Works of Nonnus

Home > Other > Works of Nonnus > Page 109
Works of Nonnus Page 109

by Nonnus


  ὡς δ᾽ ὅτε ῥιγαλέου σκιερὴν μετὰ χείματος ὥρην

  φαίνεται ἀσκεπέων νεφέων γυμνούμενος ἀήρ,

  215 φέγγεος εἰαρινοῖο δεδεγμένος αἴθριον αἴγλην:

  ὣς ὅ γε βακχεύων πυκινὰς στίχας ἄτρομος ἀνὴρ

  Ἰνδῶν σχιζομένων μεσάτην γυμνώσατο χάρμην.

  καὶ τότε τις προμάχοιο περὶ στόμα χαλκὸν ἐρείσας

  δεξιτερὴν δασπλῆτι γενειάδα τύψε μαχαίρῃ:

  220 καί τις ἐπ᾽ ἀντιβίοισιν ἐν ἠέρι βόμβον ἰάλλων

  εἰς σκοπὸν ὑψικέλευθον ἐπέμπετο λᾶας ἀλήτης,

  καὶ λίθος ἠερόφοιτος ἐπεσμαράγησε καρήνῳ,

  καὶ λόφον εὐπήληκος ἀπεστυφέλιξεν ἐθείρης,

  αὐχενίου δεσμοῖο παρ᾽ ἀνθερεῶνα λυθέντος:

  225 τῆς δὲ κυλινδομένης κεφαλὴ γυμνοῦτο φορῆος.

  οὐ μοῦνοι τότε φῶτες ἐπέβρεμον, ἀλλὰ καἰ αὐτοὶ

  ἵπποι χαλκοχίτωνες ἐπεσμαράγησαν Ἐνυώ,

  Ἄρεα σαλπίζοντες ἐνυαλίῳ χρεμετισμῷ.

  κούρη δ᾽ ὑστερόφωνος ὀρεσσαύλων ἀπὸ λαιμῶν

  230 πετραίοις στομάτεσσιν ἀμειβομένη κτύπον αὐτῶν

  μιμηλὴ χρεμέτιζε μέλος πολεμήιον Ἠχώ.

  καὶ πολὺς ἀρτιδάικτος ἑλίσσετο νεκρὸς ἀρούραις

  θερμὸν ἀποπτύων ῥόον αἵματος: ὀλλυμένων δέ

  οἱ μὲν ἐπὶ πλευρῇσιν ἐπῃώρηντο θανόντες,

  235 ὃς δὲ τυπεὶς ἐλέλικτο χαρασσομένου κενεῶνος,

  ἄλλος ὑπέρ δαπέδοιο χυτῇ κεκύλιστο κονίῃ,

  ἄλλος ἐπεστήρικτο παρ᾽ ὀμφαλόν, ὃς δ᾽ ἐπὶ γαίῃ

  ἀνέρος ἀσπαίροντος ἐπεσκίρτησε καρήνῳ,

  ὃς δέ πεσὼν ἰάχησε τετυμμένος ἀνθερεῶνα,

  240 καὶ πόδας ἀμφελέλιξεν ἔχων ὀρχηθμὸν ὀλέθρου:

  πρηνὴς δ᾽ ἄλλος ἔκειτο, καὶ ὡς κοτέων ὀλετῆρι

  εὐρυχανὴς ἔσφιγξε μεμηνότι γαῖαν ὀδόντι.

  ἄλλου βαλλομένοιο τανυγλώχινι σιδήρῳ

  λευκὸς ἀκοντιστῆρι χιτὼν ἐρυθαίνετο λύθρῳ:

  245 ἄλλου μαρναμένοιο τιταινομένων ἀπὸ τόξων

  αἱμοβαφὴς πτερόεντι χαράσσετο μηρὸς ὀιστῷ.

  καί τις ἑὴν σάλπιγγα μάτην περὶ χεῖλος ἐρείσας

  ἐχθρὸς ἀνὴρ κελάδησεν ἐγερσιμόθου μέλος ἠχοῦς,

  ὀκναλέον φύξηλιν ἑὸν στρατὸν εἰς μόθον ἕλκων.

  250 οἱ δὲ βοῆς ἀίοντες ἐπὶ κλόνον ἔρρεον Ἰνδοί.

  θαρσαλέοι δ᾽ ἥψαντο παλιννόστοιο κυδοιμοῦ

  αἰδόμενοι βασιλῆι φανήμεναι ἔκτοθι νίκης.

  καὶ πολέες στεφανηδὸν ἀπόσσυτον εἰν ἑνὶ χώρῳ

  Αἰακὸν εὐθώρηκες ἐκυκλώσαντο μαχηταί.

  255 αὐτὰρ ὁ μέσσος ἔην βεβιημένος, οὐ τρυφαλείῃ,

  οὐ πίσυνος σακέεσσι καὶ οὐ θώρηκι κυδοιμοῦ:

  ἀλλά ἑ πατρῴοις πεπυκασμένον ἀντὶ σιδήρου

  ἀρρήκτοις νεφέεσσιν ὅλον πύργωσεν Ἀθήνη,

  οἶς πάρος ἀβρέκτοιο κατέσβεσεν αὐχμὸν ἀρούρης

  260 διψαλέην ἐπὶ γαῖαν ἄγων βιοτήσιον ὕδωρ

  Ζηνὸς ἐπομβρήσαντος, ἀμαλλοτόκοιο δὲ γαίης

  αὔλακες εὐώδινες ἐνυμφεύθησαν ἀρότρῳ:

  καὶ μέσος ἀντιβίων κυκλούμενος ἔνθεος ἀνὴρ

  τοὺς μέν ἀπηλοίησε θοῷ δορί, τοὺς δὲ μαχαίρῃ,

  265 τοὺς δὲ λίθοις κραναοῖσι: πέδον δ᾽ ἐρυθαίνετο λύθρῳ

  Ἰνδῶν κτεινομένων, καὶ ἀκαμπέος ἀνέρος αἰχμῇ

  κεῖτο πολυσπερέων νεκύων χύσις, ὦν ὁ μὲν αὐτῶν

  ἡμιθανὴς ἤσπαιρεν, ὁ δὲ χθόνα ποσσὶν ἀράσσων

  ὕπτιος αὐτοκύλιστος ὁμίλεε γείτονι πότμῳ:

  270 καὶ δαπέδῳ στείνοντο, νέκυς δ᾽ ἐπερείδετο νεκρῷ

  κεκλιμένῳ μετρηδόν, ἀπ᾽ ἀρτιτόμοιο δὲ λαιμοῦ

  ψυχρὸν ἐρευθιόωντι δέμας θερμαίνετο λύθρῳ:

  καὶ φόνος ἄσπετος ἦεν, ἐπασσυτέρων δὲ πεσόντων

  γαῖα κελαινιόωσα κατάρρυτος αἵματος ὁλκῷ,

  275 υἱέας οἰκτείρουσα, χαραδραίῃ φάτο φωνῇ:

  ‘υἱὲ Διὸς ζείδωρε μιαιφόνε — καὶ γὰρ ἀνάσσεις

  ὄμβρου καρποτόκοιο καὶ αἱμαλέου νιφετοῖο, —

  ὄμβρῳ μὲν γονόεσσαν ὅλην ἐδίηνας ἀλωὴν

  Ἑλλάδος, Ἰνδῴην δὲ κατέκλυσας αὔλακα λύθρῳ,

  280 ὁ πρὶν ἀμαλλοφόρος, θανατηφόρος: ἀγρονόμοις μὲν

  σὸς νιφετὸς στάχυν εὗρε, σὺ δὲ στρατὸν ἔθρισας Ἰνδῶν

  ἀνέρας ἀμώων ἅτε λήιον: ἀμφότερον δὲ

  ἐκ Διὸς ὄμβρον ἄγεις, ἐξ Ἄεος αἵματι νίφεις.’

  τοῖα μὲν ἔννεπε Γαῖα φερέσβιος. ἀλλὰ Κρονίων

  285 οὐρανόθεν κελάδησε, καὶ Αἰακὸν εἰς φόνον Ἰνδῶν

  βρονταίοις πατάγοισι Διὸς προκαλίζετο σάλπιγξ.

  καί τις ἐν ἀντιβίοισιν ἐς Αἰακὸν ὄμμα τανύσσας

  πέμπε βέλος, καὶ βαιόν ὅσον χροὸς ἄκρον ἀμύξαι,

  μηρὸν ἐπιγράψαντα παρέτραπεν ἰὸν Ἀθήνη.

  290 μάρνατο δ᾽ εἰσέτι μᾶλλον ἀνώδυνος εἰς μέσον Ἰνδῶν

  Αἰακὸς ἀστήρικτος, ἐπεὶ βέλος ἥπτετο μηροῦ,

  λεπτὸς ὄνυξ ἅτε φωτός, ὅτε χροὸς ἄκρα χαράξῃ.

  καί τις ἀνὴρ ἀκίχητος ἐχάζετο πεζὸς ὁδίτης

  ἴχνεσιν ὠκυτέροισι, καὶ ἤθελε γείτονα λόχμην

  295 δύμεναι, ἧχι πάροιθεν ἐκεύθετο: τὸν δὲ διώκων

  εἰς δρόμον ἡνιόχευε ποδήνεμον ἵππον Ἐρεχθεύς:

  ἀλλ᾽ ὅτε τόσσον ἔμαρψεν, ὅσον προμάχοιο βαλόντο�


  ἔγχεος ἱπταμένοιο τιταίνεται ὄρθιος ὁρμή,

  δὴ τότε οἱ μετὰ νῶτα βαλὼν ἀντώπιος ἔστη

  300 πεζὸς ἀνήρ, ἱππῆα δεδεγμένος: αὐτὰρ ὁ κάμψας

  ὀκλαδὸν ἐστήριξεν ἀριστερὸν ἴχνος ἀρούρῃ

  λοξὸς ἐπὶ πλευρῇσιν, ὀπισθοτόνοιο δὲ ταρσοῦ

  ἴχνιον ἠέρταζε μετάρσιον, ὀρθὰ τιταίνων

  δεξιτεροῦ ποδὸς ἄκρα πεπηγότα δάκτυλα γαίῃ,

  305 Ἰνδικὸν ἑπταβόειον ἔχων σάκος, εἰκόνα πύργου,

  γυμνὸν ἔχων ξίφος ὀξύ: προϊσχόμενος δὲ προσώπου

  ἀσπίδα χαλκεόνωτον ἐπέδραμεν Ἰνδὸς ἀγήνωρ,

  ἢ θανέειν ἤ φῶτα βαλεῖν ἤ πῶλον ἐλάσσαι

  ἄορι τολμήεντι: καὶ ὀμφαλόεντι σιδήρῳ

  310 δόχμιος ἀντικέλευθον ἀνακρούσας γένυν ἵππου

  πεζὸς ἐὼν ἐτίναξεν ὑπέρτερον ἡνιοχῆα:

  καὶ νύ εἰς χθόνα ῥῖψεν ἀμήτορος ἀστὀν Ἀθήνης,

  ἀλλά μιν ἔγχεϊ νύξε παρ᾽ ὀμφαλὸν ἄκρον Ἐρεχθεὺς

  καὶ φονίῳ μέσον ἄνδρα πεπαρμένον ὀξέι χαλκῷ

  315 εἰς πέδον ἠκόντιζεν: ὁ δὲ στροφάδεσσιν ἐρωαῖς

  ἠερόθεν προκάρηνος ἐπωλίσθησε κονίῃ

  κρᾶτα κυβιστητῆρα φέρων βητάρμονι παλμῷ.

  τὸν δὲ λιπὼν σπαίροντα, μετατρέψας δρόμον ἵππου,

  ἄλλοις δυσμενέεσσιν ἐπέχραεν ἀστὸς Ἀθήνης.

  320 ... κυκλώσας ἑὰ τόξα, καὶ ἁπλώσας ἐπὶ νευρὴν

  ὄρθιον ἀκροτάτου τετανυσμένον ἄχρι σιδήρου

  εἰς σκοπὸν εἷλκε βέλεμνον: ἀριστοτόκῳ δ᾽ ἐπὶ νύμφῃ

  νίκης ἐλπίδα πᾶσαν ἐπέτρεπε Καλλιοπείῃ.

  ἐννέα μὲν προέηκε τανυγλώχινας ὀιστούς,

  325 ἐννέα δ᾽ ἄνδρας ἔπεφνεν: ἔην δέ τις ἶσος ἀριθμὸς

  πεμπομένοις βελέεσσι καὶ ὀλλυμένοισι μαχηταῖς:

  ὧν ὁ μὲν ἄκρα μέτωπα διέσχισεν ἰὸς ἀλήτης,

  ὃς δὲ δασυστέρνοιο κατέγραψεν ἄντυγα μαζοῦ,

  ἄλλος ὑπὲρ λαγόνων, ἕτερος δ᾽ ἐπὶ νηδύι πίπτων

  330 μεσσατίῃ πεφόρητο χαρασσομένου κενεῶνος,

  ὃς δὲ διὰ πλευροῖο διέδραμεν, ὅς δὲ φυγόντος

  ὀρθὸς ἀελλήεντι ποδῶν ἐνεπήγνυτο ταρσῷ

  καὶ χθονίῳ σφήκωσεν ὁμοζεύκτῳ πόδα δεσμῷ.

  ἠνεμόεν δὲ βέλεμνον ἀνείρυσεν: ἐκ δὲ φαρέτρης

  335 ἄλλου πεμπομένοιο κατέδραμεν ἄλλος ἐπ᾽ ἄλλῳ

  ἠερίῃ στροφάλιγγι κατάσσυτος ὄμβρος ὀιστῶν.

  ὡς δ᾽ ὅτε χαλκείῳ τις ἐπ᾽ ἄκμονι χαλκὸν ἐλαύνων

  ἀκαμάτῳ ῥαιστῆρι πυρίβρομον ἦχον ἰάλλει,

  τύπτων γείτονα μύδρον, ἀποθρῴσκουσι δὲ πολλοὶ

  340 ἁλλόμενοι σπινθῆρες ἀρασσομένοιο σιδήρου,

  ἠέρα θερμαίνοντες, ἀμοιβαίῃσι δὲ ῥιπαῖς

  ὅς μὲν ἔην προκέλευθος, ὁ δὲ σχεδόν, ἅλλος ὀρούσας

  ἄλλον ἔτι θρῴσκοντα κιχάνεται αἴθοπι παλμῷ:

  ὣς ὅ γε τοξεύων στρατιὴν ἀντώπιον Ἰνδῶν

  345 μαρναμένων ἐκέδασσεν ἀλωφήτων ἀπὸ τόξων,

  κτείνων ἄλλοθεν ἄλλον ἐπασσυτέροισι βελέμνοις.

  μεσσατίης δὲ φάλαγγος ἀλευαμένης νέφος ἰῶν

  χῶρος ἐγυμνώθη, κεραῆς ἴνδαλμα Σελήνης,

  ἀμφιφαής ὅτε βαιὸν ἀποστίλβουσα κεραίης

  350 ἄκρα διαπλήσασα δύω νεοφεγγέος αἴγλης

  κεκλιμέναις ἀκτῖσι μέσον κύκλοιο χαράσσει,

  δίζυγι κεκριμένῳ μαλακῷ πυρί: μεσσατίης δὲ

  γυμνὰ χαρασσομένης ἔτι φαίνετο κύκλα Σελήνης.

  οὐδὲ μάχης ἀπέληγε συναιχμάζων Διονύσῳ

  355 Αἰακὸς ἀπτοίητος, ἐβακχεύθη δὲ κυδοιμῷ

  κτείνων ἔνθα καὶ ἔνθα: καὶ ἐκ πεδίοιο διώκων

  εἰς προχοὰς ποταμοῖο μετήγαγε λαὸν ἀλήτην.

  συμφερτοὶ δ᾽ ἕνα μοῦνον ἐκυκλώσαντο μαχηταὶ

  τυπτόμενον ξιφέεσσι καὶ οὐκ ἀλέγοντα μαχαίρης,

  360 οὐ βέλεος πτερόεντος: ἐπασσυτέρῃσι δὲ ῥιπαῖς

  κυανέης ἤμησε σιδήρεα λήια χάρμης

  κραιπνὸς ἀνὴρ καὶ πᾶσιν ἐμάρνατο, τοὺς μὲν ἐπ᾽ ὄχθαις,

  τοὺς δὲ κάτω ποταμοῖο μαχήμονι χειρὶ δαΐζων:

  καὶ νεκύων ἔπλησεν ὅλον ῥόον: ὀλλυμένων δὲ

  365 αἵματι μορμύρων ἐρυθαίνετο λευκὸς Ὑδάσπης.

  καί τις ἀνήρ προμάχοιο φυγὼν ἀνεμώδεα ῥιπὴν

  κύμβαχος αὐτοκύλιστος ἐπωλίσθησε ῥεέθρῳ,

  καὶ πολὺς ἀρτιδάικτος ἀκοντιστῆρι σιδήρῳ

  σύρετο κυματόεντι νέκυς πεφορημένος ὁλκῷ

  370 οἰδαλέοις μελέεσσιν: ὑποβρυχίοιο δὲ λύθρου

  νηιάδες λούσαντο δαφοινήεντι ῥεέθρῳ,

  καὶ φονίαις λιβάδεσσιν ἐφοινίχθη μέλαν ὕδωρ.

  πολλοὶ δ᾽ ἐν προχοῇσιν ἀπορρίψαντες ἀκωκὴν

  ἱκεσίην ἀνέφαινον ἀτευχέες, ὅς μὲν ἐπ᾽ ὄχθαις,

  375 ὃς δὲ παρὰ ψαμάθοις τετανυσμένος, ὅς δ᾽ ἐπὶ γαίῃ

  ὄρθιος ὀκλάζων, κυρτούμενον αὐχένα κάμπτων:

  ἀλλὰ λιτὰς ἀπέειπεν ἄνω νεύοντι προσώπῳ

  Αἰακὸς ἀντιβίοισιν ἀκαμπέα μῆνιν ἀέξων:

  αἰχμητὴν δ᾽ ἀσίδηρον ἔτι ψαύοντα λιτάων

  380 οὐχ ἕνα μοῦνον ἔπεφνε Λυκάονα, δυσμενέας δὲ

  χερσὶν ἀθωρήκτοισι κυλινδομένους ἐπὶ γαίῃ

  νηρίθμους κεράιζε, ῥόον ποταμοῖο μιαίνων:

  καὶ πολὺν Ἀστεροπαῖον ἐδέξατο νεκρὸν Ὑδάσπης.

&nbs
p; Οὐδ᾽ ἀθεεὶ πολέμιζε καὶ Αἰακός: ἀντιβίους γάρ,

  385 ὡς γενέτης Πηλῆος, ἔσω ποταμοῖο δαΐζων

  ἰκμαλέον μόθον εἶχε καὶ ὑδατόεσσαν Ἐνυώ,

  οἷα προθεσπίζων ποταμοῦ περὶ χεῦμα Καμάνδρου

  φύλοπιν ἡμιτέλεστον ἐπεσσομένην Ἀχιλῆι:

  καὶ μόθον υἱωνοῖο μόθος μαντεύσατο πάππου.

  390 καί τις ἐνὶ προχοῇσιν ἀσάμβαλος ἴαχε Νύμφη

  νηιὰς ἀκρήδεμνος ὑπερκύψασα ῥοάων:

  ‘Νηιάδων ὁμόφυλε, Διιπετὲς αἷμα κομίζων,

  ἁγνὸν ὕδωρ ἐλέαιρε Διιπετέος ποταμοῖο.

  ἄρκιον Ἰνδὸν ὄλεσσε τεὸν δόρυ: παύεο Νύμφαις

  395 δάκρυα Νηιάδεσσιν ἀδακρύτοισιν ἐγείρων:

  νηιὰς ὑδατόεσσα καὶ ὑμετέρη πέλε μήτηρ:

  κούρην γὰρ ποταμοῖο τεὴν Αἴγιναν ἀκούω.

  μνώεο, τίς σε λόχευσε, καὶ οὐκέτι χεῦμα μιαίνεις.

  ἵξομαι εἰς ῥόον ἄλλον ἀκήρατον, εἰς ἄλα βαίνω.

  400 καί με θαλασσαίη δέχεται Θέτις: ἀλλὰ μελέσθω

  αἱματόεις ῥόος οὗτος Ἐρινύι καὶ Διονύσῳ.’

  BOOK 23

  εἰκοστῷ τριτάτῳ πεπερημένον Ἰνδὸν Ὑδάσπην

  καὶ κλόνον ὑδατόεντα καὶ αἰθαλόεντα λιγαίνω.

  ὣς φαμένη πατρῷον ἐδύσατο φοίνιον ὕδωρ

  νηιὰς ὑδατόεσσα διάβροχος αἵματι Νύμφη.

  αὐτὰρ ὁ βάρβαρα φῦλα παρ᾽ ᾐόνας ἄορι τύπτων

  εἰς προχοὰς ἔτρεψε: διωκόμενοι δὲ σιδήρῳ

  5 δυσμενέες κτείνοντο φόβῳ στείνοντες Ὑδάσπην.

  καὶ πολὺς ἐν ῥοθίοισι πόδας καὶ χεῖρας ἑλίσσων

  νηχομένους μιμεῖτο, καὶ ἤθελε πότμον ἀλύξαι

 

‹ Prev