Works of Nonnus
Page 84
285 νέκταρος, ἀμβροσίης δ᾽ οὐ δεύομαι: οὐκ ἀλεγίζω,
ἄμπελος εἰ φιλέει με καὶ ἐχθαίρει με Κρονίων.’
ὣς ὁ μὲν ἀμφιέπων ὑποκάρδιον ἰὸν Ἐρώτων
κρυπτὸν ἀνηΰτησεν ἔπος ζηλήμονι φωνῇ,
θαύματι φίλτρον ἔχων κεκερασμένον. ἀλλὰ καὶ αὐτὸς
290 Εὔιος, ἠιθέου βεβολημένος ἡδέι κέντρῳ,
ἴαχε μειδιόων Κρονίδῃ, δυσέρωτι τοκῆι:
‘Νεῦσον ἐμοὶ φιλέοντι μίαν χάριν, ὦ Φρύγιε Ζεῦ:
νηπιάχῳ μὲν ἔειπεν ἐμὴ τροφὸς εἰσέτι Ῥείη,
ὡς στεροπὴν Ζαγρῆι πόρες, προτέρῳ Διονύσῳ
295 εἰσέτι παππάζοντι, τεὴν πυρόεσσαν ἀκωκήν,
καὶ βροντῆς κελάδημα καὶ ἠερίου χύσιν ὄμβρου,
καὶ πέλε δεύτερος ἄλλος ἔτι βρέφος ὑέτιος Ζεύς:
σεῖο δ᾽ ἐγὼ πρηστῆρος ἀναίνομαι αἰθέριον πῦρ,
οὐ νέφος, οὐ βροντῆς ἐθέλω κτύπον: ἢν δ᾽ ἐθελήσῃς,
300 Ἡφαίστῳ πυρόεντι δίδου σπινθῆρα κεραυνοῦ,
Ἄρης σῶν νεφέων ἐχέτω θώρηκα καλύπτρην,
δὸς χάριν Ἑρμάωνι Διιπετέος χύσιν ὄμβρου,
καὶ στεροπὴν γενετῆρος ἀερτάζοι καὶ Ἀπόλλων:
μεῖον ἐμοί, φίλε, λῆμα, φιλοσκάρθμῳ Διονύσῳ:
305 καλὸν ἐμοὶ Σεμέλης στεροπὴν ἐλάχειαν ἀείρειν,
μητροφόνοι σπινθῆρες ἀτερπέες εἰσὶ κεραυνοῦ.
ναίω Μαιονίην: τί γὰρ αἰθέρι καὶ Διονύσῳ;
κάλλος ἐμοῦ Σατύροιο φιλαίτερόν ἐστιν Ὀλύμπου.
εἰπέ, πάτερ, μὴ κρύπτε: τεὸς νέος ὅρκιος ἔστω:
310 αἰετὸς ὁππότε κοῦρον ὑπὸ σφυρὰ Τευκρίδος Ἴσης
φειδομένῳ κούφιζες ἐς οὐρανὸν ἅρπαγι ταρσῷ,
τηλίκον ἔλλαχε κάλλος ὁ βουκόλος, ὃν σὺ τραπέζῃ
αἰθερίῃ ξύνωσας ἔτι πνείοντα βοαύλων;
Ζεῦ πάτερ, ἱλήκοις, τανυσίπτερε: μή μοι ἐνίψῃς
315 Τρώιον οἰνοχοῆα τεῶν δρηστῆρα κυπέλλων,
ὅττι φαεινοτέροιο φέρων ἀμάρυγμα προσώπου
ἄμπελος ἱμερόεις Γανυμήδεος εἶδος ἐλέγχει:
Τμώλιος Ἰδαίου πέλε φέρτερος. εἰσὶ δὲ πολλαὶ
ἄλλων ἠιθέων ἐραταὶ στίχες, οὓς ἅμα πάντας,
320 ἢν ἐθέλῃς, ἀγάπαζε λιπὼν ἕνα παῖδα Λυαίῳ.’
τοῖον ἔπος κατέλεξε πόθου δεδονημένος οἴστρῳ:
οὐχ οὕτω λασίης Μαγνησσίδος ἔνδοθεν ὕλης
βουκόλος Ἀδμήτοιο βόας ποίμαινεν Ἀπόλλων,
παιδὸς ἐρωτοτόκου βεβολημένος ἡδέι κέντρῳ,
325 ὅσσον ἐπ᾽ ἠιθέῳ φρένα τέρπετο Βάκχος ἀθύρων.
ἄμφω δ᾽ ἑψιόωντο συνήλυδες ἔνδοθι λόχμης,
πῇ μὲν ἀκοντίζοντες ἐς ἠέρα θύρσον ἀλήτην,
πῇ δὲ παρὰ πλαταμῶνα λιπόσκιον, ἄλλοτε πέτραις
ἔστιχον ἀγρώσσοντες ὀρίτροφα τέκνα λεόντων:
330 καί ποτε μουνωθέντες ἐρημάδος ὑψόθεν ὄχθης,
ἐν ψαμάθοις παίζοντες ἐυκροκάλου ποταμοῖο,
ἀμφῖ παλαισμοσύνης φιλοπαίγμονος εἶχον ἀγῶνα:
τοῖσι μὲν οὐ τρίπος ἦεν ἀέθλιον, οὐδ᾽ ἐπὶ νίκῃ
ἀνθεμόεις παρέκειτο λέβης, οὐ φορβάσες ἵπποι,
335 ἀλλὰ λιγυφθόγγων διδυμόθροος αὐλὸς Ἐρώτων.
ἀμφοτέροις δ᾽ ἔρις ἦεν ἐπήρατος: ἐν δ᾽ ἄρα μέσσῳ
ἵστατο μάργος Ἔρως, πτερόεις ἐναγώνιος Ἑρμῆς,
στέμμα πόθου νάρκισσον ἐπιπλέξας ὑακίνθῳ.
ἄμφω δ᾽ εἰς μέσον ἦλθον ἀεθλητῆρες Ἐρώτων,
340 καὶ παλάμας στεφανηδὸν ἑλιξάμενοι διὰ νώτου,
ἀμφοτέρων σφίγξαντες ἐπ᾽ ἰξύι δεσμὸν ἀγοστῶν,
πλευρὰ διεσφήκωσαν ὁμόζυγι πήχεος ὁλκῷ,
καὶ δέμας ἀλλήλων ἀνεκούφισαν ὑψόθι γαίης
χερσὶν ἀμοιβαίῃσι: καὶ ἥπτετο Βάκχος Ὀλύμπου
345 ἀμφὶ παλαισμοσύνης μελιηδέος, εἶχε δὲ δισσὴν
τερπωλὴν ἐρόεσσαν, ἀειρόμενος καὶ ἀείρων...
καὶ παλάμην Βρομίου παλάμης περὶ καρπὸν ἑλίξας,
χερσὶ συναπτομέναις ἑτερόζυγον ἅμμα πιέζων,
διχθαδίῳ συνέεργεν ἀρηρότα δάκτυλα δεσμῷ,
350 δεξιτερὴν ἐθέλοντος ἐπισφίγγων Διονύσου.
ἔνθα μὲν ἡβητῆρος ἐπ᾽ ἰξύι χεῖρας ἑλίσσων,
Βάκχος ἐρωμανέεσσι δέμας παλάμῃσι πιέζων,
ἄμπελον ἠέρταζεν, ὁ δὲ Βρομίοιο τυχήσας
κόψε ποδὸς κώληπα: καὶ Εὔιος ἡδὺ γελάσσας,
355 ἥλικος ἠιθέοιο τυπεὶς ἁπαλόχροϊ ταρσῷ,
ὕπτιος αὐτοκύλιστος ἐπωλίσθησε κονίῃ:
καὶ χθονὶ κεκλιμένοιο θελήμονος ὑψόθι Βάκχου
γυμνῇ νηδύι κοῦρος ἐφίζανεν: αὐτὰρ ὁ χαίρων
ἐκταδὸν ἔνθα καὶ ἔνθα χυθεὶς ἐπεκέκλιτο γαίῃ
360 γαστέρι κουφίζων γλυκερὸν βάρος: ἰθυτενὲς δὲ
ἄκρον ὑπὲρ ψαμάθοιο πεδοτριβὲς ἴχνος ἐρείσας
νῶτον ἀνῃώρησε μετάτροπον, ἠνορέην δὲ
φειδομένην ἀνέφηνεν, ἁμιλλητῆρι δὲ παλμῷ
χειρὸς ἀναινομένης ἀπεσείσατο φόρτον Ἐρώτων:
365 πλευρὰ δὲ δοχμώσας, πελάσας δ᾽ ἀγκῶνα κονίῃ,
ἡβητὴρ πολύιδρις ἐπ᾽ ἀντιπάλου θόρε νώτου
λοξὸς ἐπὶ πλευρῇσιν, ὑπὲρ λαγόνων δὲ καθάψας
ἄκρα ποδὸς κώληπι, παρὰ σφυρὸν ἴχνος ἐρείσας,
γαστέρα διχθαδίῳ μεσάτην μιτρώσατο δεσμῷ,
370 πλευρὰ περιθλίβων, ὑπὸ γούνατι ταρσ�
�ν ἑλίξας
ὄρθιον ἁπλωθέντα: κυλινδομένων δὲ κονίῃ
ἀμφοτέρων καμάτοιο προάγγελος ἔρρεεν ἱδρώς.
ὀψὲ δὲ νικηθέντος, ἀνικήτου περ ἐόντος,
Ζηνὸς ἀεθλητῆρος ἔχων μίμημα τοκῆος
375 νικήθη Διόνυσος ἑκούσιος, ὅττι καὶ αὐτὸς
Ζεὺς μέγας αὐτοκύλιστος ἐπ᾽ Ἀλφειοῖο παλαίων
ὤκλασεν, Ἡρακλῆι θελήμονα γούνατα κάμψας.
τοῖος ἀγὼν τετέλεστο φιλέψιος: ἠιθέου δὲ
δίθροον αὐλὸν ἄεθλον ἐκούφισε τερπομένη χείρ.
380 καὶ νέος ἱδρώων φαιδρύνετο γυῖα ῥεέθρῳ
καὶ κόνιν ἰκμαλέην ἀπενίψατο: λουομένου δὲ
ἐκ χροὸς ἱδρώοντος ἐπήρατος ἔρρεεν αἴγλη.
οὐδὲ παλαισμοσύνης τελέσας γυιαλκέα νίκην
σύννομος ἡβητῆρος ἐπαύετο Βάκχος ἀθύρων,
385 ἀλλὰ ποδωκείης ἀνεμώδεα θῆκεν ἀγῶνα.
καὶ βαλίους ἐς ἔρωτα φέρων μνηστῆρας ἀγῶνος
πρώτῳ μὲν θέτο δῶρα Κυβηλίδος ὄργανα Ῥείης,
κύμβαλα χαλκεόνωτα καὶ αἰόλα δέρματα νεβρῶν:
νίκης δ᾽ ἦεν ἄεθλα τὰ δεύτερα Πανὸς ἑταίρη,
390 σύριγξ ἡδυέπεια καὶ ἠχήεσσα βοείη
χαλκοβαρὴς: τριτάτῳ δὲ τίθει Διόνυσος ἀθύρων
ψάμμον ἐρευθιόωσαν ἑτοιμοτάτου ποταμοῖο.
καὶ Βρόμιος σταδίῳ μεμερισμένον οὖδας ὁρίζων
δισσὰ τιταινομένης διεμέτρεεν ἄκρα κελεύθου,
395 ὀρθώσας δεκάδωρον ἐπὶ χθονὶ σῆμα πορείης,
στήσας τέρμα δρόμου ταναὸν ξύλον: ἀντιπόρου δὲ
πῆξε τύπον βαλβῖδος ἐπ᾽ ᾐόνι θύρσον ἀείρας:
καὶ Σατύρους ὤτρυνεν ἀεθλεύειν περὶ νίκης.
ὀξὺ δὲ κεκλομένοιο φιλοσκάρθμοιο Λυαίου
400 Ληνεὺς πρῶτος ὄρουσε ποδήνεμος, ἀμφὶ δ᾽ ἄρ᾽ αὐτῷ
κισσὸς ἀερσιπόδης καὶ ἐπήρατος Ἄμπελος ἔστη:
καὶ ποδὸς ἰθυπόροιο πεποιθότες ὠκέι ταρσῷ
κεκριμένοι στοιχηδὸν ἐφέστασαν: ἐκ δαπέδου δὲ
ἄκρα χαρασσομένοιο μετάρσιον ἴχνος ἀείρας
405 κισσὸς ἀελλήεντι ποδῶν κουφίζετο παλμῷ:
τοῦ μὲν ἐπειγομένοιο μετάφρενον ἄσθματι θάλπων
Ληνεὺς ἠερίῃσιν ἐπέτρεχε σύνδρομος αὔραις,
ἀγχιφανὴς προθέοντος, ὀπισθοπόροιο δὲ ταρσοῦ
ἴχνεσιν ἴχνια τύψε χυτῆς ψαύοντα κονίης:
410 καὶ τόσος ἀμφοτέρων ἀπελείπετο μέσσον ὁρίζων,
ὁππόσον ἱστοπόνοιο κανὼν πρὸς στήθεϊ κούρης
μεσσοφανὴς λάχε χῶρον ἀκαμπέι γείτονα μαζῷ.
καὶ τρίτος Ἄμπελος ἦεν ὀπίστερος: εἰσορόων δὲ
ζηλήμων Διόνυσος ἐτήκετο λοξὰ δοκεύων
415 διχθαδίους προθέοντας ἀεθλητῆρας ἀγώνων,
μή ποτε νικήσωσι καὶ Ἄμπελος ὕστερος ἔλθῃ:
ἀλλὰ θεὸς χραίσμησεν, ἐνιπνεύσας δέ ὁ̣̣̓ ἀλκὴν
κοῦρον ἐυτροχάλοιο ταχίονα θῆκεν ἀέλλης:
καὶ διδύμων πρώτιστος ἀεθλοφόρων ἐν ἀγῶνι
420 σπερχομένων, διερῇ μὲν ἐπ᾽ ᾐόνι γούνατα πάλλων,
κισσὸς ἐπωλίσθησε πεσὼν ψαμαθώσεϊ πηλῷ,
καὶ σφαλερὴ Ληνῆος ἐσύρετο γούνατος ὁρμὴ
ἂψ ἀνασειράζουσα ποδῶν δρόμον: ἀθλοφόροι δὲ
ἀμφότεροι λείποντο, καὶ Ἄμπελος ἥρπασε νίκην.
425 Σειληνοὶ δὲ γέροντες ἀνίαχον Εὔιον ἠχὼ
νίκην ἠιθέοιο τεθηπότες: ἁβροκόμης δὲ
δέκτο νέος τὰ πρῶτα, τὰ δεύτερα δέχνυτο Ληνεὺς
ζῆλον ἔχων, φθονερὸν δὲ δόλον γίνωσκε Λυαίου
καὶ πόθον: αἰδομένῃ δὲ συνήλικας εἶδεν ὀπωπῇ
430 λοίσθια Κισσὸς ἄεθλα κατηφέι χειρὶ κομίζων.
BOOK 11
ἑνδέκατον δὲ δόκευε καὶ ἱμερόεντα νοήσεις
ἄμπελον ἀνδροφόνῳ πεφορημένον ἅρπαγι ταύρῳ.
λῦτο δ᾽ ἀγών: ἐρόεις δὲ νέος φιλοπαίγμονι νίκῃ
κυδιόων σκίρτησεν ὁμέψιος ἥλικι Βάκχῳ
εἰλιπόδην περὶ κύκλον ἀλήμονα ταρσὸν ἀμείβων,
δεξιτερὴν πάνλευκον ἐπικλίνων Διονύσῳ:
5 καί μιν ἰδὼν Ἰόβακχος ἀγήνορα δίζυγι νίκῃ
ποσσὶ περισκαίροντα φίλῳ μειλίξατο μύθῳ:
‘Σπεῦδε πάλιν, φίλε κοῦε, ποδωκείης μετὰ νίκην
καὶ μετὰ πεζὸν ἄεθλον ἔχειν τρίτον ἄλλον ἀγῶνα,
νηχομένῳ δ᾽ ἀκίχητος ὁμήλικι νήχεο Βάκχῳ.
10 Ἄμπελε, νικήσας με παρὰ ψαμάθοισι παλαίων,
ἔσσο καὶ ἐν προχοῇσιν ἐλαφρότερος Διονόσου,
καὶ Σατύρους παίζοντας ἔτι σκαρθμοῖσιν ἐάσας
εἰς τρίτατον πάλιν ἄλλον ἐπείγεο μοῦνος ἀγῶνα:
ἐν χθονὶ νικήσαις καὶ ἐν ὕδασι, καὶ μετὰ νίκην
15 σοὺς ἐρατοὺς πλοκάμους διδύμοις στέψαιμι κορύμβοις
διπλόα νικηθέντος ἀνικήτοιο Λυαίου.
ἔπρεπέ σοι ῥόος οὗτος ἐπήρατος, ἔπρεπε μούνῳ
κάλλεϊ σῶν μελέων, ἵνα διπλόος Ἄμπελος εἴη
χρυσείῃ παλάμῃ χρυσαυγέα ῥεύματα τέμνων:
20 καὶ γυμνοῖς μελέεσσι τιταινομένου περὶ νίκης
κοσμήσει σέο κάλλος ὅλον Πακτώλιον ὕδωρ.
δὸς ποταμῷ γέρας ἶσον Ὀλύμπιον, ὅττι καὶ αὐτὸς
ὠκεανῷ Φαέθων ῥοδέας ἀκτῖνας ἰάλλει:
Πακτωλῷ πόρε καὶ σὺ τεὸν σέλας, ὄφρα φανείη
25 ἄμπελος ἀντέλλων ἅ
τε Φωσφόρος: ἀμφότερον γὰρ
ἀστράπτει ῥόος οὗτος ἐρευθιόωντι μετάλλῳ
ὡς σὺ τεοῖς μελέεσσι: βαθυπλούτῳ δὲ ῥεέθρῳ
σύγχροον εἶδος ἔχοντα καὶ ἡβητῆρα δεχέσθω
μίξας κάλλεϊ κάλλος, ὅπως Σατύροισι βοήσω:
30 ῾πῶς ῥόδον εἰς ῥόδον ἦλθε; πόθεν μία κίρναται αἴγλη
καὶ χροῒ φοινίσσοντι καὶ ἀστράπτοντι ῥεέθρῳ;
αἴθε καὶ ἐνθάδε, κοῦρε, πέλεν ῥόος Ἠριδανοῖο,
Ἡλιάδων ὅθι δάκρυ ῥυηφενές, ὄφρά κεν ἄμφω
καὶ χρυσῷ σέο γυῖα καὶ ἠλέκτροισι λοέσσω.
35 ἀλλ᾽ ἐπεὶ Ἑοπερίου ποταμοῦ μάλα τηλόθι ναίω,
ἵξομαι εἰς Ἀλύβην ἀγχίπτολιν, ὁππόθι γείτων
Γεῦδις ἐχεκτεάνων ὑδάτων λευκαίνεται ὁλκῷ,
ὄφρά σε Πακτωλοῖο λελουμένον ἐκ ποταμοῖο,
Ἄμπελε, φαιδρύνοιμι καὶ ἀργυρέοισι ῥεέθροις.
40 Ἕρμος ἐυρρείτης ἑτέροις Σατύροισι μελέσθω:
οὐ γὰρ ἀπὸ χρυσοῖο φέρει ῥόον: ἀλλὰ σὺ μοῦνος
χρύσεος ἔπλεο κοῦρος, ἔχοις καὶ χρύσεον ὕδωρ.’
ὣς εἰπὼν πεφόρητο δτ᾽ ὕδατος: ἐκ δαπέδου δὲ
ἄμπελος ᾐώρητο καὶ ὡμάρτησε Λυαίῳ:
45 καὶ γλυκὺς ἀμφοτέροισιν ἔην δρόμος ἄκρον ἀπ᾽ ἄκρου
νηχομένοις ἑλικηδὸν ἐρικτεάνου ποταμοῖο.
καὶ θεὸς ὑδατόεντα φέρων ταχυτῆτος ἀγῶνα
ἔτρεχεν ἀστήρικτος ἐν ὕδασι, γυμνὰ ῥεέθροις
στέρνα βαλών, δονέων δὲ πόδας καὶ χεῖρας ἐρέσσων
50 ἀφνειῆς ἀτίνακτα κατέγραφε νῶτα γαλήνης,
πῇ μὲν ἔχων ὁμόφοιτον ἑὸν δρόμον ἥλικι κούρῳ,