by Nonnus
μαρμαρυγὴν δ᾽ ἀνέμιμνε τελεσσιγόνοιο Σελήνης:
5 καὶ παλάμη Κρονίδαο κυβερνήτειρα λοχείης
αὐτομάτη πέλε μαῖα πολυρραφέος τοκετοῖο,
παιδοτόκου λύσασα μογοστόκα νήματα μηροῦ.
καὶ Διὸς ὠδίνοντος ἴτυς θηλύνετο μηροῦ,
καὶ πάις ἠλιτόμηνος ἀμήτορι τίκτετο θεσμῷ
10 ἄρσενα θηλυτέρην μετὰ γαστέρα γαστέρα βαίνων.
τὸν μὲν ὑπερκύψαντα θεηγενέος τοκετοῖο
στέμματι κισσήεντι λεχωίδες ἔστεφον Ὧραι
ἐσσομένων κήρυκες, ἐπ᾽ ἀνθοκόμῳ δὲ καρήνῳ
εὐκεράων σκολιῇσιν ὑπὸ σπείρῃσι δρακόντων
15 ταυροφυῆ Διόνυσον ἐμιτρώσαντο κεράστην.
καί μιν ἔσω Δρακάνοιο λεχώιον ἀμφὶ κολώνην
πήχεϊ κολπωθέντι λαβὼν Μαιήιος Ἑρμῆς
ἠερόθεν πεπότητο: λοχευομένῳ δὲ Λυαίῳ
πατρῴην ἐπέθηκεν ἐπωνυμίην τοκετοῖο
20 κικλήσκων Διόνυσον, ἐπεὶ ποδὶ φόρτον ἀείρων
ἤιε χωλαίνων Κρονίδης βεβριθότι μηρῷ,
νῦσος ὅτι γλώσσῃ Συρακοσσίδι χωλὸς ἀκούει:
καὶ θεὸν ἀρτιλόχευτον ἐφήμισαν Εἰραφιώτην,
ὅττί μιν εὐώδινι πατὴρ ἐρράψατο μηρῷ.
25 καί μιν ἀχυτλώτοιο διαΐσσοντα λοχείης
πήχεϊ κοῦρον ἄδακρυν ἐκούφισε σύγγονος Ἑρμῆς,
καὶ βρέφος εὐκεράοιο φυῆς ἴνδαλμα Σελήνης
ὤπασε θυγατέρεσσι Λάμου ποταμηίσι Νύμφαις,
παῖδα Διὸς κομέειν σταφυληκόμον: αἱ δὲ λαβοῦσαι
30 Βάκχον ἐπηχύναντο, καὶ εἰς στόμα παιδὸς ἑκάστη
ἀθλιβέων γλαγόεσσαν ἀνέβλυεν ἰκμάδα μαζῶν.
καὶ πάις ἀντικέλευθον ἐς οὐρανὸν ὄμμα τιταίνων
ὕπτιος ἦεν ἄυπνος, ἀμοιβαίῃσι δὲ ῥιπαῖς
ἠέρα λακτίζων διδυμάονι τέρπετο παλμῷ,
35 καὶ πόλον ἐσκοπίαζεν ἀήθεα, θαμβαλέος δὲ
πατρῴην ἐγέλασσεν ἴτυν δεδοκημένος ἄστρων.
καὶ βρέφος ἀθρήσασα Διὸς μαστίζετο νύμφη:
θυγατέρες δὲ Λάμοιο χόλῳ βαρυμήνιος Ἥρης
δαιμονίης κακότητος ἐβακχεύθησαν ἱμάσθλῃ:
40 ἐν δὲ δόμῳ δμωῇσιν ἐπέχραον, ἐν τριόδοις δὲ
ξεινοφόνῳ δαίτρευον ὁδοιπόρον ἄνδρα μαχαίρῃ:
φρικαλέαι δ᾽ ἀλάλαζον, ὑπὸ στροφάλιγγι δὲ ῥιπῇ
ὀφθαλμοὺς ἐλέλιζον ἀκοσμήτοιο προσώπου:
πάντῃ δ᾽ ἔνθα καὶ ἔνθα νοοπλανέεσσι μενοιναῖς
45 ἔτρεχον ἀσταθέων τροχαλῷ σκιρτήματι ταρσῶν:
καὶ πλοκάμους βάκχευον ἐς ἠέρα θυιάδες αὖραι
πλαζομένους: κροκόεις δὲ περὶ στέρνοισιν ἑκάστης
ἀφροκόμῳ ῥαθάμιγγι χιτὼν λευκαίνετο κούρης.
καί νύ κε φοιταλέης ἑτερόφρονι κύματι λύσσης
50 νήπιον εἰσέτι Βάκχον ἐμιστύλλοντο μαχαίρῃ,
εἰ μὴ ἀσημάντοιο ποδὸς ληίστορι ταρσῷ
Βάκχον ὑποκλέψας πτερόεις πάλιν ἥρπασεν Ἑρμῆς,
καὶ βρέφος ἀρτικόμιστον ἔχων ζωαρκέι κόλπῳ
εἰς δόμον ἀρτιτόκοιο λεχώιον ἤγαγεν Ἰνοῦς.
55 ἡ μὲν ἀνηέρταζεν ἑῆς προθορόντα λοχείης
νήπιον εἰσεέτι κοῦρον, ἐπωλένιον Μελικέρτην,
παιδοκόμοις παλάμῃσιν: ἀνοιδαίνοντο δὲ μαζοὶ
θλιβομένοιο γάλακτος ἀναβλύζοντες ἐέρσην.
καὶ φιλίοις στομάτεσσι θεὸς μειλίξατο νύμφην
60 θέσκελον ὀμφήεντι χέων ἔπος ἀνθερεῶνι:
‘Δέξο, γύναι, νέον υἷα, τεῷ δ᾽ ἐνικάτθεο κόλπῳ
παῖδα κασιγνήτης Σεμέλης σέεν, ὃν παρὰ παστῷ
οὐ στεροπῆς ἀμάθυνεν ὅλον σέλας, οὐδέ μιν αὐτοὶ
μητροφόνοι σπινθῆρες ἐδηλήσαντο κεραυνοῦ.
65 καὶ βρέφος ἀχλυόεντι δόμῳ πεφυλαγμένον ἔστω,
μηδέ μιν ἀθρήσειεν ἔσω γλαφυροῖο μελάθρου
ἠμάτιον Φαέθοντος ἢ ἔννυχου ὄμμα Σελήνης,
μηδέ ἑ κουρίζοντα, καὶ εἰ ταυρῶπις ἀκούει,
ζηλήμων βαρύμηνις ἴδῃ κεκαλυμμένον Ἥρη.
70 δέξο κασιγνήτης σέθεν υἱέα: σοὶ δὲ Κρονίων
ἄξια σῶν καμάτων ὀπάσει θρεπτήρια κείνου.
ὀλβίη ἐν πάσῃσι θυγατράνσιν ἔπλεο Κάδμου:
ἤδη γὰρ Σεμέλη φλογερῷ δέδμητο βελέμνῳ,
Αὐτονόν δὲ θανόντι σὺν υἱέι γαῖα καλύψει,
75 ἀμφοτέροις δ᾽ ἕνα τύμβον ἀναστήσειε Κιθαιρών,
καὶ μόρον οὐρεσίφοιτος ἐσαθρήσειεν Ἀγαύη
Πενθέος ὀλλυμένοιο, νόθης ψαύσασα κονίης,
παιδοφόνος γεγαυῖα λιπόπτολις: ἀλλὰ σὺ μούνη
ἔσσαι αὐχήεσσα, τόσης ναέτειρα θαλάσσης,
80 οἶκον ἀμειβομένη Ποσιδήιον, εἰναλίη δὲ
ὡς Θέτις, ὡς Ταλάτεια φατίζεαι Ὑδριὰς Ἱνώ:
οὐ χθονίῳ κενεῶνι κατακρύψει σε Κιθαιρών,
ἀλλὰ σὺ Νηρεΐδων μία γίνεαι: ἀντὶ δὲ Κάδμου
ἐλπίδι λωιτέρῃ καλέσῃς Νηρῆα τοκῆα
85 παιδὶ τεῷ ζώουσα σὺν ἀθανάτῳ Μελικέρτῃ,
Λευκοθέη, κρατέουσα χυτῆς κληῖδα γαλήνης,
εὐπλοΐης μεδέουσα μετ᾽ Αἰόλον: εὐδιόων δὲ
σοὶ πίσυνος πλεύσειε φιλέμπορος εἰν ἁλὶ ναύτης
βωμὸν ἕνα στήσας ἐνοσίχθονι καὶ Μελικέρτῃ,
90 ῥέζων ἀμφοτέροισι: θαλασσαίοιο δὲ δίφρου
δέξεται ἡνιοχῆα Παλαίμονα κυανοχαίτης.’
ὣς εἰπ�
��ν ἀκίχητος ἐς οὐρανὸν ἔδραμεν Ἑρμῆς
ἠέρι δινεύων ἀνεμώδεα ταρσὰ πεδίλων.
Ἰνὼ δ᾽ οὐκ ἀπίθησε, φιλοστόργῳ δὲ μενοινῇ
95 παιδοκόμῳ πήχυνεν ἀμήτορα Βάκχον ἀγοςτῷ,
πήχεϊ δ᾽ ἁπλώσασα συνωρίδα δίζυγα παίδων
δίζυγα μαζὸν ὄρεξε Παλαίμονι καὶ Διονύσῳ:
καὶ βρέφος ἀμφιπόλῳ παρεθήκατο Μύστιδι νύμφῃ,
Μύστιδι καλλικόμῳ Σιδωνίδι, τὴν ἔτι κούρην
100 Κάδμος ἀνηέξησε πατὴρ θαλαμηπόλον Ἰνοῦς:
ἣ τότε Βάκχον ἑλοῦσα θεοτρεφέων ἀπὸ μαζῶν
ἀρροϊδῆ ζοφόεντι κατεκήισσε βερέθρῳ:
καὶ Διὸς αὐτοβόητος ἀπαγγέλλουσα λοχείην
μαρμαρυγὴ σελάγιζε, καταυγάζουσα προσώπου:
105 τοῖχοι δ᾽ ἀχλυόεντε ἐλευκαίνοντο μελάθρου
καὶ ζόφον ἔκρυφε φέγγος ἀθηήτου Διονύσου.
καὶ Βρομίῳ παίζοντι παρέζετο πάννυχος Ἰνώ:
πολλάκι δ᾽ ἀστήρικτος ἀναθρῴσκων Μελικέρτης
χείηεσιν ἀντιτύποισιν ἀνέσπασε γείτονα θηλὴν
110 εὔια παππάζοντι παρερπύζων Διονύσῳ.
καὶ θεὸν ἔτρεφε Μύστις ἑῆς μετὰ μαζὸν ἀνάσσης
ὄμμασιν ἀγρύπνοισι παρεδρήσσουσα Λυαίῳ:
καὶ πινυτὴ θεράπαινα φερώνυμα Μύστιδι τέχνῃ
ὄρηια νυκτελίοιο διδασκομένη Διονύσου
115 καὶ τελετὴν ἄγρυπνον ἐπεντύνουσα Λυαίῳ
πρώτη ῥόπτρον ἔσεισεν, ἐπεπλατάγησε δὲ Βάκχῳ
κύμβαλα δινεύουσα περίκροτα δίζυγι χαλκῷ,
πρώτη νυκτιχόρευτον ἀναψαμένη φλόγα πεύκης
εὔιον ἐσμαράγησεν ἀκοιμήτῳ Διονύσῳ,
120 πρώτη καμπύλον ἄνθος ἀναδέψασα κορύμβω
ἄπλοκον ἀμπελόεντι κόμην μιτρώσατο δεσμῷ,
αὐτὴ δ᾽ ἔπλεκε θύρσον ἑμόζυγον οἴνοπι κισσῷ,
ἀκροτάτῳ δὲ σίδηρον ἐπεσφήκωσε κορύμβῳ
κευθόμενον πετάλοισιν, ὅπως μὴ Βάκχον ἀμύξῃ:
125 καὶ φιάλας γυμνοῖσιν ἐπὶ στέρνοισι καθάψαι
χαλκείας ἐνόνσε καὶ ἰξύι δέρματα νεβρῶν:
καὶ τελετῆς ζαθέης ἐγκύμονα μύστιδα κίστην
παίγνια κουρίζοντι διδασκομένη Διονύσῳ
πρώτη ἐχιδνήεντα κατὰ χροὸς ἧψεν ἱμάντα
130 σύμπλοκον, εἱλικόεις δὲ δράκων περὶ δίπλακα μίτρην
ἅμματα κυκλώσας ὀφιώδεϊ κάμπτετο δεσμῷ.
τὸν δὲ πολυκλήιστον ὑπὸ σφρηγῖδα μελάθρου
ὄμμασιν ἀπλανέεσσιν ἴδεν πανεπόψιος Ἥρη
μύστιδος ἀφράστοιο μυχῷ πεφυλαγμένον οἴκου:
135 καὶ Στυγὸς ὑστερόποινον ἐπώμνυε νέρτερον ὕδωρ
παντοίῃ κακότητι κατακλύζειν δόμον Ἰνοῦς.
καί νύ κεν ἠμάλδυνε Διὸς γόνον: ἀλλά μιν Ἑρμῆς
ἁρπάξας ἐκόμισσε Κυβηλίδος εἰς ῥάχιν ὕλης:
Ἥρη δ᾽ ὠκυπέδιλος ἑπέδραμεν εὔποδι ταρσῷ
140 ὑψόθεν ἀστήρικτος: ὁ δὲ δρόμον ἔφθασεν Ἥρης,
πρωτογόνου δὲ Φάνητος ἀτέρμονα δύσατο μορφήν
καὶ θεὸν ἁζομένη πρωτόσπορον εἴκαθεν Ἥρη
ψευδομένας ἀκτῖνας ὑποπτήσσουσα προσώπου,
οὐδὲ νόθης ἐνόησε δολοπλόκον εἰκόνα μορφῆς:
145 κουφοτέροις δὲ πόδεσσιν ὀρειάδα πέζαν ἀμείβων,
χερσὶ περιπλεκέεσσι κερασφόρον υἷα κομίζων,
μητρὶ Διὸς γενέταο λεοντοβότῳ πόρε Ῥείῃ,
καί τινα μῦθον ἔειπεν ἀριστώδινι θεαίνῃ:
‘Δέξο, θεά, νέον υἷα τεοῦ Διός, ὃς μόθον Ἰνδῶν
150 ἀθλεύσας μετὰ γαῖαν ἐλεύσεται εἰς πόλον ἄστρων,
Ἥρῃ χωομένῃ μεγάλη χάρις: οὐ γὰρ ἐῴκει,
ὃν Κρονίδης ὤδινεν, ἔχειν κουροτρόφον Ἰνώ:
μαῖα Διωνύσοιο Διὸς γενέτειρα γενέσθω,
μήτηρ Ζηνὸς ἐοῦσα καὶ υἱωνοῖο τιθήνη.’
155 ὣς εἰπών ταχύγουνος ἐς οὐρανὸν ἤλυθεν Ἑρμῆς
κυκλώσας βαλίῃσιν ὑπηνέμιον πτερὸν αὔραις:
αὐτογόνου δὲ Φάνητος ὑπέρτερον εἶδος ἀμείψας
ἀρχαίην παλίνορσος ἑὴν ἀνεδύσατο μορφὴν
μητέρι παιδοκόμῳ παλιναυξέα Βάκχον ἐάσας.
160 τὸν δὲ θεὰ κομέεσκε καὶ εἰσέτι κοῦρον ἐόντα
ἅρματος ὠμοβόμων ἐπιβήτορα θῆκε λεόντων:
καὶ τροχαλοὶ Κορύβαντες ἔσω θεοδέγμονος αὐλῆς
παιδοκόμῳ Διόνυσον ἐμιτρώσαντο χορείῃ,
καὶ ξίφεα κτυπέεσκον, ἀμοιβαίῃσι δὲ ῥιπαῖς
165 ἀσπίδας ἐκρούσαντο κυβιστητῆρι σιδήρῳ
κουροσύνην κλέπτοντες ἀεξομένου Διονύσου:
καὶ πάις εἰσαΐων σακέων μαιήιον ἠχὼ
πατρῴαις κομιδῇσιν ἀεξήθη Κορυβάντων.
καὶ νέος ἐνναέτηρος ἔχων θηροκτόνον ἄγρην
170 ποσσὶ μὲν ὠκυτέροισι παρέστιχεν ἴθμα λαγωοῦ,
χειρὶ δὲ νηπιάχῳ μεθέπων κεμαδοσσόον ἀλκήν
ποικίλον ᾐώρησεν ἐπ᾽ αὐχένι ωεβρὸν ἀείρων,
καὶ θρασὺν αἰολόνωτον ἔχων τετανυσμένον ὤμῳ
τίγριν ἄνω κούφιζε μετάρσιον ἔκτοθι δεσμοῦ ...
175 σκύμνους χερσὶν ἔχων ἐπεδείκνυε μητέρι Ῥείῃ,
ἁρπάξας νέα τέκνα πολυλλαγέων ἀπὸ μαζῶν,
σμερδαλέους δὲ λέοντας ἔτι ζώοντας ἐρύσσας
μητέρι δῶρα τίταινεν, ἵνα ζεύξειεν ἀπήνῃ
δίζυγας ἀμφοτέρῃσι πόδας παλάμῃσι πιέζων.
180 θαμβαλέη δὲ γέλωτ
ι γεγηθότι δέρκετο Ῥείη
ἠνορέην καὶ ἄεθλα νεηγενέος Διονύσου:
καὶ βλοσυρῶν Ἰόβακχον ἰδὼν ἐλατῆρα λεόντων
ὄμμασι τερπομένοισι πατὴρ ἐγέλασσε Κρονίων.
καὶ χροΐ λαχνήεντας ἀνεχλαίνωσε χιτῶνας
185 Εὔιος ἀρτιτέλεστον ἔκων παιδήιον ἥβην,
δαιδαλέην ἐλάφοιο φέρων ὤμοισι καλύπτρην,
αἰθερίων μιμηλὸν ἔχων τύπον αἰόλον ἄστρων:
καὶ Φρυγίης ὑπὸ πέζαν ἐς αὔλια λύλκας ἐλάσσας
στικτοῖς πορδαλίεσσιν ἑὴν ἔζευξεν ἀπήνην,
190 οἷά τε πατρῴων δαπέδων ἴνδαλμα γεραίρων:
πολλάκι δ᾽ ἀθανάτης ἐποχημένος ἅρματι Ῥείης,
βαιῇ χειρὶ φέρων ἁπαλόχροϊ κύκλα χαλινοῦ,
κραιπνὸν ἐπειγομένων ἀνεσείρασεν ἅρμα λεόντων:
καὶ Διὸς ὑψιμέδοντος ἐνὶ φρεσὶ θάρσος ἀέξων
195 δεξιτερὴν ἐτίταινεν ἐπὶ στόμα λυσσάδος ἄρκτου,
σμερδαλέαις γενύεσσιν ἀταρβέα δάκτυλα βάλλων,
δάκτυλα κουρίζοντα: καὶ ἵστατο μειλιχίη θὴρ
νηπιάχῳ στόμα δοῦλον ἐπιτρέψασα Λυαίῳ,
καὶ κύσε καρχαλέοισι φιλήμασι δίκτυλα Βάκχου.
200 ὣς ὁ μὲν ἠέξητο φιλοσκοπέλῳ παρὰ Ῥείῃ
ἀρτιθαλὴς ἔτι κοῦρος ὀρίτροφος. ἀμφὶ δὲ πέτραις
Πᾶνες ἐκυκλώσαντο χοροίτυπον υἷα Θυώνης,
ποσσὶ δασυκνήμοισι περισκαίροντες ἐρίπναις,
Βάκχον ἀνευάζοντες: ἑλισσομένων δὲ χορείῃ
205 αἰγείη κροτάλιζε ποδῶν σκιρτήματι χηλή.
καὶ Σεμέλη κατ᾽ Ὄλυμπον ἔτι πνείουσα κεραυνοῦ
αὐχένα γαῦρον ἄειρε καὶ ὑψινόῳ φάτο φωνῇ: