Works of Nonnus

Home > Other > Works of Nonnus > Page 110
Works of Nonnus Page 110

by Nonnus


  χερσὶν ἀπειρήτοις ποταμήια χεύματα τέμνων:

  ἀλλὰ ῥόῳ κεκάλυπτο: καὶ ὕδασιν ἄλλος ἐπ᾽ ἄλλῳ

  10 ἔγκυος οἰδαίνων διερῷ τυμβεύετο πότμῳ.

  Οὐδ᾽ ἐπὶ δὴν παρὰ θῖνα φερεσσακέος ποταμοῖο

  πληθύι τοσσατίῃ φονίων κυκλούμενος Ἰνδῶν

  Αἰακὸς εἰσέτι μίμνεν, ἐπεὶ μογέοντι παρέστη

  Ἰνδοφόνος Διόνυσος ἀκαχμένα θύρσα τινάσσων.

  15 ἔνθα πολὺν στρατὸν ἄλλον ἀφειδέι δούρατι νύσσων

  Αἰακὸς ἐπρήνιξεν: ἐμαίνετο δ᾽ οἷά περ Ἄρης,

  σύνδρομος εὐθώρηκι κασιγνήτῳ Διονύσῳ.

  καὶ διερῇ Διόνυσος ὁμίλεε σύζυγι χάρμῃ

  ὑγρὸν ἐπ᾽ ἀντιβίοισι φέρων μόρον. εἰ δέ τις ἀνὴρ

  20 νήχετο δαιδαλέης ὑπὲρ ἀσπίδος οἴδματα τέμνων,

  νηχομένων κεράιξε μετάφρενον: εἰ δέ τις Ἰνδῶν

  ἡμιφανὴς πολέμιζεν ἐπ᾽ ἰλύι ταρσὸν ἐρείσας,

  θύρσῳ στῆθος ἔτυψεν ἣ αὐχένα, κύματα τέμνων,

  δυομένων: βυθίων γὰρ ἐπίστατο κόλπον ἐναύλων,

  25 ἐξ ὅτε μιν φεύγοντα μόθον δασπλῆτα Λυκούργου

  δώματι κυμαίνοντι γέρων ὑπεδέξατο Νηρεύς.

  πολλοὶ δ᾽ ἔνθα καὶ ἔνθα περικλείοντο ῥεέθρῳ,

  υἷα Διὸς τρομέοντες ὀρίδρομον, ὧν ὁ μὲν αὐτῶν

  ὄρθιος ἰλυόεντι πόδας σφηκώσατο πηλῷ,

  30 αὐτοπαγὴς δ᾽ ἀτίνακτος ἀπ᾽ ἰξύος ἄχρι καρήνου

  ἡμιφανὴς ἀνέτελλε καλυπτομένην πτύχα μηροῦ:

  καὶ Βρομίῳ πολέμιζεν ἐν ὕδασι μᾶλλον ἀρούρης

  ἀμφοτέραις παλάμαις διδυμάονα δούρατα πάλλων:

  καὶ τὸ μὲν αἰχμάζεσκεν ἐς ᾐόνας ὑψόσε πέμπων,

  35 Αἰακὸν ἀντικέλευθον ἔχων σκοπόν, ἄλλο δὲ σείσας

  ἔγχος ἀνουτήτοιο κατηκόντιζε Λυαίου.

  καί τις ἐνεστήρικτο μέσον κενεῶνα καλύπτων,

  ὃς δὲ φυγεῖν οὐχ εὗρε, τετυμμένος ὀξέι θύρσῳ,

  ἴχνια πηλώεντι φέρων πεπεδημένα δεσμῷ,

  40 ταρσὸν ἔχων ψαμάθοισι κατάσχετον: ἵστατο δ᾽ ἄλλος

  κνήμης βαλλομένης: ὁ δὲ γούνατος ἄκρα διαίνων

  ὑγρὴν αἱμαλέοιο δι᾽ ὕδατος εἶχεν Ἐνυώ:

  ἄλλος ἐνερρίζωτο δεδυκότος ἄχρι γενείου,

  καὶ πόδας ᾐώρησε λελουμένον ὦμον ἀείρων,

  45 φεύγων φρικτὰ ῥέεθρα καταΐσσοντα προσώπου:

  ἄλλος ἐνὶ προχοῇσιν ὅλον δέμας ἐκ ποδὸς ἄκρου

  ἄχρι μέσου στέρνοιο κατάρρυτος, ὃς δὲ διαίνων

  ὤμους διχθαδίους, ὁ δὲ βόστρυχον ἄκρον ἐρεύσας

  δέχνυτο κυματόεσσαν ἐπαΐσσουσαν ἀπειλήν.

  50 εἰς βυθὸν ἄλλος ἔδυνε διάβροχα χείλεα σείων

  ἀνδροφόνον παρὰ χεῦμα σεσηρότος ἀνθερεῶνος.

  καί τις ἑοὺς ἑτάρους δεδοκημένος Ἰνδὸς ἀγήνωρ

  τοὺς μὲν κτεινομένους δολιχῷ δορί, τοὺς δὲ μαχαίρῃ,

  ἄλλον ὀιστευθέντα χαραδρήεντι βελέμνῳ,

  55 τὸν δὲ πολυπλέκτῳ δεδαϊγμένον ὀξέι θύρσῳ,

  Θουρέι νεκρὸν ὅμιλον ἐδείκνυεν, ἀχνύμενος δὲ

  τίλλε κόμην, φλογερῷ δὲ χόλου βακχεύετο πυρσῷ,

  σφίγγων καρχαρόδοντι μεμυκότα χείλεα δεσμῷ:

  καὶ ταχὺς αὐτοφόνον μιμούμενος Ἰνδὸν Ὀρόντην,

  60 βάρβαρον αἷμα φέρων καὶ βάρβαρον ἦθος ἀέξων,

  ἆορ ἑὸν γύμνωσεν, ἀπορρίψας δὲ χιτῶνα,

  Ἄρεος ἀρραγὲς ἕρκος, ἀλεξητῆρα βελέμνων,

  καὶ ξίφος ἀπτοίητος ἑῷ κενεῶνι πελάσσας

  ὑστατίην ταχύποτμος ἀγήνορα ῥήξατο φωνήν:

  65 ‘γαστήρ, δέχνυσο τοῦτο φίλον ξίφος: αἰδέομαι γάρ,

  μή τις ἐμὲ κτείνειεν ἀνάρσιος ἀπτόλεμος χείρ.

  αὐτὸς ἐμῷ κενεῶνι θελήμονα χαλκὸν ἐλάσσω,

  μή με πατήρ μέμψαιτο δεδουπότα θήλεϊ θύρσῳ,

  μὴ Σάτυρον, μὴ Βάκχον ἐμὸν καλέσειε φονῆα.’

  70 ἔννεπε κυανέης κατὰ γαστέρος ἆορ ἐρείσας

  τολμηραῖς παλάμῃσιν, ἅτε ξένον ἄνδρα δαΐζων,

  καὶ θάνεν αὐτοδάικτος ἐν ἀντιβίοισι Μενοικεύς,

  αἰδόμενος μετὰ δῆριν ἰδεῖν ἔτι Δηριαδῆα:

  ὄμμασι δ᾽ ἀκλαύτοισι θελήμονι κάτθανε πότμῳ,

  75 καὶ μανίης ἀπάνευθεν ἐφαίνετο χάλκεος Αἴας.

  καὶ φόνος ἄσπετος ἦεν: ἀναινομένῳ δὲ ῥεέθρῳ

  κτεινομένους ἐκάλυψε καὶ ἔπλετο τύμβος Ὑδάσπης.

  καί τις ἔσω ποταμοῖο πανυστατίην χέε φωνήν:

  ‘καὶ σύ, πάτερ, προχοῇσι πόθεν σέο τέκνα καλύπτεις;

  80 πολλάκι Βάκτρον Ἄρηα μετήιον, ἀλλὰ ῥεέθροις

  οὔ ποτε Μῆδον ὅμιλον ἀπέκτανε Μῆδος Ἀράξης:

  Περσικὸς Εὐφρήτης οὐκ ἔκρυφε γείτονα Πέρσην:

  πολλάκι μοι παρὰ Ταῦρον ἔην μόθος, ἀλλ᾽ ἐνὶ χάρμῃ

  οὐ Κίλικάς ποτε Κύδνος ἑῷ τυμβεύσατο κόλπῳ

  85 οὐ Τάναϊς χιονῶδες ἄγων πετρούμενον ὕδωρ

  γείτονι Σαυρομάτῃ θωρήσσεται, ἀλλὰ κορύσσων

  Κόλχοις ἀντιβίοισι χαραδρήεσσαν Ἐνυὼ

  πολλάκι παχνήεντι κατεπρήνιξε βελέμνῳ.

  Ἠριδανὸς πέλε σεῖο μακάρτερος, ὅττι ῥεέθροις

  90 ἀλλοδαπὸν Φαέθοντα καὶ οὐκ ἔκρυψε πολίτην,

  οὐ Γαλάτην ἐκάλυψε καὶ οὐ τάφος ἔπλετο Κελτῷ,

  ἀλλὰ φίλοις ναέτῃσι ῥυηφενέων ἀπὸ δένδρων

  Ἡλιάδων ἤλεκτρα φεραυγέα δῶρα κυ�
�ίνδει:

  Ῥῆνος Ἴβηρ βρεφέεσσι κορύσσεται, ἀλλὰ δικάζων,

  95 καὶ κρυφίην ὠδῖνα διασχίζων τοκετοῖο

  κτείνει ξεῖνα γένεθλα: σὺ δὲ φθιμένων ναετήρων

  κρύπτεις γνήσια τέκνα καὶ οὐ νόθον αἷμα καλύπτεις.

  πῶς δύνασαι ποταμοῖσι μιγήμεναι ἠὲ καὶ αὐτῷ

  ὠκεανῷ γενέτῃ καὶ Τηθύι, σεῖο τεκούσῃ,

  100 αἱμαλέαις λιβάδεσσι φόνου πλημμυρίδα σύρων;

  ἅζεο, μὴ νεκύεσσι Ποσειδάωνα μιήνῃς.

  σεῖο ῥόος Βρομίοιο κακώτερος, ὅττί με θύρσοις

  οὐ κλονέει Διόνυσος, ὅσον κλονέεις με ῥεέθροις.’

  ὣς εἰπὼν βαρύποτμος ἐδέχνυτο λοίσθιον ὕδωρ.

  105 καὶ πλόος ἦν εὔοπλος: ἐκουφίζοντο δὲ λαοὶ

  οἰδαλέοις μελέεσσιν: ἀποφθιμένου δὲ φορῆος

  ἡμιφανὴς πλωτῆρι λόφῳ πορθμεύετο πήληξ

  δυομένη κατὰ βαιόν: ἐφαλλόμεναι δὲ ῥεέθροις

  ἐκταδὸν ἐν ῥοθίοισιν ἅτε πρυμνήσια νηῶν

  110 νηχομένους τελαμῶνας ἐναυτίλλοντο βοεῖαι,

  στοιχάδες ἔνθα καὶ ἔνθα: βαρυνόμενον δὲ σιδήρῳ

  εἰς βυθὸν ὑγροχίτωνα κατέσπασεν ἀνέρα θώρηξ.

  οὐδὲ μόθου Διόνυσος ἑοὺς ἀνέκοψε μαχητάς,

  εἰ μὴ πάντας ἔπεφνεν ἑῷ ταμεσίχροϊ θύρσῳ,

  115 καλλείψας ἕνα μοῦνον ὅλων κήρυκα θανόντων:

  Θουρέα μοῦνον ἔλειπε θεουδέα μάρτυρα νίκης.

  Ἥρη δ᾽ ὡς ἐνόησε δαϊκταμένων φόνον Ἰνδῶν,

  οὐρανόθεν πεπότητο, δι᾽ ὑψιπόρου δὲ κελεύθου

  ἄστατος ἠνεμόεντι κατέγραφεν ἠέρα ταρσῷ.

  120 Ἀντολίῃ δ᾽ ἐπέβαινε, καὶ ἤλασεν Ἰνδὸν Ὑδάσπην

  φύλοπιν αἱματόεσσαν ἀναστῆσαι Διονύσῳ.

  ἀλλ᾽ ὅτε βαρβαρόφωνος Ἑώιος ὤκλασεν Ἄρης,

  δὴ τότε ναυτιλίης ἑτερότροπα μάγγανα τεύχων

  χεύμασιν ἀκλύστοισι χορὸς πορθμεύετο Βάκχων.

  125 καὶ θεὸς ἡγεμόνευε, δι᾽ οἴδματος ἡνιοχεύων

  ἅρμασι χερσαίοισι νόθον πλόον, ὑγροπόρων δὲ

  πορδαλίων ἀδίαντος ὄνυξ ἐχάραξεν Ὑδάσπην:

  καὶ στρατιαὶ πλόον εἶχον ἀκυμάντου ποταμοῖο,

  ὧν ὁ μὲν Ἰνδῴην σχεδίην πολύδεσμον ἐρέσσων,

  130 ὃς δέ, κυβερνήσας διερὴν ἀκάτοιο πορείην,

  ἐνδάπιον σκάφος εἶχε λινορραφέων ἁλιήων

  ἁρπάξας: ἕτερος δὲ νόθῳ ναυτίλλετο θεσμῷ,

  ἅμματι τεχνήεντι περίπλοκα δούρατα δήσας,

  καὶ ξύλον αὐτόπρεμνον ὁμοίιον ὁλκάδι τεύχων,

  135 ἔκτοθι πηδαλίου, δίχα λαίφεος, ἐκτὸς ἐρετμῶν,

  οὐ Βορέην καλέων νηοσσόον — ἰθυτενὲς γὰρ

  εἰς βυθίους κενεῶνας ὑποβρύχιον δόρυ πέμπων

  Ἄρεος ὑγροπόροιο δορυσσόος ἔπλεε ναύτης — ,

  καὶ πλωτῆς ἀδίαντος ἐπ᾽ ἀσπίδος οἴδματα τέμνων,

  140 πεῖσμα φέρων τελαμῶνα, σακέσπαλον εἶχε πορείην,

  ξείνην ναυτιλίην ψευδήμονι νηὶ χαράσσων.

  καὶ στρατὸς ἱππήων ῥόον ἔστιχε, καὶ πλόος ἵππων

  ποσσὶν ἔην ῥαχίῃσιν ἀειρομένων ἐλατήρων:

  καὶ τότε νηχομένου διερὸν δρόμον εὔποδος ἵππου

  145 ἰξύι κουφίζοντος ὑπέρτερον ἡνιοχῆα

  ὑψιφανὴς ἀνέτελλε δι᾽ ὕδατος ἄβροχος αὐχήν.

  καὶ στρατὸς ἐγρεμόθων πρυλέων ἀκάτοιο χατίζων,

  ἀσκοῖς οἰδαλέοισι χέων ποιητὸν ἀήτην,

  δέρματι φυσαλέῳ διεμέτρεεν Ἰνδὸν Ὑδάσπην,

  150 ἐνδομύχων δ᾽ ἀνέμων ἐγκύμονες ἔπλεον ἀσκοί.

  αἰγείοις δὲ πόδεσσι διέτρεχε Παρράσιος Πὰν

  ἄκρα γαληναίοιο διαστείχων ποταμοῖο:

  καὶ Λύκος ἡνιόχευε θαλασσαίων δρόμον ἵππων

  πατρῴην ἀδίαντον ἄγων τέθριππον ἀπήνην:

  155 καὶ γνωτῷ περόωντι συνέστιχε Δαμναμενῆι

  Σκέλμις ἀκυμάντοιο καθιππεύων ποταμοῖο.

  ἄλλος ὑπὲρ νώτοιο θορὼν ὁμόφοιτον ἀέλλαις

  εἰς πλόον ἡνιόχευε καλαύροπι ταῦρον ὁδίτην,

  καὶ βοέοις ὀνύχεσσι κατέγραφεν ἄψοφον ὕδωρ:

  160 Σειληνοὶ δὲ γέροντες ἐναυτίλλοντο θαλάσσῃ

  καὶ ποσὶ καὶ παλάμῃσιν ἐρετμώσαντες Ὑδάσπην...

  καὶ προχέων κρουνηδὸν ἀλεξήτειραν ἰωὴν

  γνωτῷ κυματόεντι γέρων ἰάχησεν Ὑδάσπης,

  μῦθον ἀπειλητῆρα χέων πολυπίδακι λαιμῷ:

  165 ‘γνωτὲ πέπον, τέο μέχρι τεὸς ῥόος ἄψοφος ἕρπει;

  οἴδματα σεῖο κόρυσσον ἐπιβρίθων Διονύσῳ,

  ὄφρα κατακρύψωμεν ἐν ὕδασι πεζὸν ὁδίτην.

  σοὶ καὶ ἐμοὶ πέλεν αἶσχος, ὅτε Βρομίοιο μαχηταὶ

  ἀβρέκτοις ἐμὸν οἶδμα διασχίζουσι πεδίλοις:

  170 Αἰόλε, καὶ σὺ τέλεσσον ἐμοὶ χάριν, ἀντιβίοις δὲ

  σοὺς προμάχους θώρηξον ἀελλήεντας ἀήτας

  μαρναμένους Σατύροισιν, ὅτι στρατὸς ὑγρὸς ὁδίτης

  ἅρμασι χερσαίοισι βατὸν ποίησεν Ὑδάσπην,

  καὶ δρόμον ὑγρὸν ἔχουσιν ἐν ὕδασιν ἡνιοχῆες:

  175 σοὺς ἀνέμους θώρηξον ἐμῷ πορθμῆι Λυαίῳ:

  χεύμασι δ᾽ ἑλκέσθω Σατύρων στόλος, ἡνιόχων δὲ

  συρομένων προχοῇσιν ἐμὸς ῥόος ἄρμα δεχέσθω,

  οἴδματι λυσσήεντι καλυπτομένων ἐλατήρων.

  οὐ μὲν ἐγὼ νήποινον ἀήθεα πορθμὸν ἐάσω:

  180 σοὶ καὶ ἐμοὶ πέλεν αἶσχος, ὅταν Β
ρομίοιο μαχηταὶ

  ἀτραπὸν ἡνιόχοισι καὶ ἀβρέκτοισιν ὁδίταις ...

  ὑγροπόρους δὲ λέοντας ἀιστώσω Διονύσου.

  εἰπέ, πόθεν βατὸς ἔσκεν ἐμὸς ῥόος, ὑγροβαφὴς δὲ

  νηιὰς ἐν προχοῇσι πόθεν χρεμετισμὸν ἀκούει

  185 καὶ ῥάχιν ἰχθυόεσσαν ὄνυξ ἵππειος ἀράσσει;

  αἰδέομαι ποταμοῖσι μιγήμεναι, ὅττι γυναῖκες

  ἡμέας ἀκλύστοισι διαστείβουσι πεδίλοις.

  οὔ ποτε τολμήεντες ἐμὸν ῥόον ἔξεον Ἰνδοὶ

  ἅρμασιν ἠλιβάτοισι, καὶ οὐ πατρώιον ὕδωρ

  190 Δηριάδης ἐχάραξεν ἑῶ περιμήκεϊ δίφρῳ,

  ὑψιλόφων λοφίῃσιν ἐφεδρήσσων ἐλεφάντων.’

  ὣς εἰπὼν ἐκόρυσσεν ἑὸν ῥόον: ἆλτο δὲ Βάκχῳ

  αἰχμάζων ῥοθίοισιν: ἀελλήεσσα δὲ πολλὴ

  μαρναμένων ὑδάτων διερὴ μυκήσατο σάλπιγξ:

  195 καὶ ποταμὸς κελάρυζεν ἄγων ὑψούμενον ὕδωρ,

  μαρνάμενος Σατύροισι: πολυφλοίσβῳ δὲ κυδοιμῷ

  Βασσαρὶς ἁβροχίτων ἀπεσείσατο κύμβαλα χειρῶν

  καὶ πόδας ἀμφελέλιζεν, ἐρεσσομένοιο δὲ ταρσοῦ

  ξανθὰ πολυρραφέων ἀπεσείσατο δεσμὰ πεδίλων,

  200 καὶ ῥόος ἠνεμόεις πεφορημένος ἄχρι καρήνου

  Βάκχης νηχομένης ἑλικώδεας ἔκλυσε χαίτας:

  ἄλλη βριθομένη διεροὺς ἀπεθήκατο πέπλους,

  νεβρίδας οἰδαλέοισιν ἐπιτρέψασα ῥεέθροις,

  καί οἱ ἐπὶ στέρνοισι κορυσσομένου ποταμοῖο

  205 ὄγκος ἐρευθιόωντι μέλας ἐπεσύρετο μαζῷ:

  καὶ Σάτυρος παλάμῃσιν ἐρετμώσας χυτόν ὕδωρ

  ἰκμαλέην ἐλέλιζε δι᾽ ὕδατος ὄρθιον οὐρήν:

 

‹ Prev