by Nonnus
‘Ἥρη, ἐσυλήθης: Σεμέλης τόκος ἐστὶν ἀρείων:
Ζεὺς ἐμὸν υἷα λόχευσε καὶ ἀντ᾽ ἐμέθεν πέλε μήτηρ,
210 σπεῖρε πατὴρ καὶ ἔτικτε, τὸν ἤροσεν, αὐτοτόκῳ δὲ
γαστρὶ νόθῃ τέκε παῖδα, φύσιν δ᾽ ἤλλαξεν ἀνάγκῃ.
Βάκχος Ἐνυαλίου πέλε φέρτερος: ὑμέτερον γὰρ
ἤροσε μοῦνον Ἄρηα καὶ οὐ τεκνώσατο μηρῷ.
Θήβη δ᾽ Ὀρτυγίης κλέος ἔκρυφεν: οὐρανίη γὰρ
215 λάθριον Ἀπόλλωνα διωκομένη τέκε Λητώ:
Λητὼ Φοῖβον ἔτικτε, καὶ οὐκ ὤδινε Κρονίων:
Ἑρμείαν τέκε Μαῖα, καὶ οὐκ ἐλόχευσεν ἀκοίτης:
ἀμφαδίην δ᾽ ἐμὸν υἷα πατὴρ τέκεν. ἆ μέγα θαῦμα,
δέρκεο σῆς Διόνυσον ἐν ἀγκαλίδεσσι τεκούσης
220 πήχεϊ παιδοκόμῳ περικείμενον: ἀενάου δὲ
ἡ ταμίη κόσμοιο, θεῶν πρωτόσπορος ἀρχή,
παμμήτωρ, Βρομίου τροφὸς ἔπλετο: νηπιάχῳ γὰρ
Βάκχῳ μαζὸν ὄρεξε, τὸν ἔσπασεν ὑψιμέδων Ζεύς.
τίς Κρονίδης ὤδινε, τίς ἔτρεφεν Ἄρεα Ῥείη
225 παῖδα τεόν; Κυβέλη δὲ φατιζομένη σέο μήτηρ
Ζῆνα τέκεν καὶ Βάκχον ἀνέτρεφεν εἰν ἑνὶ κόλπῳ:
ἀμφοτέρους ἤειρε καὶ υἱέα καὶ γενετῆρα.
οὐδὲ τόκῳ Σεμέλης ἀπάτωρ Ἥφαιστος ἐρίζοι
ἄσπορος ἐκ γενετῆρος, ὃν αὐτόγονος τέκεν Ἥρη
230 λεπταλέων σκάζοντα ποδῶν ἑτεραλκέι ταρσῷ,
μητρῴην ἀτέλεστον ὑποκλέπτοντα λοχείην.
οὐ Σεμέλῃ πέλε Μαῖα πανείκελος, ἧς πάις Ἑρμῆς
ἰσοφανὴς δολόεις, κεκορυθμένος οἷά περ Ἄρης,
Ἥρην ἠπερόπευσεν, ἕως γλάγος ἔσπασε μαζῶν.
235 εἴξατέ μοι: Σεμέλη γὰρ ἑὸν πόσιν ἔλλαχε μούνη
τὴν αὐτὴν ἀρόωντα καὶ ὠδίνοντα γενέθλην.
ὀλβίστη Σεμέλη χάριν υἱέος: ἡμέτερος γὰρ
νόσφι δόλου Διόνυσος ἐλεύσεται εἰς χορὸν ἄστρων
αἰθέρα ναιετάων πατρώιον, ὅττι θεαίνης
240 τοσσατίης ὑπέδεκτο θεοτρεφέος γάλα θηλῆς:
ἵξεται αὐτοκέλευστος ἐς οὐρανόν, οὐδὲ χατίζει
Ἡραίοιο γάλακτος ἀρείονα μαζὸν ἀμέλξας.’
εἶπεν ἀγαλλομένη καὶ ἐν αἰθέρι: χωομένη δὲ
Ζηνὸς ἀνεπτοίησε δάμαρ μετανάστιον Ἰνώ,
245 ἀπροϊδὴς Ἀθάμαντος ἐπιβρίσασα μελάθρῳ
εἰσέτι κουρίζοντι χολωομένη Διονύσῳ.
ἐκ θαλάμου δὲ φυγοῦσα διέδραμε δύσγαμος Ἰνώ,
τρηχαλέας ἀπέδιλος ἐπισκαίρουσα κολώνας,
ἴχνος ἀκηρύκτοιο μετεσσυμένη Διονύσου:
250 φοιταλέη δὲ βέβηκε δι᾽ οὔρεος οὔρεα νύμφη,
ἄχρι χαραδρήεσσαν ἐδύσατο Δελφίδα Πυθώ:
καὶ μόγις ἴχνος ἔκαμψε δρακοντοβότῳ παρὰ λόχμῃ
ἄσχετα παιφάσσουσα: κατὰ στέρνοιο δὲ γυμνοῦ
πενθαλέον κήρυκα διαρρήξασα χιτῶνα
255 αἰνομανὴς πεφόρητο: νοοπλάγκτοιο δὲ νύμφης
οἰμωγὴν ἀίων ἑτερόθροον ἔτρεμε ποιμήν.
πολλάκι θεσπεσίῃ τριποδηίδι σύμπλοκον ἕδρῃ
αὐχμηραῖς τριέλικτον ὄφιν σπειρηδὸν ἐθείραις
ἥρμοσε, λεπταλέῳ δὲ περισφίγξασα καρήνῳ
260 μηκεδανὴν μίτρωσε δρακοντείῳ τρίχα δεσμῷ:
παρθενικὰς δ᾽ ἐδίωκε θεωρίδας. οὐ τότε λοιβή,
οὐδὲ θυηπολίη μεταδήμιος, οὐ παρὰ νηῷ
Δελφὸς ἀνὴρ ἐχόρευε: τανυπλέκτοιο δὲ κισσοῦ
γυιοβόροις ἑλίκεσσιν ἐμαστίζοντο γυναῖκες.
265 θηρητὴρ δ᾽ ἀλέεινεν ἰδὼν ὀρεσίδρομον Ἰνώ,
καλλείψας σταλίκων λίνεον δόλον: ὑψιλόφου δὲ
αἰπόλος ἤλασεν αἶγας ὑπὸ πτύχα φωλάδα πέτρης
καὶ βόας ἱδρώοντας ὑπὸ ζυγόδεσμον ἐλαύνων
ἅλμασιν Ἰνῴοισι γέρων ἔφριξεν ἀροτρεύς.
270 καὶ χθονίης σφίγξασα βοῆς ἀλλόθροον ἠχὼ
Πυθιὰς ὀμφήεσσα δι᾽ οὔρεος ἔτρεχε κούρη,
ἠθάδα σεισαμένη κεφαλῇ Πανοπηίδα δάφνην:
δυσαμένη δὲ κάρηνα βαθυκνήμιδος ἐρίπνης
Δελφικὸν ἄντρον ἔναιε φόβῳ λυσσώδεος Ἰνοῦς.
275 ἀλλὰ διεσσυμένη πολυκαμπέος ἔνδιον ὕλης
οὐ λάθεν Ἀπόλλωνα πανόψιον: ἄγχι δὲ λόχμης
οἰκτείρων ταχὺς ἦλθε, καὶ εἰς βροτὸν εἶδος ἀμείψας
νύμφης ἐγγὺς ἵκανε, καὶ ἀκρότατον δέμας Ἰνοῦς
φειδομέναις παλάμῃσι σοφῆς ἐπλέξατο Δάφνης,
280 καὶ οἱ νήδυμον ὕπνον ἐπήγαγεν: ἀμβροσίῃ δὲ
ὑπναλέης ἔχρισεν ὅλον χρόα πενθάδος Ἰνοῦς
λυσιπόνῳ ῥαθάμιγγι μεμηνότα γυῖα διαίνων.
καὶ χρόνον αὐτόθι μίμνεν ἔσω Παρνησίδος ὕλης
τέτρατον εἰς λυκάβαντα, καὶ ὀμφαίῃ παρὰ πέτρῃ
285 εἰσέτι νηπιάχοιο χοροὺς ἱδρύσατο Βάκχου
Φοίβου μαντοσύνῃσι: σὺν ἀγρύπνοισι δὲ πεύκαις
Κωρυκίδες θυόεντα μετέστιχον ὄργια Βάκχαι,
καὶ ζαθέαις παλάμῃσιν ἀλεξητήρια λύσσης
φάρμακα συλλέξαντο καὶ ἰήσαντο γυναῖκα.
290 Κεκλομένου δ᾽ Ἀθάμαντος ὀπάονες ἦσαν ἀλῆται
πάντοθι μαστεύοντες: ὀριπλανέες δὲ καὶ αὐταὶ
δμωίδες ἐστιχόωντο πολυστρέπτοισι πορείαις
διζόμεναι περίφοιτον ἀπευθέος ἴχνος ἀνάσσης
πλαζομένης ἀκίχητα: φιλοθρήνων δὲ γυναικῶν
295 στυ
γνὸς ἐρευθιόωσαν ὄνυξ ἤμυσσε παρειήν,
καὶ ῥοδέοις ἐκόρυσσαν ἑκούσια δάκτυλα μαζοῖς:
καὶ πολὺν οἰμωγῇσι δι᾽ ἄστεος ἦχον ἰάλλων
πενθαλέης ὀλόλυξε βεβυσμένος οἶκος ἀνίης:
καὶ πλέον αἰολόμητις ἐδέχνυτο Μύστις ἀνάγκην,
300 εἶχε δὲ διπλόον ἄλγος ἀλωομένης ἔτι δειλῆς
Ἰνοῦς τλησιπόνοιο καὶ ἁρπαμένου Διονύσου.
οὐ μὲν ἄναξ Ἀθάμας κινυρὴν ὠδύρετο νύμφην,
ἀλλὰ λιπὼν ἄμνηστον ἀκηρύκτου πόθον Ἰνοῦς
δισσοτόκου Νεφέλης προτέρης μετὰ δέμνια νύμφης
305 ἁβρὰ βαθυζώνοιο μετέστιχε λέκτρα Θεμιστοῦς,
καὶ τρίτον εἰς ὑμέναιον ἄγων Ὑψηίδα κούρην
Ἰνοῦς ῥῖψεν ἔρωτα: καὶ ὡς τροφὸς ἁβρὸν ἀθύρων,
ὑψιπόρῳ στροφάλιγγι μετάρσιον ἠέρι πέμπων,
κούφισε παππάζοντα παρηγορέων Μελικέρτην:
310 καί οἱ δακρυχέοντι γαλακτοφόρου περὶ θηλῆς
ἄρσενα μαζὸν ὄρεξε, πόθον δ᾽ ἀνέκοψε τεκούσης.
ἐκ λεχέων δ᾽ Ἀθάμαντος ἀνηέξησε Θεμιστὼ
υἱέας εὐθώρηκας, ἀλεξητῆρας Ἐνυοῦς,
Σχοινέα καὶ Λεύκωνα, νέην εὐήνορα φύτλην,
315 πρωτοτόκοις ὠδῖσιν: ἐπ᾽ ἀμφοτέροισι δὲ μήτηρ
ξυνῆς δισσὰ γένεθλα μιῆς βλάστημα λοχείης
γείνατο Πορφυρέωνα καὶ ἔτρεφε πίονι μαζῷ
Πτοῖον, ἀλεξικάκοιο θάλος παιδήιον ἥβης,
ἄμφω τηλυγέτους καὶ ὁμήλικας, οὕς ποτε μήτηρ
320 μητρυιῆς ἅτε παῖδας ἀπηλοίησε Θεμιστώ,
δίπτυχον ἀγλαόπαιδος ὀιομένη γένος Ἰνοῦς.
BOOK 10
καὶ δεκάτῳ μανίην Ἀθαμαντίδα καὶ δρόμον Ἰνοῦς,
πῶς φύγεν εἰς ἁλὸς οἶδμα σὺν ἀρτιτόκῳ Μελικέρτῃ.
ὣς ἡ μὲν φονίη παιδοκτόνος ἔπλετο μήτηρ
μαινομένη: τεκέων δὲ πατὴρ ὑπὸ μάρτυρι ποινῇ,
ὅττι γονῆς ὀλέτειραν ὁμέστιον εἶχε Θεμιστώ,
οἰστρηθεὶς Ἀθάμας μανιώδεϊ Πανὸς ἱμάσθλῃ
5 ποίμνης εἰς μέσον ἦλθε, καὶ ὡς θεράποντας ἱμάσσων
εἰροπόκων ἐδίωκεν ἀναίτια πώεα μήλων:
καὶ μίαν ἠέρταζεν, ἑὴν ἅτε σύζυγα νύμφην,
σὺν διδύμοις βρεφέεσσι νεογλαγέων ἐπὶ μαζῶν
αἶγα λαβών: λασίους δὲ πόδας σφηκώσατο δεσμῷ
10 διχθαδίῳ: λύσας δὲ παρ᾽ ἰξύι κυκλάδα μίτρην
σφιγγομένης μάστιζε δέμας ψευδήμονος Ινοῦς,
μὴ νοέων νόθον εἶδος. ἀεὶ δέ οἱ ἔνδον ἀκουῆς
Πανιάδος Κρονίης ἐπεβόμβεε δοῦπος ἱμάσθλης:
πολλάκι δ᾽ ἀστήρικτος ἑῶν ἀνεπάλλετο θώκων
15 οὔασι ταρβαλέοισι δεδεγμένος ἄσθμα δρακόντων.
πυκνὰ δὲ τόξα τίταινε, βέλος δ᾽ ἐπὶ κυκλάδι νευρῇ
εἰς κενεὸν σκοπὸν εἷλκεν ἀνούτατον ἠέρα βάλλων.
Ταρταρίης δ᾽ ὀφιῶδες ἰδὼν ἴνδαλμα θεαίνης
πάλλετο δειμαίνων ἑτερόχροα φάσματα μορφῆς,
20 ἀφρὸν ἀκοντίζων χιονώδεα, μάρτυρα λύσσης,
ὀφθαλμοὺς μεθύοντας ἀπειλητῆρας ἑλίσσων.
καί οἱ ὀπιπεύοντι πολυπλανέεσσιν ἐρωαῖς
ὄμματα φοινίσσοντο: διὰ κροτάφοιο δὲ λεπταὶ
ἀσταθέος μήνιγγες ἐδινεύοντο καρήνου.
25 ὤλετο δὲ ψυχῆς τρίτατον λάχος: ἀπλανέες γὰρ
ἄφρονος ἐγκεφάλοιο μετατρωπῶντο μενοιναί,
καὶ σφαλεραῖς ἑλίκεσσιν ἐβακχεύθησαν ὀπωπαὶ
ἀνέρος οἰστρηθέντος: ἀπεπλάζοντο δὲ χαῖται
σειόμεναι περὶ νῶτον ἀκερσικόμοιο καρήνου.
30 καὶ στόμα οἱ βάμβαινε, καὶ ἠέρι χείλεα λύσας
πέμπεν ἀσημάντων ἐπέων ἑτερόθροον ἠχώ.
καὶ βροτέας βιότοιο μεληδόνας ἥρπασαν αὖραι
Εὐμενίδων, καὶ γλῶσσα βαρύνετο θυιάδι φωνῇ:
παπταίνων δ᾽ ἑλικηδὸν ὑπὸ στροφάλιγγι προσώπου
35 ἀλλοφυὲς νόθον εἶδος ἀθηήτοιο Μεγαίρης
οἰστρομανὴς Ἀθάμας ἑτερόφρονι σείετο παλμῷ:
καὶ βλοσυρῆς ἀπὸ χειρὸς ἀμερσινόοιο θεαίνης
ἁρπάξαι μενέαινεν ἐχιδνήεσσαν ἱμάσθλην:
γυμνώσας δὲ μάχαιραν Ἐρινύος ἀντία κόρσης
40 ἤθελε Τισιφόνης ὀφιώδεα βόστρυχα τέμνειν.
καὶ κενεοῖς ὀάροισιν ὁμίλεε γείτονι τοίχῳ
παπταίνων σκιόεσσαν ἐπίκλοπον εἰκόνα μορφῆς
Ἀρτέμιδος, καὶ κοῦφον ἰδὼν εἴδωλον ὀπωπαῖς
φάσμασιν ἀντιτύποισιν ἐς ἵμερον ἤλυθεν ἄγρης.
45 ὀψὲ δὲ ποικιλόδακρυς ἔτος μέτα τέτρατον Ἰνὼ
νόστιμος εἰς δόμον ἦλθεν: ὀπιπεύουσα δὲ νύμφη
καὶ πόσιν οἰστρηθέντα καὶ ἀρσενόπαιδα Θεμιστὼ
διπλόον ἄλγος ἔδεκτο. καὶ οὐ γίνωσκεν ἀκοίτης
εὐνέτιν ἀθρήσας χρονίην παλινάγρετον Ἰνώ:
50 ἀλλὰ πόθον ταχύγουνος ἔχων κεμαδοσσόον ἄγρης
εἰς σκοπιὰς ἤιξε θυελλήεντι πεδίλῳ,
υἱὸν ἰδὼν ἅτε θῆρα κερασφόρον: ἰθυτενὲς δὲ
τόξον ἔχων ἀκίχητος ἐπεσκίρτησε Λεάρχῳ,
ὑψίκερων ἔλαφον δοκέων ψευδήμονι μορφῇ,
55 θηρείοις μελέεσσιν ὁμοίιον: αὐτὰρ ὁ φεύγων
ταρβήεις πεπότητο θοώτερα γούνατα πάλλων.
χερσὶ δὲ λυσσαλέῃσιν ὑπηνέμιον βέλος ἕλκων
παιδοφόνῳ νέον υἷα πατὴρ ἐπέδησε
βελέμνῳ:
καὶ κεφαλὴν ἄγνωστον ἀπηλοίησε μαχαίρῃ
60 φάσματι νεβρωθεῖσαν: ἀσημάντου δὲ προσώπου
αἱμαλέης ἐγέλασσε γενειάδος ἄκρον ἀφάσσων,
ἀμφαφόων ἅτε θῆρα, καὶ ἔδραμεν ἅλματι λύσσης,
παιδὸς ἔτι σπαίροντος ἀτυμβεύτοιο Λεάρχου,
μητέρα μαστεύων, στροφάδας δ᾽ ἐλέλιζεν ὀπωπάς.
65 οὐδέ τις ἀμφιπόλων σχεδὸν ἤιε: φοιταλέος δὲ
ἑπταμύχου θαλάμοιο διέστιχεν ὠκέι ταρσῷ
κικλήσκων ἑὸν υἷα, τὸν ἔκτανεν. ἐν δὲ μελάθρῳ
νήπιον ἀρτικόμιστον ἐσαθρήσας Μελικέρτην,
στηρίξας δὲ λέβητα πυρίπνοον ἐσχαρεῶνι,
70 εἰς μέσον υἱέα θῆκεν: ἀναπτομένοιο δὲ πυρσοῦ,
φοίνιος ὑδατόεντι λέβης ἐπεπάφλασεν ἀτμῷ.
Παππάζων δ᾽ ἰάχησεν ἑὸς πάις, οὐδέ τις αὐτῷ
ἀμφιπόλων χραίσμησεν: ἀελλήεσσα δὲ μήτηρ
ἡμιδαῆ πυρίκαυτον ἀφαρπάξασα λεβήτων
75 ἅλμασι φοιταλέοισι ποδήνεμος ἔτρεχεν Ἰνώ:
καὶ Λευκοῦ πεδίοιο διατμήγουσα κονίην
Λευκοθέη πεφάτιστο φερώνυμος: ἐκ δὲ μελάθρου
αἰνομανὴς Ἀθάμας ἀνεμώδεα γούνατα πάλλων
ὠκυτέρην ἐδίωκε μάτην ὀρεσίδρομον Ἰνώ.
80 ἀλλ᾽ ὅτε οἱ σχεδὸν ἦλθε πολυπτοίητος ἀκοίτης
ἄστατον ἴχνος ἔχων σφαλερῷ ποδί, δὴ τότε δειλὴ
ἀγχιπόρῳ στήσασα διαινόμενον πόδα πόντῳ
παιδὶ φιλοθρήνῳ κινυρὴν βρυχήσατο φωνήν,
μεμφομένη Κρονίωνα καὶ ἄγγελον υἱέα Μαίης:
85 ‘Καλά μοι, ἀργικέραυνε, πόρες θρεπτήρια Βάκχου: