Works of Nonnus

Home > Other > Works of Nonnus > Page 108
Works of Nonnus Page 108

by Nonnus


  οἷον ἀνεκρούοντο μελιγλώσσων ἀπὸ λαιμῶν

  ὑμνοπόλοι Σειρῆνες: ὅλη δ᾽ ἐλελίζετο λόχμη,

  καὶ μέλος ἐφθέγξαντο σοφαὶ δρύες εἴκελον αὐλῷ,

  Ἁδρυάδες δ᾽ ἀλάλαζον, ἐπ᾽ εὐπετάλοιο δὲ Νύμφη

  15 ἡμιφανὴς ἤειδεν ὑπερκύψασα κορύμβου.

  Χιονέῳ δὲ γάλακτι χυτὴ λευκαίνετο πηγή,

  ὑδρηλή περ ἐοῦσα, χαραδραίῳ δ᾽ ἐνὶ κόλπῳ

  νηιάδες λούσατο γαλαξαίοισι ῥεέθροις,

  καὶ γάλα λευκὸν ἔπινον: ἐρευθιόωντι δὲ μαζῷ

  20 οἶνον ἐρευγομένη κραναὴ πορφύρετο πέτρη,

  γλεῦκος ἀμοσχεύτοιο διαβλύζουσα κολώνης

  ἡδυπότοις λιβάδεσσι: καὶ αὐτοχύτων ἀπὸ κόλπων

  λαρὰ μελιρραθάμιγγος ἐλείβετο δῶρα μελίσσης,

  σίμβλων οὐ χατέοντα: καὶ ἀρτιτόκων ἀπὸ θάμνων

  25 ἄγχνοον ὀξυέθειρος ἀνέδραμε μῆλον ἀκάνθης:

  αὐτομάτου δὲ χυθέντος ἐπ᾽ ἀκρεμόνεσσιν ἐλαίου

  ἰκμάσιν ἀθλιβέεσσιν ἐλούετο δένδρον Ἀθήνης.

  καὶ κύνας ὀρχηστῆρας ἐπηχύνοντο λαγωοί:

  μηκεδανοὶ δὲ δράκοντες ἐβακχεύοντο χορείῃ

  30 ἴχνια λιχμώοντες ἐχιδνοκόμου Διονύσου,

  αὐχένα δοχμώσαντες, ἀνήρυγε δ᾽ ἄλλος ἐπ᾽ ἄλλῳ

  μειλίχιον σύριγμα γεγηθότος ἀνθερεῶνος:

  τερπομένου δὲ δράκοντος ἔην τότε ῥυθμὸς ἐχέφρων,

  καὶ δολιχῆς ἐλέλικτο περίπλοκος ὁλκὸς ἀκάνθης

  35 ποσσὶν ἀδειμάντοισι περισκαίρων Διονύσου:

  Ἰνδῴην δ᾽ ἑλικηδὸν ἐπισκαίροντες ἐρίπνην

  τίγριδες ἑψιόωντο: πολὺς δέ τις ἔνδοθι λόχμης

  ἐσμὸς ἀνεσκίρτησεν ὀρεσσινόμων ἐλεφάντων.

  καὶ τότε παιπαλόεντα κατ᾽ ἄγκεα Πᾶνες ἀλῆται

  40 δύσβατα λεπταλέῃσι διέτρεχον οὔρεα χηλαῖς

  φρικτά, τά μὴ θρασὺς ὄρνις ἐπέπτατο κοῦφος ὁδίτης...

  ὑψιπόρων πτερύγων διεμέτρεε δίζυγι παλμῷ

  καὶ δονέων πλοκαμῖδα παρήορον ἀνθερεῶνος

  σύννομος ἀντεχόρευε λέων βητάρμονι κάπρῳ:

  45 ἀνδρομέης δ᾽ ὄρνιθες ἀνέκλαγον εἰκόνα μολπῆς

  μιμηλὴν ἀτέλεστον ὑποκλέπτοντες ἰωήν,

  νίκην Ἰνδοφόνοιο προθεσπίζοντες ἀγῶνος,

  καὶ χλοεροῖς μελέεσσι παρήορον ὄρθιον οὐρὴν

  ἐκταδὸν αἰθύσσοντες: ὁμοζήλῳ δὲ χορείῃ

  50 πόρδαλις ὑψιπότητος ἐπέτρεχε σύνδρομος ἄρκτῳ.

  καὶ βαλίων σκυλάκων ἀνεσείρασεν Ἄρτεμις ὁρμὴν

  μειλιχίης ὁρόωσα χοροίτυπον ἅλμα λεαίνης:

  αἰδομένη δ᾽ εὔκυκλον ἑὴν ἀνελύσατο νευρήν,

  τερπομένους μὴ θῆρας ὀιστεύσειε βελέμνοις.

  55 καί τις ἐσαθρήσας ἑτερότροπα θαύματα Βάκχου,

  ὄμμα βαλὼν πυκινοῖο δι᾽ ἀκροτάτοιο κορύμβου,

  φύλλα περιστείλας θηήτορα κύκλον ὀπωπῆς,

  τόσσον ἰδεῖν μεθέηκεν, ὅσον περιδέρκεται ἀνὴρ

  ὄμμασι ποιητοῖσι διοπτεύων τρυφαλείης,

  60 ἢ ὁπότε τραγικοῖο χοροῦ δεδαημένος ἀνήρ,

  φρικτὸν ἔχων μύκημα τανυφθόγγων ἀπὸ λαιμῶν,

  ἐνδόμυχον τυκτοῖο δι᾽ ὄμματος ὄμμα τιταίνει,

  ψευδαλέον βροτέοιο φέρων ἴνδαλμα προσώπου.

  ὣς ὅ γε θαύματα πάντα λαθὼν ὑπὸ δάσκιον ὕλην

  65 ἀπροϊδὴς ἐδόκευεν ὑποκλέπτοντι προσώπῳ:

  ἀντιβίοις δ᾽ ἤγγειλε: φόβῳ δ᾽ ἐλελίζετο Θουρεὺς

  μεμφόμενος Μορρῆι καὶ ἄφρονι Δηριαδῆι.

  ἔτρεμε δ᾽ Ἰνδὸς ὅμιλος, ἀφειδήσας δὲ κυδοιμοῦ

  χάλκεα ταρβαλέων ἀπεσείσατο τεύχεα χειρῶν,

  70 δένδρεα παπταίνων δεδονημένα θυιάδι ῥιπῇ.

  καί νύ κεν Ἰνδὸς ὅμιλος ἑλὼν ἀπὸ γείτονος ὄχθης

  μάρτυρον ἱκεσίης γλαυκόχροα θαλλὸν ἐλαίης

  αὐχένα δοῦλον ἔκαμψεν ἀδηρίτῳ Διονύσῳ:

  ἀλλὰ μεταλλάξασα δέμας πολυμήχανος Ἥρη

  75 δυσμενέας θάρσυνε καὶ ἤπαφεν ὄρχαμον Ἰνδῶν,

  Θεσσαλίδων μάγον ὕμνον ἐφαψαμένη Διονύσῳ,

  καὶ Κίρκης κυκεῶνα θεοκλήτοις ἐπαοιδαῖς,

  οἷά τε φαρμακτῆρος ἀφαρμάκτου ποταμοῖο.

  καὶ πίθεν ἀντιβίους ταχυπειθέας: εἶπε δ᾽ ἑκάστῳ,

  80 μή ποτέ τις σφάλλοιτο κατάσχετος αἴθοπι δίψῃ

  κλεψινόου ποταμοῖο πιὼν δεδολωμένον ὕδωρ.

  καί νύ κεν ἀφράστοιο διαθρῴσκοντες ἐναύλου

  δαινυμέναις στρατιῇσιν ἐπέχραον αἴθοπες Ἰνδοί:

  ἀλλά τις ἠνεμόεντος ὑπερκύψασα κορύμβου

  85 ἐκ λασίου κενεῶνος Ἁμαδρυὰς ἄνθορε Νύμφη:

  χειρὶ δὲ θύρσον ἔχουσα φυὴν ἰνδάλλετο Βάκχῃ,

  μιμηλὴν δρυόεντι πυκαζομένη τρίχα κισσῷ:

  δυσμενέων δ᾽ ἐνέπουσα δόλου σημάντορι σιγῇ

  οὔασι βοτρυόεντος ἐπεψιθύριζε Λυαίου:

  90 ‘ἀμπελόεις Διόνυσε, φυτηκόμε κοίρανε καρπῶν,

  σὸν φυτὸν Ἁδρυάδεσσι χάριν καὶ κάλλος ὀπάσσει:

  Βασσαρὶς οὐ γενόμην, οὐ σύνδρομός εἰμι Λυαίου,

  μοῦνον ἐμῇ παλάμῃ ψευδήμονα θύρσον ἀείρω:

  οὐ πέλον ἐκ Φρυγίης, σέο πατρίδος, οὐ χθόνα Λυδῶν

  95 ναιετάω παρὰ χεῦμα ῥυηφενέος ποταμοῖο:

  εἰμὶ δέ καλλιπέτηλος Ἁμαδρυάς, ἧχι μαχηταὶ

  δυσμενέες, λοχόωσιν, ἀφειδήσασα δὲ πάτρη�


  ῥύσομαι ἐκ θανάτοιο τεὸν στρατόν: ὑμετέροις γὰρ

  πιστὰ φέρω Σατύροισι, καὶ Ἰνδῴη περ ἐοῦσα,

  100 ἀντὶ δὲ Δηριαδῆος ὁμοφρονέω Διονύσῳ:

  σοὶ γὰρ ὀφειλομένην ὀπάσω χάριν, ὅττι ῥεέθρων

  ὑγροτόκους ὠδῖνας, ὅτι δρύας αἰὲν ἀέξει

  ὀμβρηρῇ ῥαθάμιγγι πατὴρ μέγας ὑέτιος Ζεύς.

  δός μοι σεῖο πέτηλα, καὶ ἐνθάδε ταῦτα φυτεύσω,

  105 δός μοι σεῖο κόρυμβα, τά περ λύουσι μερίμνας.

  ἀλλά, φίλος, μὴ σπεῦδε ῥόον ποταμοῖο περῆσαι,

  μή σοι ἐπιβρίσωσιν ἐν ὕδασι γείτονες Ἰνδοί:

  εἰς δρύας ὄμμα τίταινε καὶ εὐπετάλῳ παρὰ λόχμῃ

  ἀπροϊδῆ σκοπίαζε καλυπτομένων λόχον ἀνδρῶν.

  110 ἀλλὰ τί σοι ῥέξουσιν ἀνάλκιδες ἔνδοθι λόχμης;

  δυσμενέες ζώουσιν, ἕως ἔτι θύρσον ἐρύκεις.

  σιγῇ ἐφ᾽ ἡμείων, μὴ δήιος ἐγγὺς ἀκούσῃ,

  μὴ κρυφίοις Ἰνδοῖσιν ἐπαγγείλειεν Ὑδάσπης.’

  ὣς φαμένη παλίνορσος Ἁμαδρυὰς ᾤχετο Νύμφη,

  115 ἰσοφυὴς ὄρνιθι διέτρεχε φωλάδος ὕλης,

  ἥλικος ἀίσσουσα κατὰ δρυός αὐτὰ ὁ σιγῇ

  μίσγετο Βασσαρίδεσσιν, Ἁμαδρυάδος δὲ θεαίνης

  εἶπεν ἑοῖς προμάχοισιν ἐς οὔατα ἑκάστου

  120 νεύμασι δενδίλλων, νοερῇ δ᾽ ἐκέλευε σιωπῇ

  τεύχεσι θωρηχθέντας ἀνὰ δρύας εἰλαπινάζειν,

  καὶ κρυφίων ἀγόρευε δολορραφέων δόλον Ἰνδῶν,

  μή σφιν ἐπτβρίσωσιν ἀθωρήκτοισι μαχηταί,

  εἰσέτι δαινυμένοισιν ἀνὰ στρατόν: οἱ δὲ Λυαίῳ

  125 κεκλομένῳ πεῖθοντο, καὶ εἰς μόθον ἦσαν ἑτοῖμοι

  σιγαλέον παρὰ δεῖπνον ἀκοντοφόροιο τραπέζης.

  καὶ ταχινὸν μετὰ δόρπον ἐπέρρεον ἀσπιδιῶται

  γείτονος ἐκ ποταμοῖο πιεῖν ἐπιδόρπιον ὕδωρ,

  νεύμασι θεσπεσίοισι περισσονόου Διονύσου,

  130 μὴ στρατὸν εὐνήσειε μέθη καὶ κῶμα καὶ ὄρφνη.

  καὶ στρατὸς ἔνθα καὶ ἔνθα φιλοπτολέμῳ πέσεν εὐνῇ

  βαιὸν ἐνυαλίης ὑπὲρ ἀσπίδος ὕπνον ἰαύων.

  Ζεὺς δὲ πατὴρ δολόεντα μετατρέψας νόον Ἰνδῶν

  ἑσπερίην ἀνέκοψε μάχην μυκήτορι βόμβῳ,

  135 ὄμβρου παννυχίοιο χέων ἀπερείσιον ἠχώ.

  ἀλλ᾽ ὅτε χιονόπεζα χαραξαμένη ζόφον Ἠὼς

  ὄρθρον ἀμεργομένη δροσερῇ πορφύρετο πέτρῃ,

  ἄκρον ὑπερκύψαντες ἐγερσιμόθου σκέπας ὕλης

  δυσμενέες προύτυψαν ἀολλέες: ἦρχε δὲ Θουρεύς,

  140 Ἰνδῴου πολέμοιο πέλωρ πρόμος, εἴκελος ὁρμὴν

  ἠλιβάτῳ Τυφῶνι καταΐσσοντι κεραυνοῦ.

  καὶ στρατιαὶ πινυτοῖο δολόφρονι νεύματι Βάκχου

  ψευδαλέον φόβον εἶχον ἀταρβέες, ἐκ δὲ κυδοιμοῦ

  αὐτόματοι χάζοντο θελήμονες, εἰσόκεν Ἰνδοὶ

  145 εἰς πεδίον προχέοντο λελοιπότες ἔνδια λόχμης.

  τεύχεσι δ᾽ ἀφνειοῖσι κορύσσετο Λύδιος ἀνήρ,

  χρυσοφαῆ Λυκίοιο τύπον Γλαύκοιο κομίζων,

  κηρύσσων ἑὸν οὖδας, ὅπῃ Πακτωλίδος ὄχθης

  φαιδρὸς ἐρευθομένης ἀμαρύσσεται ὄλβος ἐέρσης,

  150 καὶ ῥοδέαις ἤστραψε βολαῖς ἀντώπιον Ἠοῦς,

  σείων ξανθὰ μέτωπα ῥυηφενέος τρυφαλείης

  Λυδὸς ἀνὴρ ἀρίδηλος, ἀπὸ στέρνων δὲ φορῆος

  μαρμαρυγὴ σελάγιζεν ἐρευθομένοιο χιτῶνος:

  καὶ κυνέην στίλβουσαν ἐπὶ κροτάφοιο τινάσσων

  155 ἐξ Ἀλύβης πρόμος ἄλλος ἀριστεύων Διονύσῳ

  πάτριον ὄλβον ἔφαινεν, ἀπ᾽ εὐφαέος δὲ καρήνου

  ἀργυρέης πήληκος ἐλάμπετο μάρμαρος αἴγλη

  χιονέῃ σέλας ἶσον ἀκοντίζουσα Σελήνῃ.

  καὶ θεὸς ἀστήρικτος ὅλους ἐφόβησε μαχητὰς

  160 δυσμενέων, οὐ γυμνὸν ἔχων ξίφος, οὐ δόρυ πάλλων,

  ἀλλὰ μέσος προμάχων πεφορημένος εἴκελος αὔραις

  δεξιὸν ἐκ λαιοῖο κέρας κυκλώσατο χάρμης,

  θύρσον ἀκοντίζων δολιχόσκιον, ἄνθεϊ γαίης,

  ἔγχεϊ κισσήεντι διασχίζων νέφος Ἰνδῶν.

  165 οὐδέ μιν ὑψικάρηνος ὁ τηλίκος ἤλασε Θουρεύς,

  οὐ στρατός, οὐ πρόμος ἄλλος: ἐπ᾽ ἀλλήλοις δὲ χυθέντες

  εἴκαθον ἔνθα καὶ ἔνθα διεσσυμένῳ Διονύσῳ.

  κυανέην δ᾽ Οἴαγρος ἀνεστυφέλιξεν Ἐνυὼ

  ἀμώων ἀκόρητος ἐπασσυτέρων στίχας ἀνδρῶν,

  170 ἔγχεϊ Βιστονίῳ κορυθαιόλα λήια τέμνων.

  ὡς δ᾽ ὅτε τις προχέων ποταμὸς δυσπέμφελον ἀλκὴν

  ἄστατος ἐκ σκοπέλοιο χαραδρήεντι ῥεέθρῳ

  ἔρχεται, εἰς πεδίον πεφορημένος, οὐδέ μιν αὐταὶ

  ἕρκεσιν ἀρραγέεσσιν ἀναστέλλουσιν ἀλωαὶ

  175 λαϊνέης μέσα νῶτα διαξύοντα γεφύρης:

  πολλὴ μέν κεκύλιστο πίτυς, πολλὴ δὲ πεσοῦσα

  ὑψιφανὴς προθέλυμνος ἐσύρετο χεύματι πεύκη:

  ὣς ὅ γε δυσμενέων στρατὸν ἄμφεπεν, ἄλλον ἐπ᾽ ἄλλῳ

  πεζὸν ἐπιστροφάδην ὀλέκων Σιθωνίδι λόγχῃ,

  180 καί μιν ἐκυκλώσαντο, καὶ ἥν καλέουσι μαχηταὶ

  μιμηλὴν σακέεσσιν ἐπυργώσαντο χελώνην:

  ἴχνεσι μὲν στατὸν ἴχνος ἐρείδετο, κεκλιμένη δὲ

  ἀσπὶς ἔην προθέλυμνος ἀμοιβαδὶς ἀσπίδι γείτων

  στεινομένῃ, καὶ ἔνευε λόφῳ λόφος, ἀγχιφανὴς δὲ

  185 ἀνδρὸς �
�νὴρ ἔψαυεν: ἐγειρομένης δὲ κονίης

  ἱππείοις ὀνύχεσσιν ἐλευκαίνοντο μαχηταί.

  ἔνθα τίνα πρῶτον, τίνα δ᾽ ὕστατον Ἅιδι πέμπων

  Βιστονίης Οἴαγρος ἀπέθρισεν ἀστὸς ἀρούρης,

  κτείνων ἄλλοθεν ἄλλον, ἑῆς ἀλόχοιο τελέσσας

  190 ἔργα φατιζομένης ἐπιδευέα Καλλιοπείης;

  τὸν μέν ὑπέρ μαζοῖο θοῷ δορί, τὸν δέ δαΐζων

  ἄορι κωπήεντι κατ᾽ αὐχένος, αἰνομανῆ δὲ

  δήιον ἄλλον ἔνυξε παρ᾽ ὀμφαλόν, ἐκ φονίης δὲ

  ὠτειλῆς ἐὸν ἔγχος ἀνείρυσεν, ἑλκομένῳ δὲ

  195 σπλάγχνα δαφοινήεντι συνέσπασε θερμὰ σιδήρῳ:

  ἄλλου μαρναμένοιο κατέδραμε φάσγανον ἕλκων,

  ἄορι δ᾽ εὐθήκτῳ παλάμην τάμεν, ἡ δὲ πεσοῦσα

  αἱμοβαφὴς ἤσπαιρεν ἐπὶ χθονὸς ἁλλομένη χείρ:

  καὶ παλάμη τέτμητο καὶ οὐ μεθέηκε βοείην

  200 ἄκρα περισφίγγουσα κονιομένου τελαμῶνος

  ψυχὴ δ᾽ ἠνεμόφοιτος ἀναΐξασα θανόντος

  συμπλεκέος ποθέεσκεν ἐθήμονα σώματος ἥβην.

  ἄλλον ἀπηλοίησεν ἀφειδέι δουρὶ πατάξας,

  θηγαλέῃ γλωχῖνι βραχίονος ἄκρα τορήσας,

  205 ἄορι δ᾽ ἀσπίδα τύψεν, ἀρασσομένης δὲ σιδήρῳ

  ἀρραγέος βόμβησε μεσόμφαλα νῶτα βοείης.

  αὐτάρ ὁ λυσσήεντι μόθου δεδονημένος οἴστρῳ

  ἐγχείην ἐλέλιζε μετήλυδα κυκλάδι τέχνῃ

  ἢ πλευρῆς ἑκάτερθεν ἤ αὐχένος ἢ σχεδὸν ὤμου:

  210 σείων δ᾽ ἔνθα καὶ ἔνθα παλινδίνητον ἀκωκὴν

  στεινομένης μέσα νῶτα διέτμαγε δηιοτῆτος,

  κραιπνός, ἀερσιλόφοιο καθήμενος ὑψόθεν ἵππου.

 

‹ Prev