Works of Nonnus

Home > Other > Works of Nonnus > Page 76
Works of Nonnus Page 76

by Nonnus


  ἔνθα λεοντείοιο λιπὼν ἴνδαλμα προσώπου

  ὑψιλόφῳ χρεμετισμὸν ὁμοίιον ἔβρεμεν ἵππῳ

  ἄζυγι, γαῦρον ὀδόντα μετοχμάζοντι χαλινοῦ,

  190 καὶ πολιῷ λεύκαινε περιτρίβων γένυν ἀφρῷ:

  ἄλλοτε ῥοιζήεντα χέων συριγμὸν ὑπήνης

  ἀμφιλαφὴς φολίδεσσι δράκων ἐλέλικτο κεράστης,

  γλῶσσαν ἔχων προβλῆτα κεχηνότος ἀνθερεῶνος,

  καὶ βλοσυρῷ Τιτῆνος ἐπεσκίρτησε καρήνῳ

  195 ὁρμὸν ἐχιδνήεντα περίπλοκον αὐχένι δήσας:

  καὶ δέμας ἑρπηστῆρος ἀειδίνητον ἐάσας

  τίγρις ἔην, στίξας δέμας αἰόλον: ἄλλοτε ταύρῳ

  ἰσοφυής, στομάτων δὲ νόθον μυκηθμὸν ἰάλλων

  θηγαλέῃ Τιτῆνας ἀνεστυφέλιξε κεραίῃ.

  200 καὶ ψυχῆς προμάχιζεν, ἕως ζηλήμονι λαιμῷ

  τρηχαλέον μύκημα δι᾽ ἠέρος ἔβρεμεν Ἥρη,

  μητρυιὴ βαρύμηνις, ἰσοφθόγγῳ δὲ θεαίνῃ

  αἰθέριον κελάδημα πύλαι κανάχιζον Ὀλύμπου,

  καὶ θρασὺς ὤκλασε ταῦρος: ἀμοιβαίῃ δὲ φονῆες

  205 ταυροφυῆ Διόνυσον ἐμιστύλλοντο μαχαίρῃ.

  Ζεὺς δὲ πατήρ, προτέροιο δαϊζομένου Διονύσου

  γινώσκων σκιόεντα τύπον δοδίοιο κατόπτρου,

  μητέρα Τιτήνων ἐλάσας ποινήτορι πυρσῷ

  Ζαγρέος εὐκεράοιο κατεκλήισσε φονῆας

  210 Ταρταρίῳ πυλεῶνι: καὶ αἰθομένων ἀπὸ δένδρων

  θερμὰ βαρυνομένης ἐμαραίνετο βόστρυχα γαίης.

  ἀντολίην δ᾽ ἔφλεξε καὶ αἰθαλόεντι βελέμνῳ

  αἴθετο Βάκτριον οὖδας ἑώιον, ἀγχιπόροις δὲ

  κύμασιν Ἀσσυρίοισιν ἐδαίετο Κάσπιον ὕδωρ,

  215 Ἰνδῷοί τε τένοντες: Ἐρυθραίοιο δὲ κόλπου

  ἔμπυρα κυμαίνοντος Ἄραψ θερμαίνετο Νηρεύς.

  καὶ δύσιν ἀντικέλευθον ἑῷ πρήνιξε κεραυνῷ

  Ζεὺς πυρόεις φιλότεκνος: ὑπὸ Ζεφύροιο δὲ ταρσῷ

  ἡμιδαὴς σέδας ὑγρὸν ἀπέπτυεν ἑσπερὶς ἅλμη,

  220 Ἀρκτῷοί τε τένοντες: ὁμοφλεγέος δὲ καὶ αὐτῆς

  πηγνυμένης πάφλαζε Βορήια νῶτα θαλάσσης:

  καὶ Νοτίου νιφόεσσαν ὑπὸ κλίσιν Αἰγοκερῆος

  θερμοτέρῳ σπινθῆρι μεσημβρινὸς ἔζεεν ἀγκών.

  καὶ διεροῖς βλεφάροις ποταμήια δάκρυα λείβων

  225 Ὠκεανὸς λιτάνευε χέων ἱκετήσιον ὕδωρ:

  Ζεὺς δὲ χόλον πρήυνε, μαραινομένην δὲ καραυνῷ

  γαῖαν ἰδὼν ἐλέαιρε, καὶ ἤθελεν ὕδατι νίψαι

  λύματα τεφρήεντα καὶ ἔμπυρον ἕλκος ἀρούρης.

  καὶ τότε γαῖαν ἅπασαν ἐπέκλυσεν ὑέτιος Ζεὺς

  230 πυκνώσας νεφέεσσιν ὅλον πόλον, οὐρανίη δὲ

  βρονταίοις πατάγοισι Διὸς μυκήσατο σάλπιγξ,

  ἀστέρες ὁππότε πάντες ἐνὶ σφετέροισι μελάθροις

  κεκριμένοι δρόμον εἶχον, ἐπεὶ τετράζυγι δίφρῳ

  ἠέλιος σελάγιζε λεοντείων ἐπὶ νώτων

  235 ἱππεύων ἑὸν οἶκον: ἐπιτροχόωσα δὲ δίφρῳ

  καρκίνον ὀκταπόδην τριφυὴς κυκλοῦτο Σελήνη,

  καὶ δροσερὴν ὑπὸ πέζαν ἰσημερίῳ παρὰ κύκλῳ

  Κύπρις ἀπὸ Κριοῖο μεταστήσασα κεραίης

  εἰαρινὸν δόμον εἶχεν, ἀχείμονα Ταῦρον Ὀλύμπου,

  240 γείτων δ᾽ Ἠελίοιο προάγγελον Ἱστοβοῆος

  σκορπίον εἶχεν Ἄρης, μιτρούενον αἴθοπι Ταύρῳ,

  δόχμιος ἀντικέλευθον ὀπιπεύων Ἀφροδίτην,

  καὶ τελέων λυκάβαντα δυωδεκάμηνος ὁδίτης

  ἰχθύας ἀστερόεντας ἐπέτρεχεν ἀκρόνυχος Ζεύς,

  245 δεξιτερὴν τρίπλευρον ἔχων ἑλικώδεα Μήνην,

  καὶ Κρόνος ὄμβρια νῶτα διέστιχεν Αἰγοκερῆος

  φέγγεϊ παχνήεντι διάβροχος, ἀμφὶ δὲ φαιδρῇ

  παρθενικῇ πτερύγεσσιν ἔην ὑψούμενος Ἑρμῆς,

  ὅττι Δίκην δόμον εἶχε δικασπόλος. ἑπταπόρου δὲ

  250 αἰθέρος ὑδατόεντες ἀνωίχθησαν ὀχῆες

  Ζηνὸς ἐπομβρήσαντος: ἐριφλοίσβοιο δὲ κόλπου

  κρουνοῖς πλειοτέροισιν ἐμυκήσαντο χαράδραι,

  ὑδρηλαὶ δὲ θύγατρες ἀποσπάδες Ὠκεανοῖο

  λίμναι ἐκουφίζοντο, καὶ ἠέρι νέρτερον ὕδωρ

  255 κρουνοὶ ἀκοντιστῆρες ἀνέβλυον Ὠκεανοῖο,

  καὶ σκοπιαὶ ῥαθάμιζον, ὀρεσσιχύτῳ δὲ ῥεέθρῳ

  δοψαλέαι ποταμηδὸν ἐμορμύροντο κολῶναι:

  ὑψώθη δὲ θάλασσα, καὶ εἰς ὄρος ὑψόθι λόχμης

  Νηρεΐδες γεγάασιν Ὀρειάδες. ἆ μέγα δειλή,

  260 χερσὶν ἀπειρήτοισιν ἐνήχετο παρθένος Ἠχὼ

  ἀρχαίης φόβον ἄλλον ἀμειβομένη περὶ μίτρης,

  μή ποτε Πᾶνα φυγοῦσα Ποσειδάωνι μιγείη.

  ποντοπόροι δὲ λέοντες ἀήθεος ἔνδοθι πέτρης

  χερσαίων ἐχόρευον ἐνὶ σπήλυγγι λεόντων

  265 μυδαλέοις μελέεσσι: χαραδραίῳ δ᾽ ἐνὶ κόλπῳ

  εἰναλίῳ δελφῖνι συνήντετο κάπρος ἀλήτης:

  καὶ ξυνοῖς ῥοθίοισιν ὀρεσσιχύτου νιφετοῖο

  θῆρες ἐναυτίλλοντο σὺν ἰχθύσιν: εἱλικόεις δὲ

  πούλυπος οὐρεσίφοιτος ἐπεσκίρτησε λαγωῷ.

  270 καὶ διεροὶ Τρίτωνες ὑπὸ σφυρὰ φωλάδος ὕλης

  ἔγχλοον αἰθύσσοντες ἐπ᾽ ἐξύι δίπτυχον οὐρὴν

  Πανὸς ὀρεσσαύλοισιν ἐνεκρύπτοντο μελάθροις,

  σύμπλοον ἠερίοισιν ἐπτιρέψαντες ἀήταις

  στικτὴν ἠθάδα κόχλον: ἐν εὐύδρῳ δὲ κολώνῃ<
br />
  275 Πανὶ φιλοσκοπέλῳ μετανάστιος ἤντετο Νηρεύς,

  καὶ ναέτης πετραῖος ὄρος μετὰ πόντον ἀμείβων

  μυδαλέην σύριγγα διαπλώουσαν ἐάσσας:

  ἰκμαλέον σπέος εἶχεν ὑπωροφίης δόμον Ἠχοῦς.

  καὶ διερῷ τότε φῶτες ἀνοιδαίνοντες ὀλέθρῳ

  280 ὕδασι τυμβεύοντο, πολὺς δέ τις ἄλλος ἐπ᾽ ἄλλῳ

  πλώετο κυματόεντι νέκυς πεφορημένος ὁλκῷ:

  καὶ νιφετῷ κελάδοντι κεχηνότος ἀνθερεῶνος

  χανδὸν ἀπὸ σκοπέλοιο πιὼν ὀρεσίδρομον ὕδωρ

  πῖπτε λέων, πέσε κάπρος. ὁμοζεύκτῳ δὲ ῥεέθρῳ

  285 λίμναι ὁμοῦ ποταμοῖσι, Διὸς ῥόος, ὕδατα πόντου

  ἀλλήλοις κεκέραστο, καὶ εἰν ἑνὶ τέσσαρες αὖραι

  συμμιγέων ἀνέμων ἐπεμάστιον ἄκριτον ὕδωρ.

  καὶ διερὴν χθόνα πᾶσαν ἰδὼν ὑπὸ μείζονι παλμῷ

  μοῦνον ἀπειλητῆρι τινασσομένην Διὸς ὄμβρῳ

  290 πόντιος ἐννοσίγαιος ἑὴν ἔρριψεν ἀκωκὴν

  ἀσχαλόων, τίνα γαῖαν ἀνοχλίσσειε τριαίνῃ.

  Νηρεΐδων δὲ φάλαγγες ἐπέπλεον ἄβροχον ὕδωρ:

  καὶ χλοερῆς Θέτιν εἶχεν ἐπ᾽ ἰξύος ὑγρὸς ὁδίτης,

  τρίτων εὐρυγένειος, ἐπ᾽ ἰχθυόεντι δὲ νώτῳ

  295 πομπίλον ἡνιόχευεν ἐν ἠέρι φοιτὰς Ἀγαύη,

  καὶ λόφον ὑδατόεντι φέρων κυκλούμενον ὁλκῷ,

  Δωρίδα κουφίζων, μετανάστιος ἔτρεχε δελφίς.

  καὶ βυθίη φάλλαινα περισκαίρουσα κολώναις

  πλάζετο, μαστεύουσα χαμευνάδος ἄντρα λεαίνης.

  300 καὶ τότε κυματόεσσαν ἰδὼν ὑπὸ γείτονα πέτρην

  νηχομένην Γαλάτειαν ἀνίαχε μυδαλέος Πάν:

  ‘Πῇ φέρεαι, Γαλάτεια, δι᾽ οὔρεος ἀντὶ θαλάσσης;

  μὴ τάχα μαστεύεις ἐρατὴν Κύκλωπος ἀοιδήν;

  πρὸς Παφίης λίτομαί σε καὶ ὑμετέρου Πολυφήμου,

  305 μὴ κρύψῃς δεδαυῖα βαρὺν πόθον, εἰ παρὰ πέτραις

  νηχομένην ἐνόησας ἐμὴν ὀρεσίδρομον Ἠχώ.

  ἦ ῥά σοι ἶσον ἔχει διεπὸν δρόμον; ἦ ῥα καὶ αὐτὴ

  ἑζοθένη δελφῖνι θαλασσαίης Ἀφροδίτης,

  ὡς Θέτις ἀκρήδεμνος, ἐμὴ ναυτίλλεται Ἠχώ;

  310 δείδια, μή μιν ὄρινε δυσάντεα κύματα πόντου:

  δείδια, μή μιν ἔκευθε μέγας ῥόος: ὣς ἄρα δειλὴ

  ἄστατος ἐν πελάγεσσι μετ᾽ οὔρεα κύματα βαίνει:

  ἥ ποτε πετρήεσσα φανήσεται ὑδριὰς Ἠχώ.

  ἀλλὰ τεὸν Πολύφημον ἔα βραδύν: ἢν ἐθελήσῃς,

  315 αὐτὸς ἐμοῖς ὤμοισιν ἀερτάζων σε σαώσω:

  οὔ με κατακλύζει κελάδων ῥόος: ἢν ἐθελήσω,

  ἴχνεσιν αἰγείοισιν ἐλεύσομαι εἰς πόλον ἄστρων.’

  ὥς φαμένῳ Γαλάτεια τόσην ἀντίαχε φωνήν:

  ‘Πὰν φίλε, σὴν ἀνάειρε δι᾽ οἴδματος ἄπλοον Ἠχώ:

  320 μή με μάτην ἐρέεινε, τί σήμερον ἐνθάδε βαίνω:

  ἄλλον ἐμοὶ πλόον εὗρεν ὑπέρτερον ὑέτιος Ζεύς.

  καὶ γλυκερήν περ ἐοῦσαν ἔα Κύκλωπος ἀοιδήν.

  οὐκέτι μαστεύω Σικελὴν ἅλα: τοσσατίου γὰρ

  τάρβος ἔχω νιφετοῖο καὶ οὐκ ἀλέγω Πολυφήμου.’

  325 εἶπε, καὶ ὑγροπόροιο παρήλυθε Πανὸς ἐναύλους.

  πυκνά δὲ κυμαίνοντος ἀμαιμακέτου νιφετοῖο

  πᾶσα πόλις, πᾶς δῆμος ἔην ῥόος: οὐδέ τις ἀγκὼν

  ἄβροχος ἦν, οὐ γυμνὸς ἔην λόφος, οὐ ῥίον Ὄσσης,

  οὐ τότε Πήλιον ἄκρον: ὑπὸ τριλόφῳ δὲ κολώνῃ

  330 Τυρσηνὸς κελάδησεν: ἱμασσομένοιο δὲ πόντου

  Ἀδριάδες Σικελοῖσιν ἐρόχθεον ὕδασι πέτραι

  ὀμβρηροῖς ῥοθίοισιν. ἐν ἠερίῃ δὲ κελεύθῳ

  μαρμαρυγαὶ Φαέθοντος ἐθηλύνοντο ῥεέθροις:

  ζώνῃ δ᾽ ἑβδομάτῃ χθαμαλῆς ὑπὲρ ἄντυγα πέζης

  335 κύμασιν ἠλιβάτοισι σέλας ψύξασα Σελήνη

  μυδαλέων ἀνέκοψε λελουμένον αὐχένα ταύρων:

  ἀστραίῃ δὲ φάλαγγι μεμιγμένον ὄμβριον ὕδωρ

  λευκοτέρην ποίησε Γαλαξαίην ἴτυν ἀφρῷ.

  καὶ ῥοθίῳ γονόεντι χέων ἑπτάστομον ὕδωρ

  340 Ἀλφειῷ δυσέρωτι συνήντετο Νεῖλος ἀλήτης,

  ὧν ὁ μὲν εὐκάρποιο δι᾽ αὔλακος ἤθελεν ἕρπειν

  τέρπων ἰκμαλέοισι φιλήμασι διψάδα νύμφην,

  ὅς δὲ παραΐξας προτέρην ὁδὸν ἠθάδος ἄγρης

  ἀχνύμενος πεφόρητο: συνερπύζοντα δὲ λεύσσων

  345 Πύραμον ἱμερόεντα τόσην ἀνενείκατο φωνήν:

  ‘Νεῖλε, τί κεν ῥέξαιμι καλυπτομένης Ἀρεθούσης;

  Πύραμε, τί σπεύδεις; τίνι κάλλιπες ἠθάδα Θίσβην;

  ὄλβιος Εὐφρήτης, ὅτι μὴ λάχε κέντρον Ἐρώτων.

  ζῆλον ἔχω καὶ δεῖμα μεμιγμένον: ὑδατόεις γὰρ

  350 ἱμερτῇ παρίαυε τάχα Κρονίδης Ἀρεθούσῃ:

  δείδια, μὴ προχοῇσι τεὴν νυμφεύσατο Θίσβην.

  Πύραμος, Ἀλφειοῖο παραίφασις, ἡμέας ἄμφω

  οὐ Διὸς ὄμβρος ὄρινεν, ὅσον βέλος ἀφρογενείης.

  ἕσπεό μοι φιλέοντι, Συρηκοσίης δ᾽ Ἀρεθούσης

  355 ἴχνια μαστεύσω, σὺ δέ, Πύραμε, δίζεο Θίσβην.

  ἀλλ᾽ ἐρέεις, ὅτι γαῖα τινάσσεται, ὅττι χαλέπτει

  οὐρανός, ὅττι θάλασσα βιάζεται, ὅττι καὶ αὐτὸς

  ἄπλοος ἀφριόωντι ῥόῳ κυμαίνεται αἰθήρ:

  οὐκ ἀλέγω νιφετοῖο μεμηνότος. ἆ μέγα θαῦμα:

  360 αἰθομένην Διὸς ὄμβρος ὅλην χθόνα καὶ φλόγα πόντου

&nbs
p; καὶ ποταμοὺς ἐκάθηρεν, ἀπ᾽ Ἀλφειοῖο δὲ μούνου

  οὐτιδανὸν Παφίης οὐκ ἔσβεσεν ἁπτόμενον πῦρ.

  ἔμπης, εἰ κλονέει με τόσος ῥόος, εἰ πυρὶ κάμνω,

  βαιὸν ἐμῆς ὀδύνης πέλε φάρμακον, ὅττι καὶ αὐτὸς

  365 πλάζεται ἁβρὸς Ἄδωνις ἀνιάζων Ἀφροδίτην.’

  οὔ πω μῦθος ἔληγε, φόβος δ᾽ ἐβιήσατο φωνήν.

  καὶ τότε Δευκαλίων περόων ὑψούμενον ὕδωρ

  ναυτίλος ἦν ἀκίχητος, ἔχων πλόον ἠεροφοίτην,

  καὶ στόλος αὐτοκέλευθος ἄτερ ποδός, ἄμμορος ὅρμου,

  370 λάρνακος αὐτοπόροιο κατέγραφε δύσνιφον ὕδωρ.

  καί νύ κε κόσμος ἄκοσμος ἐγίνετο, καί νύ κεν ἀνδρῶν

  ἄσπορον ἁρμονίην ἀνελύσατο πάντροφος Αἰών:

  ἀλλὰ Διὸς ζαθέοις ὑπό νεύμασι κυανοχαίτης

  Θεσσαλικοῦ σκοπέλοιο μεσόμφαλον ἄκρον ὀρύξας

  375 γειοτόμῳ τριόδοντι διέσχισε, καὶ διὰ μέσσου

  ῥηγνυμένου πρηῶνος ἐχάζετο μάρμαρον ὕδωρ:

  καὶ χύσιν ὑψικέλευθον ἀπωσαμένη νιφετοῖο

  γαῖα φάνη παλίνορσος: ἐλαυνομένων δὲ ῥεέθρων

  εἰς βυθίους κευθμῶνας ἐγυμνώθησαν ἐρίπναι.

  380 καὶ χθονὸς ὑγρὰ μέτωπα χέων πολυδίψιον αἴγλην

  ἠέλιος ξήραινε: παχυνομένων δὲ ῥοάων

  θερμοτέραις ἀκτῖσιν ἐχερσώθη πάλιν ἰλὺς

  οἷα πάρος. βροτέῃ δὲ τετυγμένα μείζονι τέχνῃ

  ἄστεα λαϊνέοισιν ἐνεστήρικτο θεμέθλοις,

  385 δωμήθη δὲ μέλαθρα, νεοκτίστων δὲ πολήων

  ἀρτιγόνοις μερόπεσσιν ἐρυμνώθησαν ἀγυιαί.

  καὶ φύσις ἂψ ἐγέλασσε: συνιπταμένων δὲ θυέλλαις

 

‹ Prev