Book Read Free

Works of Nonnus

Page 111

by Nonnus


  γηραλέοις δὲ πόδεσσι μεθυσφαλὲς ἴχνος ἐρέσσων

  ἄστατος ὑδατόεντι Μάρων πεφορημένος ὁλκῷ

  210 κύμασιν ἀσκὸν ἔλειπε βεβυσμένον ἡδέος οἴνου:

  πυκνὰ δὲ σειομένη διδυμόζυγι σύνδρομος αὐλῷ

  Πανιὰς ἀκροτάτοιο δι᾽ ὕδατος ἔπλεε σύριγξ,

  κύμασιν αὐτοέλικτος: ἁμιλλητῆρι δὲ παλμῷ

  Σειληνοῦ λασίοιο κατ᾽ αὐχένος ἔρρεε χαίτη.

  215 καὶ ποταμὸς κελάδησεν ἀφυσγετὸν οἴδματι σύρων,

  ξανθὸν ὑπὲρ πεδίοιο χέων μετανάστιον ὕδωρ,

  κικλήσκων Διόνυσον ἐς ὑδατόεσσαν Ἐνυώ:

  καὶ ῥόος ἐγρεκύδοιμος ἔχων ἀντίπνοον αὔρην

  ἀγχινεφὴς ὑψοῦτο, διάβροχον ἠέρα φαίνων,

  220 οἴδματι παφλάζοντι καταθρῴσκων Διονύσου.

  οὐχ οὕτω Σιμόεντος Ἀρειμανὲς ἔβρεμεν ὕδωρ,

  οὐχ οὕτω ῥόος ἔσκεν ἐγερσιμόθοιο Καμάνδρου

  χεύματι κυματόεντι κατακλύζων Ἀχιλῆα,

  ὡς τότε Βακχείην στρατιὴν ἐδίωξεν Ὑδάσπης.

  225 καὶ ποταμῷ Διόνυσος ἀνήρυγε θυιάδα φωνήν:

  ‘τί κλονέεις Διὸς υἷα, Διιπετές; ἢν ἐθελήσω,

  τερσαίνει σέο χεῦμα πατὴρ ἐμός, ὑέτιος Ζεύς.

  ἐκ νεφέων βλάστησας ἐμοῦ Κρονίδαο τοκῆος,

  καὶ νεφεληγερέταο Διὸς βλάστημα διώκεις;

  230 πατρὸς ἐμοῦ πεφύλαξο βέλος λοχίοιο κεραυνοῦ,

  μὴ στεροπὴν Βρομίοιο γενέθλιον εἰς σὲ κορύσσῃ:

  ἅζεο, μὴ βαρύγουνος, ὅπως Ἀσωπός, ἀκούσῃς:

  σὴν προχοὴν πρήυνον, ἕως ἔτι μῆνιν ἐρύκω.

  ὑδατόεις πυρόεντι κορύσσεαι: οὐ δύνασαι δὲ

  235 τλήμεναι αἰθαλόεντος ἔνα σπινθῆρα κεραυνοῦ.

  εἰ δὲ μέγα φρονέεις χάριν Ἀστερίης σέο νύμφης,

  ἣ λάχεν αἰθερίης Ὑπερίονος αἷμα γενέθλης,

  ἠελίου θρασὺν υἷα, πυρώδεος ἡνιοχῆος,

  οὐρανὸν ἱππεύοντα πατὴρ ἐμὸς ἔφλεγε πυρσῷ,

  240 καὶ νέκυν ἔστενε παῖδα πυρὸς ταμίης Ὑπερίων,

  οὐδὲ χάριν Φαέθοντος ἐμῷ πολέμιζε τοκῆι,

  οὐ πυρὶ πῦρ ἀνάειρε, καὶ εἰ πυρὸς ἡγεμονεύει.

  εἰ χάριν ὑμετέρου μεγαλίζεαι Ὠκεανοῖο,

  Ἠριδανὸν σκοπίαζε Διὸς πληγέντα βελέμνῳ,

  245 ὑμέτερον πυρίκαυτον ἀδελφεόν: αἰνοπαθὴς δὲ

  σὸς διερὸς προπάτωρ, μιτρούμενος ἄντυγι κόσμου,

  χεύμασι τοσσατίοισι χέων γαιήοχον ὕδωρ,

  υἱὸν ἴδε φλεχθέντα, καὶ οὐ πολέμιζεν Ὀλύμπῳ,

  οὐ προχοαῖς ἐρίδαινε πυριγλώχινι κεραυνῷ.

  250 ἀλλὰ τεῶν ὑδάτων ἔτι φείδεο, μή σε νοήσω

  Ἠριδανῷ φλεχθέντι κεκαυμένον ἶσον Ὑδάσπην.’

  ὣς φαμένῳ βαρύδουπος ἐχώσατο μᾶλλον Ὑδάσπης

  κύμασι λαβροτέροισι χέων ὑψίδρομον ὕδωρ.

  καί νύ κεν ἔκρυφε πᾶσαν ἀβακχεύτων στίχα Βάκχων,

  255 εἰ μὴ Βάκχος ἄμυνεν, ἀπ᾽ ἀγχιπόροιο δὲ λόχμης

  πυρσοτόκον νάρθηκα λαβὼν ἀντώπιον Ἠοῦς

  ἠελίῳ θέρμηνεν: ἐριφλεγέος δὲ κορύμβου

  αὐτογόνῳ σπινθῆρι λοχεύετο δουράτεον πῦρ:

  καὶ προχοαῖς φλόγα ῥῖψεν: ἀπειλητῆρι δὲ δαλῷ

  260 καιομένου ποταμοῖο ῥοαῖς ἐπεπάφλασαν ὄχθαι:

  καὶ πολὺς ἠερόφοιτος ἑλίσσετο καπνὸς ἀλήτης

  λωτοῦ καιομένοιο μαραινομένου τε κυπείρου:

  καὶ θρύα πῦρ ἀμάθυνε: πολυστροφάλιγγι δὲ ῥιπῇ

  καπνοῦ λιγνυόεντος ἕλιξ ἐμέθυσσεν ἀυτμὴ

  265 ἠερίας ἁψῖδας, ὅλη δ᾽ ἐμελαίνετο λόχμη

  εὐόδμοις ἀνέμοισιν ἱμασσομένων δονακήων.

  καὶ σέλας εἰς βυθὸν εἷρπεν: ἐνεκρύπτοντο δὲ πηλῷ

  ἰχθύες αἰθαλόεντες: ὑποβρυχίοιο δὲ πυρσοῦ

  νηχομένῳ σπινθῆρι διάβροχος ἔζεεν ἰλὺς

  270 ὑγρὸν ἀναπτομένη: βυθίων δ᾽ ἀπὸ καπνὸς ἐναύλων

  ἔμπυρος ὑδατόεντι διέσσυτο σύνδρομος ἀτμῷ.

  Ὑδριάδων δὲ φάλαγγες ἀνάμπυκες ὠκέι ταρσῷ

  γυμναὶ κυματόεντος ἀπεπλάζοντο μελάθρου:

  καί τις ἀναινομένη φλογερὸν πατρώιον ὕδωρ

  275 νηιὰς ἀκρήδεμνος ἀήθεα δύσατο Γάγγην:

  ἄλλη δ᾽ Ἰνδὸν ἔναιεν ἐριβρεμέτην Ἀκεσίνην

  ἀζαλέοις μελέεσσιν: ἀλωομένην δὲ Χοάσπης

  ἄλλην οὐρεσίφοιτον ἀνάμπυκα Νηίδα Νύμφην

  παρθενικὴν ἐδέξατο, Περσίδι γείτων.

  280 Ὠκεανὸς δ᾽ ἰάχησεν ἀπειλείων Διονύσῳ,

  ὑδατόεν μύκημα χέων πολυπίδακι λαιμῷ,

  καὶ ῥόον ἀενάων στομάτων κρουνηδὸν ἰάλλων

  ἠιόνας κόσμοιο κατέκλυσε χεύματι μύθων:

  ‘ἥλικος Ὠκεανοῖο παρευνέτι, σύγχρονε κόσμου

  285 παντρόφε συμμιγέων ὑδάτων, αὐτόσπορε Τηθύς,

  ἀρχαίη φιλότεκνε, τί ῥέξομεν; αἰθαλόεις γὰρ

  εἰς ἐμὲ καὶ σέο τέκνα κορύσσεται ὑέτιος Ζεύς:

  ἅρπαγα γὰρ νόθον ὄρνιν ἔχει Κρονίωνα φονῆα

  Ἀσωπὸς γενετῆρα, καὶ υἱέα Βάκχον Ὑδάσπης.

  290 ἀλλὰ Διὸς στεροπῇσιν ἄγων ἀντίξοον ὕδωρ

  ἠέλιον πυρόεντα ῥόῳ σβεστῆρι καλύψω,

  κρύψω δ᾽ αἰθέρος ἄστρα: καὶ ἀθρήσει με Κρονίων

  χεύματι μορμύροντι κατακλύζοντα Σελήνην:

  Ἀρκτῴην δ᾽ ὑπὸ πέζαν ἐμαῖς προχοῇσι λοέσσω

  295 ἄξονος ἄκρα κάρηνα καὶ ἄβροχ
ον ὁλκὸν Ἁμάξης:

  καὶ βυθίης ἀρχαῖον ἐμῆς πλωτῆρα θαλάσσης

  αἰθέριον Δελφῖνα πάλιν πλωτῆρα τελέσσω,

  κρυπτόμενον πελάγεσσι: καὶ ἀστερόφοιτον ἐρύσσω

  νόστιμον οὐρανόθεν μετανάστιον εἰς χθόνα Κελτῶν

  300 Ἠριδανὸν πυρόεντα, καὶ ὑδατόεντα τελέσσω,

  αἰθέρα γυμνώσας διεροῦ πυρός: ὑψιπόρους δὲ

  ἰχθύας ἀστερόεντας ἐμοὺς πάλιν εἰς ἅλα σύρω,

  νηχομένους μετ᾽ Ὄλυμπον ἐν ὕδασιν. ἔγρεο, Τηθύς,

  ὕδασιν αἰθέρος ἄστρα καλύψομεν, ὄφρα νοήσω

  305 ταῦρον, ἀκυμάντοιο πάλαι πλωτῆρα θαλάσσης,

  κύμασι λαβροτέροις πεφορημένον ὑγρὸν ὁδίτην,

  Εὐρώπης μετὰ λέκτρον: ὀρινέσθω δὲ καὶ αὐτή,

  δερκομένη κερόεσσαν ἐμὴν ταυρώπιδα μορφήν,

  ταυροφυὴς κερόεσσα βοῶν ἐλάτειρα Σελήνη:

  310 ἵξομαι ὑψικέλευθος ἐς οὐρανόν, ὄφρα νοήσω

  ἰκμαλέον Κηφῆα καὶ ὑγροχίτωνα Βοώτην,

  ὡς πάρος ἐννοσίγαιος, ὅτε θρασὺς ἀμφὶ Κορίνθου

  ὑγρὸς Ἄρης ἀλάλαζεν ἐς ἀστερόεσσαν Ἐνυώ:

  κρύψω δ᾽ ἔμπυρον Αἶγα, Διὸς τροφόν, ὑγροπόρῳ δὲ

  315 ἄρμενον Ὑδροχοῆι χαρίζομαι ἄφθονον ὕδωρ.

  Τηθύς, καὶ σύ, θάλασσα, κορύσσεο: ταυροφυῆ γὰρ

  Ζεὺς νόθον υἷα λόχευσεν, ῾̣̣̓να ξύμπαντας ὀλέσσῃ

  καὶ ποταμοὺς καί φῶτας ἀμεμφέας: ἀμφότερον δὲ

  Ἰνδοὺς θύρσος ἔπεφνε καὶ ἔφλεγε πυρσὸς Ὑδάσπην.’

  320 ἔννεπε παφλάζων βαθυκύμονος οἴδματι φωνῆς.

  BOOK 24

  εἰκοστὸν δὲ τέταρτον ἔχει γόον ἄσπετον Ἰνδῶν

  κερκίδα θ᾽ ἱστοπόνοιο καὶ ἠλακάτην Ἀφροδίτης.

  Ζεὺς δὲ πατὴρ κοτέοντος ἀπέτραπε παιδὸς ἀπειλήν,

  δοῦπον ὁμοπλεκέων νεφέων βρονταῖον ἱμάσσων:

  καὶ χόλον ἐπρήυνεν ἀτέρμονος Ὠκεανοῖο,

  ὑσμίνην φλογόεσσαν ἐρητύων Διονύσου.

  5 Ἥρη δ᾽ ἐσμαράγησε δι᾽ ἠέρος ἄπλετον ἠχώ,

  μῆνιν ἀναστέλλουσα πυρισθενέος Διονύσου.

  καὶ διερὴν παλάμην ὀρέγων οἰκτίρμονι Βάκχῳ

  παιδὶ Διὸς πυρόεντι γέρων ἰάχησεν Ὑδάσπης,

  μῦθον ἀναβλύζων ἱκετήσιον ἀνθερεῶνος:

  10 ‘φείδεό μοι, Διόνυσε, διιπετέος ποταμοῖο,

  ὕδασι καρποτόκοισι φέρων χάριν: ὑμετέρη γὰρ

  ἐξ ὑδάτων εὔβοτρυς ἀνεβλάστησεν ὀπώρη.

  ἀασάμην, Διόνυσε πυριτρεφές: οὐρανίην γὰρ

  σῶν δαΐδων ἀμάρυγμα τεὴν κήρυξε γενέθλην.

  15 ἀλλὰ πόθος τεκέων με βιήσατο: Δηριάδῃ γὰρ

  υἱέι πιστὰ φέρων ῥοθίων ἐλέλιζον ἀπειλήν,

  Ἰνδοῖς κτεινομένοισι βοηθόον οἶδμα κυλίνδων.

  αἰδέομαι γενετῆρι φανήμεναι, ὅττι θαλάσσῃ

  αἵματι μορμύροντι μεμιγμένα χεύματα σύρω

  20 καὶ φονίῃ ῥαθάμιγγι Ποσειδάωνα μιαίνω:

  τοῦτό με, τοῦτο κόρυσσεν ἐριδμαίνειν Διονύσῳ.

  πρὸς δὲ τεοῦ ξενίοιο καὶ ἱκεσίοιο τοκῆος,

  αἴδεο παφλάζοντα τεῷ πυρὶ θερμὸν Ὑδάσπην.

  νηιάδες φεύγουσιν ἐμὸν ῥόον: ἀμφὶ δὲ πηγάς

  25 ἡ μὲν ναιετάει διερὸν δόμον, ἡ δ᾽ ἐνὶ λόχμαις

  σύννομος Ἁδρυάδεσσι φυτὸν μετὰ πόντον ἀμείβει,

  ἄλλη δ᾽ Ἰνδὸν ἔχει μετανάστιος, ἡ δὲ φυγοῦσα

  ποσσὶ κονιομένοισιν ἐδύσατο διψάδα πέτρην

  Καυκασίην, ἑτέρη δὲ μεταΐξασα Χοάσπην

  30 ναίει ξεῖνα ῥέεθρα καὶ οὐκέτι πάτριον ὕδωρ.

  μὴ καλάμους ὀλέσειας, ἐμῶν βλάστημα ῥοάων,

  οἷσιν ἀεξομένοισιν ἐρείδεται οἰνάδος ὅρπηξ

  ἀμπελόεις: δόνακες γὰρ ἐπ᾽ ἀλλήλοισι δεθέντες

  ὑμετέρην εὔυδρον ἐλαφρίζουσιν ὀπώρην:

  35 μὴ δόνακας φλέξειας, ὅθεν σέο Μυγδόνες αὐλοί,

  μή ποτέ σοι μέμψαιτο τεὴ φιλόμολπος Ἀθήνη,

  ἥ ποτε Γοργείων βλοσυρὸν μίμημα καρήνων

  φθεγγομένων Λίβυν εὗρεν ὁμοζυγέων τύπον αὐλῶν:

  καὶ σέο μυστιπόλοιο κυβερνήτειραν ἀοιδῆς

  40 Πανιάδος σύριγγος ὁμόθροον αἴδεο μολπήν:

  λῆγε τεῷ νάρθηκι ῥόον ποταμοῖο μαραίνων,

  ὅττι ῥόος ποταμοῖο τεούς νάρθηκας ἀέξει.

  οὐ ξένον οἶδμα πέρησας ἐπώνυμον: ἀλλοφυῆ γὰρ

  ἄλλον ἐγὼ Διόνυσον ἐμοῖς φαίδρυνα λοετροῖς,

  45 ὁπλοτέρου Βρομίοιο φερώνυμον, εὖτε Κρονίων

  Ζαγρέα παιδοκόμοισιν ἐμαῖς παρακάτθετο Νύμφαις:

  καὶ σὺ φέρεις Ζαγρῆος ὅλον δέμας: ἀλλὰ σὺ κείνῳ

  δὸς χάριν ὀψιτέλεστον, ὅθεν πέλες: ἀρχεγόνου γὰρ

  ἐκ κραδίης ἀνέτελλες, ἀειδομένου Διονύσου.

  50 ὑμετέρου δὲ γέραιρε Λάμου κουροτρόφον ὕδωρ:

  μνώεο Μαιονίης σέο πατρίδος: ὑμετέρου γὰρ

  Πακτωλοῦ χαρίεντος ἀδελφεός ἐστιν Ὑδάσπης.

  καὶ σὺ τόσοις ποταμοῖσι μίαν χάριν ἄρτι τιταίνων,

  γνωτοῖς ἡμετέροισι, τεὴν ἀνασείρασον αἴγλην:

  55 μηδὲ πυρί φλέξῃς ὑδάτων χύσιν: ἐξ ὑδάτων γὰρ

  ἀστεροπὴ βλάστησε, τεοῦ Διὸς ὑέτιον πῦρ.

  ἀλλὰ χόλον πρήυνε, τεοῖς ὅτι γούνασι πίπτω

  μειλίχιον στορέσας ἱκέτην ῥόον: ἐν πολέμοις γὰρ

  εἰ θρασὺν αὐχένα κάμπτε, καὶ ἤπιος ἔσκε Τυφωεύς,


  60 καί κεν ἀπορρίψας παλινάγρετον ὄγκον ἀπειλῆς

  ἀστεροπὴν ἀνέκοπτε πατήρ τεός, ὑψιμέδων Ζεύς.’

  ὣς φαμένου Διόνυσος ἑὴν ἀνεσείρασε πεύκην.

  καὶ προχοὰς Ἀρκτῷος ἀνερρίπιζεν ἀήτης

  χειμερίῃ μάστιγι, φέρων δυσπέμφελον αὔρην,

  65 χεῦμα πυριβλήτοιο καταψύχων ποταμοῖο,

  ἠέλιον καὶ Βάκχον ὁμοῦ καὶ Ζῆνα γεραίρων,

  καὶ ῥοθίων ἄσβεστον ἀπέσβεσε δαιμόνιον πῦρ.

  ὄφρα μὲν εἰσέτι Βάκχος ἐπέπλεεν ὑγρὸν Ὑδάσπην,

  τόφρα δέ, θάρσος Ἄρηος ἔχων, περιμήκετον ὁρμὴν

  70 Δηριάδης ἐπὶ δῆριν ἐπώνυμον ὥπλισεν Ἰνδούς,

  στήσας ἀμφὶ ῥέεθρον ἑὰς στίχας, ὄφρα μαχηταὶ

  λαὸν ἐρητύσωσιν ἀνερχομένων ἔτι Βάκχων.

  οὐδὲ Διὸς λάθεν ὄμμα πανόψιον: ἐσσυμένως δὲ

  οὐρανόθεν πεφόρητο προασπίζων Διονύσον.

  75 καὶ σφετέροισιν ἰόντες ἀρηγόνες, ἄλλος ἐπ᾽ ἄλλῳ,

  σὺν Διὶ πάντες ἵκοντο θεοὶ ναετῆρες Ὀλύμπου

  ἅλματι πωτήεντι: καὶ Αἰγίνης χάριν εὐνῆς

  αἰετὸς ᾐώρητο τὸ δεύτερον ὑψιπέτης Ζεὺς

  Ἀσωποῦ μετὰ χεῦμα, καὶ Αἰακὸν ἠεροφοίτην

  80 φειδομένων ὀνύχων δεδραγμένος ἅρπαγε ταρσῷ

  κουφίζων ἐκόμισσεν ἐς Ἄρεα Δηριαδῆος

  Ἰνδῴην ἐπὶ πέζαν: ἀπ᾽ εὐρυπόροιο δὲ κόλπου

  υἱὸν Ἀρισταῖον γενέτης ἐσάωσεν Ἀπόλλων,

  φαιδρὸς ἀλεξικάκων πεφορημένος ἄρματι κύκνων,

  85 μνῆστιν ἔχων θαλάμοιο λεοντοφόνοιο Κυρήνης:

  καὶ κρατέων ἕο παῖδα τανύπτερος ἥρπασεν Ἑρμῆς,

 

‹ Prev