Works of Nonnus
Page 78
ἑλκομένου ῥοίζησε σοφὸν βέλος Εὔιον ἠχώ.
Ζεὺς δὲ πατὴρ σκοπὸς ἦεν ὁ τηλίκος: οὐτιδανῷ δὲ
αὐχένα κάμψεν Ἔρωτι: καὶ εἴκελος ἀστέρος ὁλκῷ
συριγμῷ γαμίῳ δεδονημένος ἰὸς Ἐρώτων
200 εἰς κραδίην Διὸς ἦλθε παράτροπος ἔμφρονι παλμῷ,
ἀκροτάταις γλυφίδεσσιν ἐπιγράψας πτύχα μηροῦ,
ἐσσομένου τοκετοῖο προάγγελος. ἔνθα Κρονίων
ἄστατον ὄμμα φέρων γαίης ὀχετηγὸν ἀνάγκης
παρθενικῆς ἐς ἔρωτα πόθου μαστίζετο κεστῷ:
205 καὶ Σεμέλην ὁρόων ἀνεπάλλετο, μὴ σχεδὸν ὄχθης
Εὐρώπην ἐνόησε τὸ δεύτερον: ἐν κραδίῃ δὲ
κάμνε πάλιν Φοίνικα φέρων πόθον: ἀγλαΐης γὰρ
τῆς αὐτῆς τύπον εἶχεν, ἀεὶ δέ οἱ ἀμφὶ προσώπῳ
πατροκασιγνήτης ἀμαρύσσετο σύγγονος αἴγλη.
210 Ζεὺς δὲ πατὴρ δολόεσσαν ἑὴν ἠλλάξατο μορφήν,
καὶ Σεμέλης δι᾽ ἔρωτα προώριος αἰετὸς ἔπτη
ὑψόθεν Ἀσωποῖο, θυγατρογόνου ποταμοῖο,
Αἰγίνης ἅτε μάντις ἐυπτερύγων ὑμεναίων
ὀξυφαὲς μίμημα φέρων ὄρνιθος ὀπωπῆς:
215 αἰθέρα δὲ προλέλοιπε καὶ ἀγχιπόρου σχεδὸν ὄχθης
γυμνὸν ἐυπλοκάμοιο δέμας διεμέτρεε κούρης:
οὐ γὰρ ἰδεῖν μενέαινεν ἀπόπροθεν, ἀλλὰ δοκεύειν
ἀγχιφανὴς πάνλευκον ὅλον δέμας ἤθελε νύμφης,
ὅττι τόσον καὶ τοῖον ἀτέρμονα πάντοθι πέμπων
220 ὀφθαλμὸν περίμετρον, ὅλου θηήτορα κόσμου,
ἄρκιον οὐ δοκέεσκεν ἰδεῖν μίαν ἄζυγα κούρην.
καὶ ῥοδέοις μελέεσσιν ἐφοινίχθη μέλαν ὕδωρ,
καὶ ῥόος ἱμερόεις ποταμήιος ἔπλετο λειμὼν
ἀστράπτων Χαρίτεσσιν: ὀπιπεύουσα διὰ νύμφην
225 νηιὰς ἀκρήδεμνος ἀνήρυγε θαύματι φωνήν:
‘Μὴ προτέρην μετὰ Κύπριν ἀμερσιγάμῳ Κρόνος ἅρπῃ
μήδεα πατρὸς ἔτεμνεν, ἕως πάλιν ἀφρὸς ἐχέφρων
εἰς τόκον αὐτοτέλεστον ἄγων μορφούμενον ὕδωρ
ὁπλοτέρην ὤδινε θαλασσαίην Ἀφροδίτην;
230 μὴ ποταμὸς μετὰ πόντον ὁμοζήλοισι λοχείαις
κύματος αὐτογόνοιο λεχώιον ὁλκὸν ἑλίσσων
ἄλλην Κύπριν ἔτικτε, καὶ οὐχ ὑπόειξε θαλάσσῃ;
μὴ μία Μουσάων τις ἐμὸν πατρώιον ὕδωρ
γείτονος ἐξ Ἑλικῶνος ἐδύσατο, καί τινι πηγῆς
235 Πηγασίδος προλέλοιπε μελισταγὲς ἵππιον ὕδωρ
ἢ ῥόον Ὀλμειοῖο; τιταινομένην δὲ ῥεέθροις
παρθένον ἀργυρόπεζαν ἔσω ποταμοῖο δοκεύω:
πείθομαι, ὡς ἐθέλουσα μολεῖν ἐπὶ Λάτμιον εὐνὴν
εἰς λέχος Ἐνδυμίωνος, ἀκοιμήτοιο νομῆος,
240 λούεται Ἀονίῃσιν ἐνὶ προχοῇσι Σελήνη:
εἰ δὲ δέμας φαίδρυνε χάριν γλυκεροῖο νομῆος,
τί χρέος Ἀσωποῖο μετὰ ῥόον Ὠκεανοῖο;
εἰ δὲ καὶ αἰθερίην μεθέπει χιονώδεα μορφήν,
μήνης ποῖον ἔχει σημήιον; ἀστομίων γὰρ
245 οὐρήων ζυγόδεσμα καὶ ἀργυρόκυκλος ἀπήνη
αἰγιαλῷ παρέασιν, ὑποζεῦξαι δὲ λεπάδνῳ
ἡμιόνους οὐκ οἶδε βοῶν ἐλάτειρα Σελήνη.
εἰ δέ τις οὐρανίη θεὸς ἤλυθε — παρθενικῆς γὰρ
γλαυκὰ γαληναίων βλεφάρων ἀμαρύγματα λεύσσω — ,
250 καὶ τάχα Τειρεσίαο παλαιοτέρην μετὰ νείκην
λούσατο δέρμα βαλοῦσα πάλιν γλαυκῶπις Ἀθήνη.
κούρη μὲν ῥοδόπηχυς ἔχει θεοειδέα μορφήν:
εἰ δέ μιν ἀγλαόφορτος ἐπιχθονίη τέκε γαστήρ,
αἰθερίων Κρονίωνος ἐπάξιος ἔπλετο λέκτρων.’
255 τοῖα μὲν ἐν ῥοθίοισιν ὑποβρυχίη φάτο φωνή
Ζεὺς δὲ πυριγλώχινι πόθου δεδονημένος οἴστρῳ
νηχομένης πάπταινε ῥοδόχροα δάκτυλα κούρης:
ἀσταθέος δ᾽ ἐλέλιζεν ἀλήμονα κύκλον ὀπωπῆς,
πῇ μὲν ὀπιπεύων ῥοδέου σπινθῆρα προσώπου,
260 πῇ δὲ βοογλήνων βλεφάρων σέλας, ἄλλοτε χαίτην
πλαζομένην ἀνέμοισι, παρελκομένων δὲ κομάων
ἀσκεπέος σκοπίαζεν ἐλεύθερον αὐχένα κούρης:
στέρνα δὲ μᾶλλον ὄπωπε, κατὰ Κρονίδαο δὲ γυμνοὶ
μαζοὶ ἐθωρήχθησαν ἀκοντιστῆρες Ἐρώτων:
265 καὶ χρόα πάντα δόκευεν: ἀθηήτοιο δὲ μούνου
ὄμμασιν αἰδομένοισι παρήλυθεν ὄργια κόλπου.
καὶ Διὸς αἰθερίοιο νόος μετανάστιος ἕρπων
νηχομένῃ Σεμέλῃ συνενήχετο: θελγομένῳ δὲ
ἡδυμανῆ σπινθῆρα δεδεγμένος ἠθάδι θυμῷ
270 παιδὶ πατὴρ ὑπόειξεν: ἀκιδνοτάτῳ δὲ βελέμνῳ
βαιὸς Ἔρως ἔφλεξεν ὀιστευτῆρα κεραυνοῦ:
οὐδὲ χύσις νιφετοῖο, καὶ οὐ φλογόεντι φορῆι
ἀστεροπὴ χραίσμησεν, ἐνικήθη δὲ καὶ αὐτὴ
ἀπτολέμου Παφίης ὀλίγῳ πυρὶ τοσσατίη φλὸξ
275 οὐρανίη: καὶ βαιὸς Ἔρως λασιότριχι ῥινῷ,
αἰγίδι κεστὸς ἔριζεν, ἐρωτοτόκῳ δὲ φαρέτρῃ
βρονταίης βαρύδουπος ἐδουλώθη κτύπος ἠχοῦς.
καὶ Σεμέλης δεδόνητο πόθου φρενοθελγέι κέντρῳ
θάμβος ἔχων: φιλίῳ γὰρ ἔρως πέλε θαύματι γείτων.
280 καὶ μόγις εἰς πόλον ἦλθε δολοπλόκος ὑψιμέδων Ζεὺς
ἔνθεον ἀμφιέπων παλινάγρετον εἶδος ὀπωπῆς.
καὶ νυχίης ἐθέλων
Σεμέλης ἐπιβήμεναι εὐνῆς
εἰς δύσιν ὄμμα τίταινε, πότε γλυκὺς Ἕσπερος ἔλθῃ:
καὶ δολιχὴν Φαέθοντος ἐμέμφετο δείελον ὥρην,
285 καὶ φιλίοις στομάτεσσι δυσίμερον ἴαχε φωνήν:
‘ Ἔννεπε, Νὺξ χρονίη, φθονερὴ πότε δύεται Ἠώς;
ἀλλὰ σὺ δαλὸν ἄειρε Διὸς προκέλευθον Ἐρώτων,
λαμπάδα νυκτιπόλοιο προθεσπίζουσα Λυαίου
ζηλήμων Φαέθων με βιάζεται: ἦ ῥα καὶ αὐτὸς
290 ἱμείρει Σεμέλης καὶ ἐμοὶ ποθέοντι μεγαίρει;
ἠέλιε, κλονέεις με καὶ εἰ μάθες οἶστρον Ἐρώτων:
φειδομένῃ μάστιγι πόθεν βραδὺν ἵππον ἱμάσσεις;
οἶδα καὶ ὀξυτάτην ἑτέρην δύσιν: ἢν ἐθελήσω,
καὶ σὲ καὶ ἠριγένειαν ἐμοῖς νεφέεσσι καλύψω,
295 καὶ σέο κευθομένοιο φανήσεται ἠματίη Νὺξ
Ζηνὸς ἐπειγομένοιο γαμοστόλος, ὄφρα φαείνῃ
ἄστρα μεσημβρίζοντα, καὶ ἠθάδα πομπὸν Ἐρώτων
ἕσπερον ἀντέλλοντα καὶ οὐ δύνοντα τελέσσω.
ἀλλὰ τεὸν προκέλευθον Ἑωσφόρον εἰς δύσιν ἕλκων
300 σοὶ καὶ ἐμοὶ ποθέοντι χαρίζεο, παννύχιος δὲ
σῆς Κλυμένης ἀπόναιο, καὶ εἰς Σεμέλην ταχὺς ἔλθω.
ζεῦξον ἐμοὶ τεὸν ἅρμα, φαεσφόρε καὶ σὺ Σελήνη,
μαρμαρυγὴν πέμπουσα φυτηκόμον, ὅττι γενέθλην
θεσπίζει γάμος οὗτος ἀεξιφύτου Διονύσου,
305 καὶ Σεμέλης ἐρατοῖσιν ἐπαντέλλουσα μελάθροις
λάμψον ἐμοὶ ποθέοντι σὺν ἀστέρι Κυπρογενείης,
καὶ γλυκερὴν μήκυνε Διὸς θαλαμηπόλον ὄρφνην.’
τοῖα πατὴρ ἀγόρευε, τά περ πόθος οἶδε κελεῦσαι.
ἀλλ᾽ ὅτε οἱ σπεύδοντι χαμαιγενὲς ἅλμα τιταίνων
310 ἀκροτενὴς περίμετρος ἀνέδραμε κῶνος ὀμίχλης,
δυομένης ζόφον ὑγρὸν ἄγων ἀντίσκιον Ἠοῦς,
ἀστερόεν τότε δῶμα παρέστιχεν ἠέριος Ζεὺς
εἰς Σεμέλης ὑμέναιον, ἀτεκμάρτῳ δὲ πεδίλῳ
ἅλμα θορὼν πρώτιστον ὅλην αρεμέτρεε ταρσῷ
315 ἀτραπὸν ἠερίην: τὸ δὲ δεύτερον ἵκετο Θήβην
ὡς πτερὸν ἠὲ νόημα: διεσσυμένῳ δὲ μελάθρου
αὐτόματοι πυλεῶνος ἀνωίχθησαν ὀχῆες.
καὶ Σεμέλην φιλίῳ παλάμης ἠγκάσσατο δεαμῷ,
πῇ μὲν ὑπὲρ λεχέων βοέην μυκώμενος ἠχώ,
320 ἀνδρομέοις μελέεσσιν ἔχων κερόεσσαν ὀπωπήν,
ἰσοφυὲς μίμημα βοοκραίρου Διονύσου,
πῇ δὲ λεοντείην πυκινότριχα δύσατο μορφήν,
ἄλλοτε πόρδαλις ἦεν, ἅτε θρασὺν υἷα φυτεύων,
πορδαλίων ἐλατῆρα καὶ ἡνιοχῆα λεόντων:
325 ἄλλοτε μιτρωεῖσαν ὑπὸ σπείρῃσι δρακόντων
νυμφίος ἀμπελόεντι κόμην ἐσφίγγετο δεσμῷ,
οἴνοπα δινεύων ἑλικώδεα κισσὸν ἐθείρης,
Βάκχου πλεκτὸν ἄγαλμα: δράκων δέ τις ἀγκύλος ἕρπων
ταρβαλέης λιχμᾶτο ῥοδόχροον αὐχένα νύμφης
330 χείλεσι μειλιχίοισι, κατὰ στέρνοιο δὲ βαίνων
ἀκλινέων τροχόεσσαν ἴτυν μιτρώσατο μαζῶν,
συρίζων ὑμέναιον, ἐυσμήνοιο μελίσσης
ἡδὺ μέλι προχέων, οὐ λοίγιον ἰὸν ἐχίδνης.
Ζεὺς δὲ γάμῳ δήθυνε, καὶ ὡς παρὰ γείτονι ληνῷ
335 εὔιον ἐσμαράγησε, φιλεύιον υἷα φυτεύων:
καὶ στόματι στόμα πῆξεν ἐρωμανές, ἱμερόεν δὲ
νέκταρ ἀναβλύζων Σεμέλην ἐμέθυσσεν ἀκοίτης,
νεκταρέης ἵνα παῖδα τέκῃ σκηπτοῦχον ὀπώρης,
ἄγγελον ἐσσομένων λαθικηδέα βότρυν ἀείρων,
340 πυρσοφόρῳ νάρθηκι καταχθέα πῆχυν ἐρείσας:
ἄλλοτε θύρσον ἄειρε πολύπλοκον οἴνπι κισσῷ,
δέπμα φέρων ἐλάφοιο: γυναιμανέος δὲ φορῆος
λαιῷ ποικιλόνωτος ἐσείετο νεβρὶς ἀγοστῷ.
γαῖα δὲ πᾶσα γέλασσε, καὶ αὐτοφύτοισι πετήλοις
345 ὄρχατος ἀμπελόεις Σεμέλης περιδέδρομεν εὐνήν,
καὶ δροσεροῦ λειμῶνος ἀνέβρυον ἄνθεα τοῖχοι
ἀμφὶ γονῇ Βρομίοιο, καὶ ἀννεφέλων ἐπὶ λέκτρων
βρονταίοις πατάγοισιν ἐπέκτυπεν ἐνδόμυχος Ζεὺς
τύμπανα νυκτελίοιο προθεσπίζων Διονύσου.
350 καὶ Σεμέλην μετὰ λέκτρα φίλῳ προσπτύξατο μύθῳ
ἐλπίσιν ἐσσομένῃσι παρηγορέων ἕο νύμφην:
‘Εἰμί, γύναι, Κρονίδης σέο νυμφίος: αἰθερίῳ μὲν
αὐχένα γαῦρον ἄειρε συναπτομένη παρακοίτῃ,
μείζονα δὲ βροτέης μὴ δίζεο μέτρα γενέθλης.
355 οὔ σοι ἐριδμαίνει Δανάης γάμος: ἀλλὰ καὶ αὐτῆς
πατροκασιγνήτης βοέων ὑμέναιον Ἐρώτων
ἔκρυφες: Εὐρώπη γὰρ ἀγαλλομένη Διὸς εὐνῇ
ἤλυθεν εἰς Κρήτην, Σεμέλη δ᾽ ἐς Ὄλυμπον ἱκάνει.
τί πλέον ἤθελες ἄλλο μετ᾽ αἰθέρα καὶ πόλον ἄστρων;
360 καί ποτέ τις λέξειεν, ὅτι Κρονίδης πόρε τιμὴν
νερτερίῳ Μίνωι καὶ οὐρανίῳ Διονύσῳ.
ἀλλὰ μετ᾽ Αὐτονόης βροτὸν υἱέα καὶ τόκον Ἰνοῦς,
τὸν μὲν ἑοῖς σκυλάκεσσι δεδουπότα, τὸν δὲ τοκῆος
παιδοφόνου μέλλοντα θανεῖν πτερόεντι βελέμνῳ,
365 καὶ μετὶ λυσσαλέης μινυώριον υἱὸν Ἀγαύης
ἄφθιτον υἷα λόχευε, καὶ ἀθανάτην σε καλέσσω:
ὀλβίη, ὅττι θεοῖσι καὶ ἀνδράσι χάρμα λοχεύσεις
υἱέα �
�υσαμένη βροτέης ἐπίληθον ἀνίης.’
BOOK 8
ὄγδοον αἰολόμυθον ἔχει φθόνον ἄγριον Ἥρης
καὶ Σεμέλης πυρόεντα γάμον καὶ Ζῆνα φονῆα.
ὣς εἰπὼν ἐς Ὄλυμπον ἔβη θεός: ἐν δὲ μελάθρῳ
ὑψορόφῳ νόον εἶχεν ἀλώμενον ἐγγύθι νύμφης,
Θήβης οἶστρον ἔχων πλέον αἰθέρος: ἱμερόεις γὰρ
οὐρανὸς ἦν Κρονίδῃ Σεμέλης δόμος, ἀμφὶ δὲ παστῷ
5 ἀμφίπολοι Κάδμοιο Διὸς πέλον εὔποδες Ὧραι.
καὶ γαμίῃ ῥαθάμιγγι Διιπετέων ὑμεναίων
ὄγκῳ θλιβομένη Σεμέλης κυμαίνετο γαστήρ:
μαρτυρίῃ δὲ τόκοιο φιλοστεφάνου Διονύσου
στέμματι θυμὸν ἔτερπεν, ἐπ᾽ ἀνθοκόμῳ δὲ καρήνῳ
10 θυιάδος αὐτοέλικτον ἀνέπλεκε κισσὸν ἐθείρης
Βασσαρίδων ἅτε μάντις, ἐπεσσομένῃσι δὲ νύμφαις
ὄψιμον ἀγχιτόκοισιν ἐπωνυμίην πόρε κισσοῦ.
καὶ βαρὺν ὄγκον ἔχουσα θεηγενέος τοκετοῖο,
εἴ ποτέ τις σύριγγι γέρων ἐμελίζετο ποιμήν,
15 γείτονος εἰσαΐουσα φιλαγραύλου μέλος Ἠχοῦς,
οἰοχίτων θαλάμοιο διέστιχε θυιάδι ῥιπῇ:
εἰ κτύπος οὐρεσίφοιτος ἀκούετο δίζυγος αὐλοῦ,
ὑψορόφων ἀπέδιλος ἀναθρῴσκουσα μελάθρων
εἰς ῥάχιν αὐτοκέλευστος ἐρημάδος ἔστιχεν ὕλης:
20 κύμβαλον εἰ πλατάγησε, ποδῶν ἐλελίζετο παλμῷ,
λοξῷ καμπύλον ἴχνος ὑποσκαίρουσα πεδίλῳ:
εἰ δὲ τανυκραίροιο μεμυκότος ἔκλυε ταύρου,
ἀντίτυπον μίμημα βοὸς μυκήσατο λαιμῷ:
πολάκι ποιμενίην ὑπὸ δειράδα θυιάδι φωνῇ