Works of Nonnus
Page 87
γνωτῆς ἡμετέρης γαμίων ὑμέναιος Ἐρώτων,
εἰπέ, καὶ ἐν προχοῇσιν ἐγὼ σέο παστὸν ἀνάψω.
Καρπέ, παραπλώεις με λελασμένος ἠθάδος ὄχθης;
κάμνον ἐγὼ καλέων σε, καὶ οὐ βοόωντος ἀκούεις.
455 εἰ Νότος, εἰ θρασὺς Εὖρος ἐπέπνεεν, αὐτὸς ἀλάσθω
νηλειὴς ἀχόρευτος, ἀτάσθαλος ἐχθρὸς Ἐρώτων:
εἰ βορέης σε δάμασσεν, ἐς Ὠρείθυιαν ἱκάνω.
εἰ δέ σε κῦμα κάλυψε καὶ οὐκ ᾐδέσσατο μορφήν,
καί σε πατὴρ ἐμὸς εἷλεν ἀφειδέι κύματος ὁλκῷ,
460 ὕδασιν ἀνδροφόνοισιν ἑὸν καὶ παῖδα δεχέσθω,
καὶ Κάλαμον κρύψειεν ὀλωλότος ἐγγύθι Καρποῦ.
ἀλλὰ πεσὼν προκάρηνος, ὅπῃ θάνε Καρπὸς ἀλήτης,
σβέσσω θερμὸν ἔρωτα πιὼν Ἀχερούσιον ὕδωρ.
εἶπεν ἀναβλύζων βλεφάρων ῥόον: ἀμφὶ δὲ νεκρῷ
465 κυανέην πλοκαμῖδα κατηφέι τάμνε σιδήρῳ,
ἣν τρέφεν, ἣν κομέεσκε, καὶ ὤρεγε πενθάδα χαίτην
Μαιάνδρῳ γενετῆρι, καὶ ὑστατίην φάτο φωνήν:
῾δέξο μετὰ πλοκάμους καὶ ἐμὸν δέμας: οὐ δύναμαι γὰρ
εἰς μίαν ἠριγένειαν ἰδεῖν φάος ἔκτοθι Καρποῦ:
470 καρπῷ καὶ Καλάμῳ βιοτὴ μία, καὶ λάχον ἄμφω
εἴκελον οἶστρον Ἔρωτος ἐπὶ χθονός: ὑδατόεις δὲ
εἶς μόρος ἀμφοτέροισι καὶ ἐν προχοῇσι γενέσθω.
τεύξατε, Νηιάδες, ποταμηίδος ὑψόθεν ὄχθης
ἄκριτον ἀμφοτέροισι κενήριον, ἀμφὶ δὲ τύμβῳ
475 γράμμασι πενθαλέοισιν ἔπος κεχαραγμένον ἔστω:
‘Καρποῦ καὶ Καλάμοιο πέλω τάφος, οὓς πάρος ἄμφω
ἀλλήλους ποθέοντας ἀμείλιχον ἔκτανεν ὕδωρ.’
καὶ Καλάμῳ δυσέρωτι, κασιγνήτῳ περ ἐόντι,
βαιὸν ἕνα θνήσκοντι δαΐξατε βότρυν ἐθείρης,
445 καὶ πλοκάμους ξύμπαντας ὀλωλότι κείρατε Καρπῷ.᾿
εἶπε, καὶ αὐτοκύλιστος ἐπωλίσθησε ῥεέθρῳ
πατρὸς ἀναινομένοιο πιὼν παιδοκτόνον ὕδωρ.
480 καὶ Κάλαμος καλάμοισιν ἐπώνυμον ὤπασε μορφὴν
ἰσοφυῆ, καὶ Καρπὸς ἀέξετο καρπὸς ἀρούρης.’
τοῖα παρηγορέων φιλίῳ μειλίξατο μύθῳ
θοῦρος Ἔρως, γλυκὺ κέντρον ἐλαφρίζων Διονύσῳ.
καὶ κινυρῇ πολὺ μᾶλλον ἱμάσσετο θυμὸν ἀνίῃ
485 ἠιθέου διὰ πότμον ἀώριον. — ἀσταθέος δὲ
θυγατέρες Λυκάβαντος, ἀελλοπόδοιο τοκῆος,
εἰς δόμον Ἠελίοιο ῥοδώπιδες ἤιον Ὧραι:
ὧν ἡ μὲν νιφόεντι κατάσκιον ἀμφὶ προσώπῳ
λεπταλέον πέμπουσα κελαινεφέος σέλας αἴγλης
490 ψυχρὰ χαλαζήεντι συνήρμοσε ταρσὰ πεδίλῳ,
καὶ διερῷ πλοκαμῖδας ἐπισφίγξασα καρήνῳ
ὀμβροτόκον κρήδεμνον ἐπεσφήκωσε μετώπῳ,
καὶ χλοερὸν στέφος εἶχε καρήατι, χιονέῃ δὲ
στήθεα παχνήεντα κατέσκεπε λευκάδι μίτρῃ:
495 ἡ δὲ χελιδονίων ἀνέμων τερψίμβροτον αὔρην
ἔπτυε φυσιόωσα, φιλοζεφύρου δὲ καρήνου
εἰαρινὴν δροσόεντι κόμην μιτρώσατο δεσμῷ,
ἀνθεμόεν γελόωσα, διαιθύσσουσα δὲ πέπλου
ὄρθριον οἰγομένοιο ῥόδου δολιχόσκιον ὀδμὴν
500 διπλόον ἔπλεκε κῶμον Ἀδώνιδι καὶ Κυθερείῃ:
ἄλλη ἅμα γνωτῇσι θαλυσιὰς ἔστιχεν Ὥρη,
καὶ στάχυν ἀκροκόμοισι περιφρίσσοντα κορύμβοις
δεξιτερῇ κούφιζε καὶ ὀξυτόμου γένυν ἅρπης
ἄγγελον ἀμητοῖο, δέμας δ᾽ ἐσφίγγετο κούρη
505 ἀργενναῖς ὀθόνῃσιν, ἑλισσομένης δὲ χορείῃ
φαίνετο λεπταλέοιο δι᾽ εἵματος ὄργια μηρῶν,
καὶ νοτεροὺς ἱδρῶτας ἀνιεμένοιο προσώπου
θερμοτέρῳ Φαέθοντι καθικμαίνοντο παρειαί:
ἄλλη δ᾽ εὐαρότοιο προηγήτειρα χορείης
510 θαλλὸν ἐλαιήεντα λιπότριχι δήσατο κόρσῃ
ἑπταπόρου ποταμοῖο διάβροχον ὕδασι Νείλου,
καὶ ψεδνὴν μεθέπουσα μαραινομένην τρίχα κόρσης
καρφαλέον δέμας εἶχεν, ἐπεὶ φθινοπωρὶς ἐοῦσα
φυλλοχόοις ἀνέμοις ἀπεκείρατο δενδράδα χαίτην:
515 οὔ πω γὰρ χρυσέων ἑλίκων πλεκτοῖσι κορύμβοις
βότρυες ἀμπελόεντες ἐπέρρεον αὐχένι νύμφης,
οὐδέ μιν οἰνωθεῖσα φιλακρήτῳ παρὰ ληνῷ
πορφυρέης ἐμέθυσσε Μαρωνίδος ἰκμὰς ἐέρσης,
οὐδὲ παλινδίνητος ἀνέδραμε κισσὸς ἀλήτης:
520 ἀλλὰ τότε χρόνος ἦλθε μεμορμένος, οὗ χάριν αὐταὶ
εἰς δόμον Ἠελίοιο συνήλυδες ἔδραμον Ὧραι.
BOOK 12
δωδεκάτῳ φρένα τέρψον, ὅπῃ νέον ἄνθος Ἐρώτων
ἄμπελος εἶδος ἀνῆκεν ἐς ἀμπελόεσσαν ὀπώρην.
ὣς αἱ μὲν δυτικοῖο παρ᾽ ὀφρύσιν Ὠκεανοῖο
ἠελίου γονόεντος ἐναυτίλλοντο μελάθροις.
τῇσι δὲ νισσομένῃσι συνήντεεν Ἕσπερος ἀστὴρ
θρῴσκων ἐκ μεγάροιο: διεσσυμένη δὲ καὶ αὐτὴ
5 ἀρτιφανὴς ἀνέτελλε βοῶν ἐλάτειρα Σελήνη.
αἱ δὲ φερεζώοιο παρ᾽ ὄμμασιν Ἡνιοχῆος
κάρπιμον ἴχνος ἔκαμψαν. ὁ μὲν δρόμον ἄρτι τελέσσας
ἠερόθεν νόστησε: πυριγλήνου δ᾽ ἐλατῆρος
φωσφόρος αἰγλήεις τετράζυγος ἐγγύθι δίφρου
10 θήκατο θερμὰ λέπαδνα καὶ ἀστερόεσσαν ἱμάσθλην,
>
γείτονος Ὠκεανοῖο παρὰ προχοῇσι καθήρας
μυδαλέων ἱδρῶτι πυριτρεφέων δέμας ἵππων:
πῶλοι δ᾽ αὐχενίας νοτερὰς δονέοντες ἐθείρας
μαρμαρέοις ὀνύχεσσιν ἐπέκτυπον αἴθοπι φάτνῃ.
15 θυγατέρες δὲ Χρόνοιο πέριξ φλογεροῖο θοώκου
ἱπτάμεναι στεφανηδὸν ἀτειρέος Ἡνιοχῆος
τέσσαρας ἠσπάζοντο δυώδεκα κυκλάδες Ὧραι,
δμωίδες Ἠελίοιο, συνήλυδες αἴθοπι δίφρῳ,
μυστιπόλοι Λυκάβαντος ἀμοιβάδες: ὠγυγίῳ γὰρ
20 αὐχένα δοῦλον ἔκαμψαν ὅλου νωμήτορι κόσμου.
καὶ οἱ ἀνηΰτησεν ἔπος σταφυληκόμος Ὥρη
μάρτυρον ἱκεσίης σχομένη φθινοπωρίδος ἅρπην:
‘ Ἠέλιε ζείδωρε, φυτηκόμε, κοίρανε καρπῶν,
οἰνοτόκον πότε βότρυν ἀεξήσουσιν ἀλωαί;
25 καὶ μακάρων τίνι τοῦτο γέρας μνηστεύεται Αἰών;
ναί, λίτομαι, μὴ κρύπτε, κασιγνήτων ὅτι μούνη
πασάων ἀγέραστος ἐγὼ πέλον: οὐ γὰρ ὀπώρην,
οὐ στάχυν, οὐ λειμῶνα, καὶ οὐ Διὸς ὄμβρον ἀέξω.’
ἔννεπεν: ἐσσομένης δὲ τιθηνήτειραν ὀπώρης
30 ἠέλιος θάρσυνε, καὶ ἀντιπόρῳ παρὰ τοίχῳ
δάκτυλον ὀρθώσας ἐπεδείκνυε κυκλάδι κούρῃ
κύρβιας Ἁρμονίης ἑτερόζυγας, αἷς ἔνι κεῖται
εἰν ἑνὶ θέσφατα πάντα, τά περ πεπρωμένα κόσμῳ
πρωτογόνοιο Φάνητος ἐπέγραφε μαντιπόλος χείρ,
35 καὶ γραφίδων ποίκιλλεν ἐφάρμενον οἶκον ἑκάστῃ.
καί τινα μῦθον ἔειπε πυρὸς ταμίης Ὑπερίων:
‘Κύρβιδι μὲν τριτάτῃ, πόθεν ἔσσεται οἰνὰς ὀπώρη,
γνώσεαι, ἧχι Λέων καὶ Παρθένος: ἐν δὲ τετάρτῃ,
τίς σταφυλῆς σκηπτοῦχος, ὅπῃ γλυκὺ νέκταρ ἀφύσσων
40 γραπτῇ χειρὶ κύπελλον ἀερτάζει Γανυμήδης.’
τοῖα θεοῦ φαμένοιο, φιλάμπελος ἔτρεχε κούρη
ὄμματα δινεύουσα, καὶ ὀμφαίῳ παρὰ τοίχῳ
πρώτην κύρβιν ὄπωπεν ἀτέρμονος ἥλικα κόσμου
εἰν ἑνὶ πάντα φέρουσαν, ὅσα σκηπτοῦχος Ὀφίων
45 ἤνυσεν, ὅσσα τέλεσσε γέρων Κρόνος, ὁππότε τέμνων
ἄρσενα πατρὸς ἄροτρα λεχώιον ἤροσεν ὕδωρ,
σπείρων ἄσπορα νῶτα θυγατρογόνοιο θαλάσσης,
ὅς ποτε λάινον υἷα κεχηνότι δέξατο λαιμῷ
Ζηνὸς ψευδομένοιο νόθον δέμας εἰλαπινάζων:
50 καὶ λίθος ἐνδομύχων τεκέων μαιώσατο φύτλην
φόρτον ἀκοντίζων ἐγκύμονος ἀνθερεῶνος.
ἀλλ᾽ ὅτε μαρναμένοιο Διὸς πυριλαμπέα νίκην
καὶ Κρονίου νιφετοῖο χαλαζήεσσαν Ἐνυὼ
ἀμφίπολος Φαέθοντος ἀελλόπος ἔδρακεν Ὥρη,
55 γείτονα δέρκετο κύρβιν ἀμοιβαδίς: εἶχε δὲ κείνη,
πῶς βροτέην ὤδινε γονὴν πίτυς, ἢ πόθεν ἄφνω
δενδρείην γονόεσσαν ἀναπτύξασα λοχείην
ἄσπορον αὐτοτέλεστον ἀνήρυγεν υἱέα πεύκη,
καὶ πόθεν ἄστεα πάντα κατέκλυσεν ὑέτιος Ζεὺς
60 ἠλιβάτοις πελάγεσσιν ἄγων ὑψούμενον ὕδωρ,
πῶς Νότος ἐκ Βορέαο, καὶ ἐκ Λιβὸς Εὖρος ἱμάσσων
λάρνακα Δευκαλίωνος ἀλήμονα, γείτονα Μήνης,
εἰς πλόον ἠερόφοιτον ἐκούφισεν ἄμμορον ὅρμου.
καὶ τριτάτην ὅτε κύρβιν ἐπέδραμεν εὔποδι ταρσῷ
65 μυστιπόλος Λυκάβαντος, ἕλιξ στηρίζετο κούρη,
μόρσιμα παπταίνουσα πολύτροπα θέσφατα κόσμου,
γράμματα φοινίσσοντα, σοφῇ κεχαραγμένα μίλτῳ,
ὁππόσα ποικιλόμυθος ἐπέγραφεν ἀρχέγονος φρήν,
τοῖα προθεσπίζοντα, καὶ ἐν πινάκεσσιν ἀνέγνω:
70 ‘ Ἥρης βουκόλος Ἄργος ἐς ὄρνεον εἶδος ἀμείψει
φαιδρὸν ἔχων βλοσυρῶν βλεφάρων τύπον ἀλλὰ καὶ αὐτὴ
Ἁρπαλύκη μετὰ λέκτρον ἀλιτροβίων ὑμεναίων
υἱέα δαιτρεύσασα θυγατρογάμῳ γενετῆρι
ἠερίην πτερόεσσαν ἐρετμώσειε πορείην
75 ὄρνις ἀελλήεσσα: καὶ ἱστοπόνος φιλομήλη
ἔσσεται αἰολόδειρος ὑποτρύζουσα χελιδών,
μαρτυρίην βοόωσα λιπογλώσσοιο σιωπῆς,
δαίδαλα φωνήεντα σοφῷ γράψασα χιτῶνι:
καὶ Νιόβη Σιπύλοιο παρὰ σφυρὰ πέτρος ἐχέφρων
80 δάκρυσι λαϊνέοισιν ὀδυρομένη στίχα παίδων
στήσεται οἰκτρὸν ἄγαλμα. καὶ ἔσσεται αὐτόθι γείτων
Πύρρος ἐρωμανέων Φρύγιος λίθος, εἰσέτι Ῥείης
οἶστρον ἔχων ἀθέμιστον ἀνυμφεύτων ὑμεναίων,
Θίσβη δ᾽ ὑγρὸν ὕδωρ καὶ Πύραμος, ἥλικες ἄμφω,
85 ἀλλήλους ποθέοντες: ἐυστεφάνοιο δὲ κούρης
μίλακος ἱμείρων Κρόκος ἔσσεται ἄνθος Ἐρώτων:
καὶ γαμίην μετὰ νύσσαν ἀελλοπόδων Ὑμεναίων
καὶ Παφίης μετὰ μῆλα λεοντείην ἐπὶ μορφὴν
Ἄρτεμις οἰστρήσειεν ἀμειβομένην Ἀταλάντην.’
90 καὶ τὰ μὲν εἰν ἑνὶ πάντα παρέστιχεν ἄστατος Ὥρη,
εἰσόκε χῶρον ἵκανεν, ὅπῃ πυρόεις Ὑπερίων
σύμβολα μαντοσύνης ἀνεμώδεϊ πέφραδε κούρῃ,
ἧχι Λέων ἐτέτυκτο σελασφόρος, ἧχι καὶ αὐτὴ
παρθένος ἀστερόεσσα νόθῃ ποικίλλετο μορφῇ
95 οἴνοπα βότρυν ἔχουσα, θερειγενὲς ἄνθος ὀπώρης:
κεῖθι Χρόνου θυγάτηρ πόδας εὔνασε, ταῦτα δ᾽ ἀνέγνω:
‘Κισσὸς ἀε
ρσιπότης, ἐρόεις νέος, εἰς φυτὸν ἕρπων
ἔσται κισσὸς ἕλιξ καὶ ἐν ἔρνεσιν: ἠιθέου δὲ
ὄρθιος ἐκ Καλάμοιο δόναξ κυρτούμενος αὔραις
100 λεπτὸν ἀεξιφύτοιο φανήσεται ἔρνος ἀρούρης,
ἡμερίδων στήριγμα: καὶ εἰς φυτὸν εἶδος ἀμείψας
ἄμπελος ἀμπελόεντι χαρίζεται οὔνομα καρπῷ.’
ἀλλ᾽ ὅτε θέσφατα ταῦτα θαλυσιὰς ἔδρακε κούρη,
δίζετο χῶρον ἐκεῖνον, ὅπῃ παρὰ γείτονι τοίχῳ
105 ποιητῇ κεχάρακτο τύπῳ Γανυμήδεος εἰκὼν
ἰκμάδα νεκταρέην χρυσέῳ στάζουσα κυπέλλῳ,
ἧχι χαρασσομένων ἐπέων τετράζυγος ὀμφή:
κεῖθι θεὰ φιλόβοτρυς ἐκώμασεν, εὗρε δὲ νύμφη
θέσφατα κισσοφόρῳ πεφυλαγμένα ταῦτα Λυαίῳ:
110 ‘Φοίβῳ Ζεὺς ἐπένευσεν ἔχειν μαντώδεα δάφνην,
καὶ ῥόδα φοινίσσοντα ῥοδόχροϊ Κυπρογενείῃ,
γλαυκὸν Ἀθηναίῃ γλαυκώπιδι θαλλὸν ἐλαίης,
καὶ στάχυας Δήμητρι, καὶ ἡμερίδας Διονύσῳ.’
τοῖα μὲν ἐν γραφίδεσσι φιλεύιος ἔδρακε κούρη:
115 τερπομένη δ᾽ ἤιξε, κασιγνήτας δὲ λαβοῦσα
εἰς ῥόον ἠῴοιο διέστιχεν Ὠκεανοῖο
ἱπποσύνῃ Φαέθοντος ὁμόδρομος. — οὐ δὲ Λυαίῳ
φάρμακον ἦν ἑτάροιο δεδουπότος, οὐδὲ χορείης
μνῆστις ἔην: φιλίῳ δὲ νόον δεδονημένος οἴστρῳ
120 αἴλινα πικρὰ λίγαινεν, ἀκηδέστῳ δὲ σιωπῇ
χάλκεα νῶτα λέλοιπεν ἀδουπήτοιο βοείης:
οὐδέ ἑ πηκτὶς ἔτερπεν. ἀμειδήτῳ δὲ προσώπῳ
οἰκτρὰ κινυρομένοιο φιλοστόργου Διονύσου,