Book Read Free

Works of Nonnus

Page 104

by Nonnus

ἀκροπότῃ δὲ Μάρωνι χαρίζεο, μηδέ σε νίκης

  ζῆλον ὑποκλέπτοντα καὶ ὲν ποταμοῖσι νοήσω.

  ὕδασι μᾶλλον ἄεξε Μαρωνίδος οἶνον ὀπώρης:

  315 ἔσσο καὶ ἐν ποταμοῖσιν ὁμοφρονέων Διονύσῳ.

  νήπιε, τίς σε δίδαξεν ἀρειοτέροισιν ἐρίζειν;

  Σειληνὸς πάλιν ἄλλος, ὑπέρβιον αὐλὸν ἀμείβων,

  αὐχένα γαῦρον ἄειρε καὶ εἰς ἔριν ἤλυθε Φοίβῳ:

  ἀλλά ἑ γυμνώσας λασίου χροός, ἔρνεϊ δήσας,

  320 ἔμπνοον ἀσκὸν ἔθηκε, καὶ ὑψόθι πολλάκι δένδρου

  ἐνδόμυχος κόλπωσε τύπον μιμηλὸν ἀήτης,

  οἶα πάλιν μέλποντος ἀσιγήτοιο νομῆος:

  καἰ μιν ἐποικτείρων μορφώσατο Δελφὸς Ἀπόλλων,

  καὶ ποταμὸν ποίησεν ὁμώνυμον: εἰσέτι κείνου

  325 Σειληνοῦ λασίοιο φατίζεται ἀγκύλον ὕδωρ,

  καὶ κτύπον ἠνεμόφοιτον ἐρεύγεται, οἶά περ αἰεὶ

  ἀντιτύποις δονάκεσσι μελιζομένου Φρυγὸς αὐλοῦ.

  καὶ σὺ δέμας μετάμειψας ἀρείονι νεῖκος ἀνάψας

  Σειληνῷ προτέρῳ πανομοίιος. ἀλλὰ σὺ νύμφην

  330 μηκέτι μαστεύσειας ἀσάμβαλον ἠθάδα Βάκχην,

  Βάκχην λυσιέθειραν ὀρειάδα: λυσικόμων γὰρ

  Νηιάδων ἀπέλεθρος ἐυφραίνει σε γενέθλη.

  μηκέτι μαστεύσῃς ὀφιώδεα δεσμὰ Λυαίου,

  ἐγχέλυας μεθέπων σκολιὴν ὠδῖνα ῥεέθρων,

  335 καὶ στικταῖς φολίδεσσιν ἀρηρότες ἀντὶ δρακόντων

  ἰχθύες ὑμετέροισιν ἐφερπύζουσι ῥεέθροις.

  εἰ δὲ σὺ βοτρυόεντος ἐνοσφίσθης Διονύσου.

  μᾶλλον ἐπολβίζω σε: σὺ γὰρ καὶ βότρυν ἀέξεις:

  τί πλέον ἤθελες ἄλλο τεῶν θρεπτῆρα ῥοάων

  340 Ζῆνα φέρων μετὰ Βάκχον, ὅλης γενετῆρα γενέθλης;

  ἀντὶ τεῶν Σατύρων ποταμῶν στίχες: ἀντὶ δὲ ληνοῦ

  Ὠκεανοῦ κελάδοντος ὑπὲρ νώτοιο χορεύεις.

  εἴκελον εἶδος ἔχεις καὶ ἐν ὕδασιν: οὐ νέμεσις δὲ

  Σειληνὸν κομόωντα βοοκραίροισι μετώποις

  345 ταυρείην κερόεσσαν ἔχειν ποταμηίδα μορφήν.’

  εἶπε Μάρων: καὶ πάντες ἐθάμβεον ἀγκύλον ὕδωρ

  Σειληνοῦ ζαχύτοιο κυβιστητῆρος ἰδόντες.

  ἰσοφυὲς μίμημα πολυγνάμπτου ποταμοῖο.

  BOOK 20

  εἰκοστὸν μεθέπει φονίου βουπλῆγα Λυκούργου,

  εἰς βυθὸν ἰχθυόεντα διωκομένου Διονύσου.

  λῦτο δ᾽ ἀγών: Σάτυροι δὲ σὺν εὐθύρσῳ Διονύσῳ

  βότρυος ἀφνειοῖσιν ἐναυλίζοντο μελάθροις.

  τοῖσι δὲ δαινυμένοις ἐπεκώμασαν οἰνάδες Ὧραι:

  καὶ κτύπος ἦν τυπάνων ἐπιδόρπιος, ὀξὺ δὲ σύρεγξ

  5 ἀμφιλαφὴς ἐλίγαινεν, ἀρυόμενοι δὲ κυπέλλοις

  οἰνοχόοι μογέεσκον ἀλωφήτῳ παρὰ δείπνῳ:

  καὶ πλέον αἰτίζεσκον ὀπάονας οἶνον ἀφύσσειν

  δαιτυμόνες σαίνοντες: ἀνεσκίρτησε δὲ Βάκχη

  κύμβαλα δινεύουσα, φιλοσκάρθμοιο δὲ κούρης

  10 ἄπλοκος ἀκρήδεμνος ἐσείετο βόστρυχος αὔραις.

  καὶ θεὸς ἀμπελόεις, καλέσας Σταφύλοιο γυναῖκα,

  αὐχμὸν ἀποσμήξας ἐπεκόσμεεν οἴνοπι πέπλῳ:

  καὶ Πίθου εὐρυγένειον ὅλον ῥυπόωντα καθήρας

  ἀργεννῷ παλίνορσος ἀνεχλαίνωσε χιτῶνι.

  15 ῥίψας πένθιμα πέπλα χυτῇ πεπαλαγμένα τέφρῃ:

  οὐκέτι δ᾽ αὐτοχύτοισι παρήια δάκρυσι δεύων

  βότρυς ἀνεστενάχιζε, Διωνύσῳ δὲ πιθήσας

  φωριαμοὺς ὤιξε θυώδεας: οἰγομένων δὲ

  μαρμαρυγὴ σελάγιζε πολυγλήνων ἀπὸ πέπλων:

  20 κεῖθεν ἑλὼν Σταφύλου βασιλήια φαιδρὰ τοκῆος

  δύσατο πορφυρέῳ πεπαλαγμένα φάρεα κόχλῳ,

  καὶ θαλίης ψαύοντι συνειλαπίναζε Λυαίῳ.

  τοῖσι δὲ τερπομένοισιν ἀνέδραμεν Ἕσπερος ἀστὴρ

  φέγγος ἀναστείλας χοροτερπέος ἠριγενείης.

  25 δαιτυμόνων δὲ φάλαγγες ἀμοιβαδὶς ἔνδοθεν αὐλῆς

  ὕπνου δῶρον ἕλοντο βαθυστρώτων ἐπὶ λέκτρων.

  καὶ Πίθος ἄλχι Μάρωνος ἀνήιεν εἰς μίαν εὐνήν,

  νεκταρέης εὔοδμον ἀναβλύζων πόμα ληνοῦ,

  ἀλλήλους δ᾽ ἐμέθυσσαν ἴσην πέμποντες ἀυτμὴν

  30 πάννυχον. Εὐπετάλη δέ, τιθηνήτειρα Λυαίου,

  δαλὸν ἀναψαμένη καὶ Βότρυϊ καὶ Διονύσῳ

  δισσὴν ἀμφοτέροις ἁλιπόρφυρον ἔντυεν εὐνήν:

  γείτονι δ᾽ ἐν θαλάμῳ Σατύρων δίχα, νόσφι Λυαίου,

  ἀμφίπολοι στορέσαντο λέχος χρύσειον ἀνάσσῃ.

  35 Βάκχῳ δ᾽ ἦλθεν ὄνειρος, Ἔρις πολέμοιο τιθήνη,

  ἅρμασι μιμηλοῖσιν ἐφεδρήσσουσα λεόντων,

  Ῥείης εἶδος ἔχουσα, φιλοκροτάλοιο θεαίνης:

  καὶ Φόβος ἡνιόχευεν ὀνειρείων ζυγὰ δίφρων

  ἀντιτύποις μελέεσσι νόθος μορφούμενος Ἄττις,

  40 καὶ θρόον ὀξὺν ἔχων ἁπαλόχροος ἄρσενι μορφῇ

  ἡνίοχον Κυβέλης ἀπεμάξατο θήλεϊ φωνῇ:

  Βάκχου δ᾽ ὑπναλέοιο παρεστηκυῖα καρήνῳ

  φοιτὰς Ἔρις νεμέσησε, καὶ ἐγρεμόθῳ φάτο φωνῇ:

  ‘ὑπνώεις, Διόνυσε θεηγενές: εἰς ἐνοπὴν δὲ

  45 Δηριάδης καλέει σε, καὶ ἐνθάδε κῶμον ἐγείρεις:

  μητρυιὴ δ᾽ ὁρόωσα τεὴν φύξηλιν Ἐνυὼ

  Ἥρη κερτομέει σε, σὺ δὲ στρατὸν εἰς χορὸν ἕλκεις.

  αἰδέομαι Κρονίωνι φανήμεναι, ἄζομαι Ἥρ
ην,

  ἄζομαι ἀθανάτους, ὅτι μὴ κάμες ἄξια Ῥείης:

  50 Τιτήνων δ᾽ ὀλετῆρα, προασπιστῆρα τοκῆος,

  αὐχένα γαῦρον ἔχοντα κατ᾽ οὐρανὸν Ἄρεα φεύγω,

  ἀσπίδα κουφίζοντα διάβροχον ἠθάδι λύθρῳ:

  καὶ γνωτὴν δέο μᾶλλον, ἀριστογόνοιο τοκῆος

  αὐτοτελῆ γονόεντος ἀμήτορα παῖδα καρήνου,

  55 Παλλάδα δειμαίνω κορυθαιόλον, ὅττι καὶ αὐτὴ

  μέμφεται ἄρσενα Βάκχον ἀεργέα θῆλυς Ἀθήνη:

  εἴκαθεν αἰγίδι θύρσος, ἐπεί ποτε Παλλὰς ἀγήνωρ

  αἰγίδα κουφίζουσα πύλας ἔστεψεν Ὀλύμπου,

  Τιτήνων σκεδάσασα θυελλήεσσαν Ἐνυώ,

  60 πατρῴου δ᾽ ἐγέραιρε σοφὴν ὠδῖνα καρήνου:

  καὶ σὺ Διὸς γονόεσσαν ἐπαισχύνεις πτύχα μηροῦ.

  ἠνίδε, πῶς γελόωσι καὶ Ἑρμείας καὶ Ἀπόλλων,

  ὃς μὲν ἀερτάζων δίδυμον βέλος εἰσέτι λύθρῳ

  ὑψιλόφων τεκέων πεπαλαγμένον Ἰφιμεδείης,

  65 ὃς δὲ καταφθιμένοιο πολυβλεφάροιο νομῆος

  ῥάβδον ἔχων ὀλέτειραν: ἐγὼ δ᾽ ἐμὸν αἰθέρα φεύγω

  μῶμον ἀλυσκάζουσα φυγοπτολέμου Διονύσου.

  θύρσους δ᾽ ἠρεμέοντας ὀπιπεύουσα Λυαίου

  μέμφεται ὀρχηστῆρι φιλοσκοπέλῳ Διονύσῳ

  70 παρθένος ἰοχέαιρα, κυβερνήτειρα δὲ δίφρου

  οὐτιδανῶν ἐλάφων, βαλίων ὀλέτειρα λαγωῶν,

  μέμφεται οὐρεσίφοιτος ὀρειάδος ἐγγύθι Ῥείης

  πορδαλίων ἐλατῆρι καὶ ἡνιοχῆι λεόντων.

  παιδὸς ἐμοῦ Διὸς οἶκον ἀναίνομαι: ἐν γὰρ Ὀλύμπῳ

  75 ἅζομαι αὐχήεσσαν ἀγαλλομένην ἔτι Λητώ,

  ἰὸν ἐμοὶ τανύουσαν ἑῶν χραισμήτορα λέκτρων,

  γηγενέος Τιτυοῖο ποθοβλήτοιο φονῆα.

  καὶ διδύμαις ὀδύνῃσιν ἱμάσσομαι, ὅττι δοκεύω

  ἀχνυμένην Σεμέλην καὶ ἀγήνορος ἀστέρα Μαίης.

  80 οὐ σὺ Διὸς τεκέεσσιν όμοίιος: οὐ κτάνες ἰῷ

  Ὦτον ἀπειλητῆρα καὶ ὑψιπόδην Ἐφιάλτην,

  οὐ Τιτυὸν πτερόεντι τεῷ κατέπεφνες ὀτστῷ.

  οὐ θρασὺν Ὠρίωνα δυσίμερον, οὐ πρόμον Ἥρης

  Ἄργον, ἀεξικάκοιο βοοσκόπον υἱὸν ἀρούρης,

  85 Ζηνὸς ὀπιπευτῆρα βοοκραίρων ὑμεναίων:

  ἀλλὰ παρὰ Σταφύλῳ καὶ Βότρυϊ κῶμον ὑφαίνεις,

  ἀκλειὴς ἀσίδηρος ἐποίνιον ὕμνον ἀείδων:

  αἰσχύνεις Σατύρων χθόνιον γένος, ὅττι καὶ αὐτοὶ

  Βακχιάδος ψαύοντες ἀναιμάκτοιο χορείης

  90 Ἄρεος ἐλπίδα πᾶσαν ἐπετρέψαντο κυπέλλοις.

  ἔστι καὶ εἰλαπίνη μετὰ φύλοπιν, ἔστι χορεύειν

  Ἰνδῴην μετὰ δῆριν ἔσω Σταφύλοιο μελάθρων:

  πηκτίδες ἄψ αὔουσιν ἐνυαλίην μετὰ νίκην:

  νόσφι πόνων οὐκ ἔστιν ἀνέμβατον αἰθέρα ναίειν:

  95 οὐ πέλε ῥηιδίη μακάρων ὁδός: ἐξ ἀρετῆς δὲ

  ἀτραπὸς Οὐλύμποιο θεόσσυτος εἰς πόλον ἕλκει.

  τέτλαθι καὶ σὺ πόνους πολυειδέας: οὐρανίην γὰρ

  Ἥρη σοὶ κοτέουσα Διὸς μαντεύεται αὐλήν.’

  ὥς φαμένη πεπότητο. θεὸς δ᾽ ἀνεπήλατο λέκτρων,

  100 φρικτὸν ἔχων ἔτι δοῦπον ἀπειλητῆρος ὀνείρου ...

  καὶ θρασὺς ἄνθορε Βότρυς, ἑὸν δ᾽ ἔνδυνε χιτῶνα

  Σιδονίης ἀκτῖνας ἀκοντίζοντα θαλάσσης,

  καὶ χρυσέῳ συνέεργεν ἀρηρότα ταρσὰ πεδίλῳ:

  ὤμοις δ᾽ ἀκαμάτοις διμερῆ κληίδα φυλάσσων

  105 φαιδρὸν ἁλιχλαίνων περονήσατο φᾶρος ἀνάκτων,

  πατρῴην λαγόνεσσι βαλὼν ὑψήνορα μίτρην,

  σκῆπτρον ἔχων. Σάτυροι δὲ δαφοινήεσσαν ἀπήνην

  πορδαλίων ἔζευξαν ἐπειγομένῳ Διονύσῳ:

  Σειληνοὶ δ᾽ ἀλάλαζον: ἐμυκήσαντο δὲ Βάκχαι

  110 θυρσοφόροι: στρατιαὶ δὲ συνήλυδες εἰς μόθον Ἰνδῶν

  στοιχάδες ἐρρώοντο: καὶ ἔβρεμεν αὐλὸς Ἐνυοῦς:

  κεκριμένας δὲ φάλαγγας ἐκόσμεον ἡγεμονῆες.

  καί τις ὑπὲρ νώτοιο θορὼν ἐπιβήτορι παλμῷ

  εἰς δρόμον ἐσσυμένης λοφίην ἐπεμάστιεν ἄρκτου

  115 λυσσαλέης: ἕτερος δὲ δασύτριχα γαστέρα νύσσων

  ἄγριον ἡνιόχευε καλαύροπι ταῦρον ἀλήτην,

  πλευραῖς ἀμφοτέραις κεχαλασμένα ταρσὰ συνάπτων:

  ὅς δὲ δασυστέρνων ῥαχίης ἐπέβαινε λεόντων

  αὐχενίων πλοκάμων δεδραγμένος ἀντὶ χαλινοῦ.

  120 καὶ μέγαρον πατρῷον ὁμοῦ καὶ κλῆρον ἐάσας

  βότρυς ἐρευθήεις, τετράζυγον ἄρμα τιταίνων,

  σύνδρομος ἡνιόχευε φιλοσταφύλῳ Διονύσῳ,

  δμῶας ἔχων κατόπισθε: μέθῃ δ᾽ ἄμα μητέρι νύμφη

  λευκοχίτων ἀνέβαινεν ἐς ἀργυρόκυκλον ἀπήνην,

  125 καὶ ζυγίων Φασύλεια κυβερνήτειρα λεπάδνων

  εἰς λόφον ἡμιόνων χρυσέην ἐλέλιζεν ἱμάσθλην:

  καὶ Πίθος εὐρυκάρηνος, ὀπίστερον ἅρμα τιταίνων,

  ἔσπετο θητεύων καὶ Βότρθϊ καὶ Διονύσῳ.

  οὐ μὲν ἔην ἀγέραστος: ἑλὼν δέ μιν εἰς χθόνα Λυδῶν

  130 Βάκχος ἄναξ ἔστησε μέθης ἐγκύμονι ληνῷ,

  δεχνύμενον χυτὸν ὄγκον ἐυρραθάμιγγος ὀπώρης

  ἄγγεσιν οἰνοδόκοις, ὅθεν οὔνομα τοῦτο φυλάσσων

  πορφυρέῳ κενεῶνι πίθος παρὰ γείτονι ληνῷ

  ἵσταται Εὔια δῶρα δεδεγμένος εἰσέτι Βάκχου,

  135 σῆμα Πίθου προτέροιο: καὶ εἰ
βροτέην λάχε φωνήν,

  τοῖον ἔπος Σατύροισιν ἐρεύγετο κῶμον ἀκούων:

  ‘εἰμὶ Πίθος, προτέροιο φερώνυμος, ἄγχι δὲ ληνοῦ

  δέχνυμαι ἡμερίδων γλυκερὸν ῥόον: Ἀσσυρίου δὲ

  λάτρις ἐγὼ Σταφύλου καὶ Βότρυος, ἀμφοτέρους δὲ

  140 νηπιάχους ἔθρεψα γέρων τροφός: εἰσέτι δ᾽ ἄμφω,

  οἶα πάλιν ζώοντας, ἐμαῖς λαγόνεσσιν ἀείρω.’

  καὶ τὰ μὲν ὣς ἤμελλε μετὰ χρόνον ὀψὲ τελέσσαι

  Βάκχος ἄναξ. περόων δὲ Τύρον καὶ Βύβλον ὁδεύων

  καὶ ποταμοῦ θυόεντος Ἀδώνιδος εὔγαμον ὔδωπ

  145 καὶ σκόπελον Λιβάνοιο καὶ ἔνδια Κυπρογενείης,

  Ἀρραβίης ἐπέβαινε, καὶ εὐόδμων ὑπὸ δένδρων

  Νυσιάδος τανύφυλλον ἐθάμβεε δειράδα λόχμης

  καὶ πόλιν αἰπύδμητον, ἀκοντοφόρων τροφὸν ἀνδρῶν.

  ἔνθά τις, Ἄρεος αἷμα, μιαιφόνος ᾤκεεν ἀνήρ,

  150 ἤθεσι ῥιγεδανοῖσιν ἔχων μίμημα τοκῆος,

  ὀθνείους ἀθέμιστος ἀμεμφέας εἰς μόρον ἕλκων,

  αἰνομανὴς Λυκόοργος: ἀποκταμένων δὲ σιδήρῳ

  ἔστεφεν ἀνδρομέοισιν ἑὸν πυλεῶνα καρήνοις

  εἴκελος Οἰνομάῳ καὶ ὁμόχρονος, οὗ ποτε δειλὴ

  155 πατρὸς ἀνυμφεύτοισι δόμοις ἐφυλάσσετο κούρη

  χήρη, γηραλέη, γαμίων ἔτι νῆες Ἐρώτων,

  εἰσόκε Τανταλίδης, ἱππήλατον οἶδμα χαράσσων,

  ἄβροχον ἅρμα φέρων τετράζυγον ἐννοσιγαίου

  νυμφίδιον δρόμον εἶχεν, ὅτε τροχοειδέι κύκλῳ

  160 Μυρτίλος αἰολόμητις ἐπίκλοπον ἤνυσε νίκην

  μιμηλῷ τελέσας ἀπατήλιον ἄξονα κηρῷ,

 

‹ Prev