Works of Nonnus
Page 90
125 Ἀονίης ὑὸς οὖδας ἐπώνυμον, ἥ περὶ μορφῆς
αὐχένα γαῦρον ἄειρε καὶ ἤρισε Τριτογενείῃ:
οἵ τ᾽ ἔλαχον Πυθῶνα καὶ ἀμφίκρημνον ἀλωήν,
Κρῖσαν ἀειδομένην καὶ Δαυλίδα καὶ Πανοπῆα,
γείτονα Βάκχον ἔχοντες, ἐπεὶ δαφναῖος Ἀπόλλων
130 κλῆρον ἑὸν ξύνωσε κασιγνήτῳ Διονύσῳ,
Παρνησσὸν δικάρηνον: ἀγειρομένοισι δὲ λαοῖς
Πυθιὰς ὀμφήεσσα θεηγόρος ἔκλαγε πέτρη
καὶ τρίπος αὐτοβόητος, ἀσιγήτοιο δὲ πηγῆς
Κασταλίης λάλον οἶδμα σοφῷ πάφλαζε ῥεέθρῳ.
135 Εὐβοέων δὲ φάλαγγας ἐκόσμεον ἀσπιδιῶται
παιδοκόμοι Κορύβαντες ἀεξομένου Διονύσου,
οἳ Φρύγα κόλπον ἔχοντες ὀρεσσιπόλῳ παρὰ Ῥείῃ
νήπιον εἰσέτι Βάκχον ἐκυκλώσαντο βοείαις,
τόν ποτε πορφυρέῳ κεκαλυμμένον οἴνοπι πέπλῳ
140 εὗρον ἐνὶ σκοπέλοις, κερόεν βρέφος, ἔνθά μιν Ἰνὼ
Μύστιδι παιδοκόμῳ παρακάτθετο μητρὶ Κορύμβου:
οἳ τότε πάντες ἵκανον ἀειδομένης ἀπὸ νήσου,
Πρυμνεὺς εἱλιπόδης τε Μίμας καὶ ὀρίδρομος Ἄκμων
Δαμνεύς τ᾽ Ὠκύθοός τε σακεσπάλος, οἷς ἅμα βαίνων
145 σύνδρομος Ἰδαίῳ κορυθαιόλος ἦλθε Μελισσεύς,
οὕς ποτε δυσσεβίης κεκορυθμένος ἄφρονι κέντρῳ
Σῶκος ἁλιζώνοιο πατὴρ νοσφίσσατο πάτρης
Κόμβης ἑπτατόκου μετὰ μητέρος: οἱ δὲ φυγόντες
Κνώσσιον οὖδας ἵκοντο, καὶ ἔμπαλιν ἦσαν ἀλῆται
150 εἰς Φρυγίην Κρήτηθεν, ἀπὸ Φρυγίης ἐς Ἀθήνας,
ἀλλοδαποὶ ναετῆρες ὁμέστιοι, εἰσόκε Κέκροψ
Σῶκον ἀπηλοίησε Δίκης ποινήτορι χαλκῷ,
καὶ χθόνα καλλείψαντες ἁλικλύστου Μαραθῶνος
νόστιμον ἴχνος ἔκαμψαν ἐς ἱερὸν οὖδας Ἀβάντων,
155 Κουρήτων προτέρων χθόνιον γένος, οἷς μέλος αὐλῶν,
οἷς βίος εὐκελάδων ξιφέων κτύπος, οἷς τινι ῥυθμῷ
κύκλα ποδῶν μεμέλητο καὶ ἀσπιδόεσσα χορείη.
τοῖσι συνεστρατόωντο μαχήμονες υἷες Ἀβάντων,
οἳ λάχον ὀφρυόεσσαν Ἐρέτριαν, οἳ λάχον ἄμφω,
160 καὶ Στύρα καὶ Κήρινθον, ἀειδομένης τε Καρύστου
ἕδρανα καὶ Δίου κραναὸν πέδον, οἵ τ᾽ ἔχον ἀκτήν,
ἀκτὴν κυματόεσσαν ἀσιγήτοιο Γεραιστοῦ,
καὶ Στύγα καὶ Κοτυλαῖον ἕδος καὶ Σιρίδος ἕδρην
Μαρμαρίου τε τένοντα καὶ Ὠγυγίης πέδον Αἰγῆς:
165 τοῖς ἅμα λαὸς ἵκανεν ὁμόστολος, οἷς πέλε πάτρη
Χαλκίς, ὀπισθοκόμων μητρόπτολις Ἐλλοπιήων.
ἑπτὰ μὲν ἡγεμόνες στρατὸν ὥπλισαν, ἀλλ᾽ ἕνα πάντες
θυμὸν ἔχον κατ᾽ Ἄρηα: καὶ ἀστέρας αἴθοπι βωμῷ
Ζῳδιακῆς ναετῆρας ἐμειλίξαντο κελεύθου,
170 δῆριν ἰσηρίθμοισιν ἐπιτρέψαντες ἀλήταις.
Κεκροπίδας δ᾽ ἐκόρυσσε μόθων ἀκόρητος Ἐρεχθεύς —
χρύσεον ἀγλαόπαιδος Ἐρεχθέος αἷμα κομίζων,
τόν ποτε πυρσοφόροιο κατὰ πτύχα παρθενεῶνος
παρθένος αὐτολόχευτος ἀνέτρεφεν ἄρσενι μαζῷ
175 παιδοκόμος γλαυκῶπις ἀνήροτος, αἰδομένη δὲ
παρθενίῳ πήχυνεν ἀήθεϊ κοῦρον ἀγοστῷ
Ἡφαιστηιάδην, ὅτε δύσγαμος ἀμφιγυήεις
ἀλλοίῃ φιλότητι γονὴν ἔσπειρεν ἀρούρῃ,
θερμὸν ἀκοντίζων αὐτόσσυτον ἀφρὸν Ἐρώτων:
180 τοῖος Ἀθηναίων στρατιῆς πρόμος ἦλθεν Ἐρεχθεύς,
Σίφνον ἔχων συνάεθλον, ὁμόπτολιν ἡγεμονῆα — ,
οἳ λάχον Οἰνώης γόνιμον πέδον, οἵ τε καρήνων
γείτονος Ὑμήττοιο μελισσήεντας ἐναύλους
καὶ τέμενος βαθύδενδρον ἐλαιοκόμου Μαραθῶνος,
185 οἵ τε πόλιν Κελεοῖο, καὶ οἳ λάχον ὅρμον Ἀθήνης,
ἀγχίαλον Βραυρῶνα, κενήριον Ἰφιγενείης,
καὶ δάπεδον Θορίκοιο καὶ εὐώδινος Ἀφίδνης,
οἵ τ᾽ ἔχον ἀγλαόπαιδος Ἐλευσινίην χθόνα Δηοῦς,
μυστιπόλοι ταλάροιο καὶ εὐκάρποιο θεαίνης,
190 Τριπτολέμου γεγαῶτες ἀφ᾽ αἵματος, ὅς ποτε Δηοῦς
δίφρον ἐχιδνήεντα δι᾽ ἠέρος ἡνιοχεύων
στικτὰ φερεσταχύων ἐπεμάστιε νῶτα δρακόντων:
καὶ πολὺς ἔνθα καὶ ἔνθα σιδήρεα τεύχεα πάλλων
παισὶ κορυσσομένοισι γέρων ὤρεξεν Ἀχαρνεύς:
195 καὶ στίχες Ἀτθίδος ἦλθον ἐπήλυδες, ἐγρεμόθων δὲ
σὺν δορί, σὺν ξιφέεσσιν ἐπειγομένων ναετήρων
εἰς μόθον εὐπήληκες ἐβακχεύθησαν Ἀθῆναι,
ἐσσυμένων δ᾽ ἐς Ἄρηα λιμὴν ἤχησε Φαληρεύς:
καὶ πολὺς ἀγγέλλων προτέρην αὐτόχθονα φύτλην
200 χρύσεος εὐπλέκτοισι κόμαις ἐσφίγγετο τέττιξ.
πατρίδα γαῖαν ἔλειπε καὶ Αἰακός, ὃν νόθος ὄρνις
ἁρπαμένῃ σπέρμηνε μιγεὶς Ἀσωπίδι νύμφῃ,
αἰετὸς Αἰγίνης πτερόεις πόσις ὑψιπέτης Ζεύς:
ἐκ δὲ γάμου πεφάτιστο καὶ Αἰακός: ἔξοχα δ᾽ ἄλλων
205 χραισμῆσαι μενέαινε κασιγνήτῳ Διονύσῳ:
Μυρμιδόνων δὲ φάλαγγας ἐκόσμεεν ἴδμονι τέχνῃ,
οἳ πρὶν ἔσαν μύρμηκες ἐφερπύζοντες ἀρούρῃ,
ποσσὶ πολυσπερέεσσι μεμηλότες, εἰσόκεν αὐτῶν
ἐκ χροὸς οὐτιδανοῖο χαμαιγενὲς εἶδος ἀμείψας
210 φέρτερον ε
ἰς δέμας ἄλλο μετέπλασεν ὑψιμέδων Ζεύς,
καὶ στρατὸς ἐβλάστησεν ἐνόπλιος: ἐξαπίνης γὰρ
ἀλλοφυής, ἄφθογγος, ἀπόσπορος ἑσμὸς ἀρούρης
εἰς βροτὸν αὐδήεντα δέμας μορφώσατο μύρμηξ:
τῶν πρόμος Αἰακὸς ἦρχεν, ἐν εὐτύκτῳ δὲ βοείῃ
215 Ζῆνα νόθον σοφὸν ὄρνιν ἐπέγραφε, σῆμα γενέθλης,
φειδομένοις ὀνύχεσσιν ἐλαφρίζοντα γυναῖκα,
καὶ ποταμὸς πυρίκαυτος ἔην σχεδόν, ἄγχι δὲ κούρη
οἰκτρὰ κατηφιόωσα, καὶ εἰ πέλεν ἄπνοος εἰκών,
δόχμιον ὄμμα τίταινεν, ἅτε στενάχουσα τοκῆα
220 Ἀσωπὸν βαρύγουνον, ἔοικε δὲ τοῦτο βοῆσαι.
‘καλὸν ἐμοὶ πόρες ἕδνον ἐμὸν γενετῆρα δαμάσσας.’
Κρήτης δ᾽ ἡγεμόνευε πολυγλώσσων ναετήρων
Ἀστέριος φαιδρωπὸν ἔχων δέμας, ἀμφότερον δὲ
ὅσσον ἔην ἐρόεις, τόσον ἄλκιμος, ὅν ποτε νύμφη
225 λυσαμένη Μίνωι σαόφρονος ἅμμα κορείης
Φαιστιὰς Ἀνδρογένεια Κυδωναίῃ τέκεν εὐνῇ:
ὃς τότε λαὸν ἄγων ἑκατόμπολιν οἴνοπι Βάκχῳ
ἵκετο κυδαίνων ἐμφύλιον αἷμα γενέθλης
πατρὸς ἑοῦ: Σεμέλης γὰρ ἀνεψιὸς ἔπλετο Μίνως,
230 Κάδμου ξυνὰ γένεθλα: πολυσπερέες δὲ μαχηταὶ
πάντες ἑνὶ σπεύδοντι συνέρρεον ἡγεμονῆι,
οἱ μὲν ἀπὸ Κνωσσοῖο μαχήμονες, οἱ δ᾽ ἀπὸ Λύκτου
Μιλήτου στρατιῇσι συνήλυδες: οἷς ἅμα πολλοὶ
ὑψιλόφου Γόρτυνος ἐθωρήσσοντο πολῖται
235 καὶ ναέται Ῥυτίοιο καὶ εὐκάρποιο Λυκάστου...
καὶ χθόνα Νωδαίοιο Διὸς καὶ ἐδέθλια Βοίβης
καὶ δάπεδον Κισάμοιο, καὶ ἄστεα καλὰ Κυταίου.
τοῖος ἀπὸ Κρήτης πρόμος ἤλυθεν: ἐρχομένῳ δὲ
θερμοτέραις ἀκτῖσι χέων μαντήιον αἴγλην
240 Ἀστερίῳ σελάγιζεν ὁμώνυμος Ἄρεος ἀστήρ,
νίκης ἐσσομένης πρωτάγγελος: ἀλλ᾽ ἐνὶ χάρμῃ
νικήσας νόθον οἶστρον ἀήθεος ἔσχεν ἀρούρης
νηλής: οὐ γὰρ ἔμελλεν ἰδεῖν μετὰ φύλοπιν Ἰνδῶν
πάτριον Ἰδαίης κορυθαιόλον ἄντρον ἐρίπνης,
245 ἀλλά βίον προβέβουλε λιπόπτολιν, ἀντὶ δὲ Δίκτης
Κνώσσιος ἐν Σκυθίῃ μετανάστιος ἔσκε πολίτης,
καὶ πολιὸν Μίνωα καὶ Ἀνδρογένειαν ἐάσας
ξεινοφόνων σοφὸς ἦλθεν ἐς ἔθνεα βάρβαρα Κόλχων,
Ἀστερίους δ᾽ ἐκάλεσσε καὶ ὤπασεν οὔνομα Κόλχοις
250 Κρητικόν, οἷς ξένα θεσμὰ φύσις πόρε, παιδοκόμου δὲ
πάτριον Ἀμνισοῖο ῥόον Κρηταῖον ἐάσας
αἰδομένοις στομάτεσσι νόθον πίε Φάσιδος ὕδωρ.
μοῦνος Ἀρισταῖος βραδὺς ἤιε λοίσθιος ἄλλων,
ὅσσοι γαῖαν ἔναιον ὁμούριον Ἑλλάδι γαίῃ,
255 ὃς μέλιτος γλυκεροῖο πολυτρήτων ἀπὸ σίμβλων
αὐχένα γαῦρον ἄειρε, καὶ οἰνοχύτῳ Διονύσῳ
ἤρισεν ἀπρήκτῳ μελιηδέος ἐλπίδι νίκης:
ἀμφοτέροις δ᾽ ἐδίκαζον, ὅσοι ναετῆρες Ὀλύμπου:
ἀλλὰ πάις Φοίβοιο νεόρρυτα χεύματα σίμβλων
260 ἀθανάτοις ὀρέγων μελιηδέος ἤμβροτε νίκης,
ὅττι θεοὶ παχὺ χεῦμα φιλοπτόρθοιο μελίσσης
δεξάμενοι κόρον ὀξὺν ἀτερπέος εἶχον ἐέρσης:
καὶ κόρος ἦν μακάρων τρίτατον δέπας, οὐ δὲ τετάρτου
κιρναμένου γεύσαντο παλιννόστοιο κυπέλλου,
265 καὶ μάλα διψώοντες: ἀρυομένοιο δὲ Βάκχου
ὄμβρῳ ἐυρραθάμιγγι νόον τέρποντες ἐέρσης
εἰς ὅλον ἦμαρ ἔπινον ἀλωφήτου χύσιν οἴνου:
καὶ μεθύων γλυκὺν οἶνον ἐθάμβεεν ἄλλος ἐπ᾽ ἄλλῳ
ἐξ ἑτέρου ποθέων ἕτερον δέπας ἡδέι θυμῷ,
270 εὐφροσύνην ἀκόρητον ἔχων θελξίφρονος οἴνου:
Ζεὺς δὲ μελιρραθάμιγγος ἐθάμβεεν ἔργα μελίσσης,
δαιδαλέην δ᾽ ὠδῖνα φιλοσμήνου τοκετοῖο,
δῶρον Ἀρισταίοιο, καὶ οἰνοχύτῳ Διονύσῳ
ὤπασε λυσιπόνοιο φέρειν πρωτάγρια νίκης.
275 ἔνθεν Ἀρισταῖος βραδὺς ἤιεν εἰς μόθον Ἰνδῶν,
ὄψιμος εὐνήσας πρότερον χόλον ἅρπαγος ἥβης,
ἔνδιον Ἑρμείαο λιπὼν Κυλλήνιον ἕδρην:
οὐ πω γὰρ προτέρῃ Μεροπηίδι νάσσατο νήσῳ,
οὔ πω δ᾽ ἀτμὸν ἔπαυσε πυρώδεα διψάδος ὥρης
280 Ζηνὸς ἀλεξικάκοιο φέρων φυσίζοον αὔρην,
οὐδὲ σιδηροχίτων δεδοκημένος ἀστέρος αἴγλην
Σείριον αἰθαλόεντος ἀναστέλλων πυρετοῖο
ἐννύχιον πρήυνε, τὸν εἰσέτι διψαλέον πῦρ
θερμὸν ἀκοντίζοντα δι᾽ αἰθέρος αἴθοπι λαιμῷ
285 ἄσθμασι λεπταλέοισι καταψύχουσι ἀῆται:
ἀλλ᾽ ἔτι Παρρασίης πέδον ᾤκεεν. ἐρχομένῳ δὲ
λαὸς ἐθωρήχθη βαλανηφάγος Ἀρκὰς ἀλήτης,
οἵ τ᾽ εἶχον Λασιῶνα καὶ ἄλσεα καλὰ Λυκαίου
καὶ κραναὴν Στύμφηλον, ἀειδομένην τε πολίχνην
290 Ῥίπην καὶ Στρατίην καὶ Μαντινέην καὶ Ἐνίσπην
Παρρασίην τ᾽ εὔδενδρον, ὅπῃ πέδον ἐστὶ θεαίνης
ἀστιβὲς ἀρχεγόνοιο λεχώιον εἰσέτι Ῥείης,
καὶ δάπεδον Φενεοῖο καὶ ὀρχηθμοῖο τοκῆα,
Ὀρχομενὸν πολύμηλον, ἐδέθλιον Ἀπιδανήων,
295 οἵ τ᾽ ἔχον Ἀρκαδίην πόλιν Ἀρκάδος, ὅν ποτε μήτηρ
Καλλιστὼ Δ
ιὶ τίκτε, πατὴρ δέ μιν εἰς πόλον ἄστρων
στηρίξας ἐκάλεσσε χαλαζήεντα Βοώτην:
τόσσον Ἀρισταῖος στρατὸν ὥπλισεν Ἀρκάδι λόγχῃ
ἀνδράσι μαρναμένοις νομάδας κύνας εἰς μόθον ἕλκων,
300 τόν ποτε Κυρήνη, κεμαδοσσόος Ἄρτεμις ἄλλη,
Φοιβείῃ φιλότητι λεοντοφόνος τέκε νύμφη,
ὁππότε μιν Λιβύῃ ψαμαθώδεϊ καλὸς Ἀπόλλων
ἤγαγε νυμφοκόμῳ μετανάστιον ἅρπαγι δίφρῳ.
καί μιν ἐπισπεύδοντα λιπὼν μαντώδεα δάφνην
305 αὐτὸς ἑαῖς παλάμῃσι πατὴρ θώρηξεν Ἀπόλλων:
παιδὶ δὲ τόξον ἔδωκε, καὶ ἥρμοσε χειρὶ βοείην
δαιδαλέην, γλαφυρὴν δὲ καθιεμένην διὰ νώτου
ὠμαδίῳ τελαμῶνι κατεκλήισσε φαρέτρην.
τῷ δ᾽ ἐπὶ Σικελίηθεν ἑκηβόλος ἦλθεν Ἀχάτης,
310 καί οἱ ἐφωμάρτησαν ὁμήλυδες ἀσπιδιῶται,
Κιλλυρίων τ᾽ Ἐλύμων τε πολὺς στρατός, οἵ τε Παλίκων
ἕδρανον ἀμφενέμοντο, καὶ οἵ Κατάνην πάρα λίμνην
γείτονα Σειρήνων πόλιν ᾤκεον, ἃς Ἀχελῴῳ
Τερψιχόρη ῥοδόεσσα βοοκραίρων ἀπὸ λέκτρων
315 τίκτεν ἀελλήεντι συναπτομένη παρακοίτῃ:
οἵ τ᾽ εἶχον Καμάριναν, ὅπῃ κελάδοντι ῥεέθρῳ
Ἵππαρις ἀστήρικτος ἐρεύγεται ἀγκύλον ὕδωρ,
Ὕβλης θ᾽ ἱερὸν ἄστυ, καὶ οἳ σχεδὸν ᾤκεον Αἴτνης,
ἧχι πυρὸς κρητῆρες ἀναπτομένης ἀπὸ πέτρης
320 θερμὸν ἀναβλύζουσι Τυφαονίης σέλας εὐνῆς,
οἵ τε δόμους ἐδάσαντο παρ᾽ ὀφρυόεντι Πελώρῳ,
καὶ δάπεδον νησαῖον ἁλιρροίζοιο Παχύνου,