιξ βητάρμονι παλμῷ
νηθομένων ἐχόρευε μίτων κυκλούμενος ὁλκῷ:
150 καὶ ποσὶ φοιταλέοισι παλίνδρομος ἄκρον ἀπ᾽ ἄκρου
πρωτοπαγῆ ποίησε διάσματα, φάρεος ἀρχήν,
ἱστῷ δ᾽ ἀμφὶς ἕλισσεν: ὕφαινε δὲ κερκίδι κούρη
πηνίον ἐξέλκουσα παρὲκ μίτον, ἀμφὶ δὲ πέπλῳ
γνωτὴν ἰστοτέλειαν ἑὴν ἐλίγαινεν Ἀθήνην.
155 παρθένε Περσεφόνεια, σὺ δ᾽ οὐ γάμον εὗρες ἀλύξαι,
ἀλλὰ δρακοντείοισιν ἐνυμφεύθης ὑμεναίοις,
Ζεὺς ὅτε πουλυέλικτος ἀμειβομένοιο προσώπου
νυμφίος ἱμερόεντι δράκων κυκλούμενος ὁλκῷ
εἰς μυχὸν ὀρφναίοιο διέ�
�τιχε παρθενεῶνος,
160 σείων δαυλὰ γένεια: παρισταμένων δὲ θυρέτρῳ
εὔνασεν ἰσοτύπων πεφορημένος ὄμμα δρακόντων...
καὶ γαμίαις γενύεσσι δέμας λιχμάζετο κούρης
μείλιχος. αἰθερίων δὲ δρακοντείων ὑμεναίων
Περσεφόνης γονόεντι τόκῳ κυμαίνετο γαστήρ,
165 Ζαγρέα γειναμένη, κερόεν βρέφος, ὃς Διὸς ἕδρης
μοῦνος ἐπουρανίης ἐπεβήσατο, χειρὶ δὲ βαιῇ
ἀστεροπὴν ἐλέλιζε νεηγενέος δὲ φορῆος
νηπιάχοις παλάμῃσιν ἐλαφρίζοντο κεραυνοί.
οὐδὲ Διὸς θρόνον εἶχεν ἐπὶ χρόνον: ἀλλά ἑ γύψῳ
170 κερδαλέῃ χρισθέντες ἐπίκλοπα κύκλα προσώπου
δαίμονος ἀστόργοιο χόλῳ βαρυμήνιος Ἥρης
Ταρταρίῃ Τιτῆνες ἐδηλήσαντο μαχαίρῃ
ἀντιτύπῳ νόθον εἶδος ὀπιπεύοντα κατόπτρῳ.
ἔνθα διχαζομένων μελέων Τιτῆνι σιδήρῳ
175 τέρμα βίου Διόνυσος ἔχων παλινάγρετον ἀρχὴν
ἀλλοφυὴς μορφοῦτο πολυσπερὲς εἶδος ἀμείβων,
πῇ μὲν ἅτε Κρονίδης δόλιος νέος αἰγίδα σείων,
πῇ δὲ γέρων βαρύγουνος ἅτε Κρόνος ὄμβρον ἰάλλων:
ἄλλοτε ποικιλόμορφον ἔην βρέφος, ἄλλοτε κούρῳ
180 εἴκελος οἰστρηθέντι, νέον δέ οἱ ἄνθος ἰούλων
ἀκροκελαινιόωντα κατέγραφε κύκλα προσώπου:
πῇ δὲ χόλῳ δασπλῆτι λέων μιμηλὸς ἰάλλων
φρικαλέον βρύχημα σεσηρότι μαίνετο λαιμῷ,
ὀρθώσας πυκινῇσι κατάσκιον αὐχένα χαίταις,
185 ἀμφελελιζομένης λασιότριχος ὑψόθι νώτου
αὐτομάτῃ μάστιγι περιστίζων δέμας οὐρῆς: