Works of Nonnus

Home > Other > Works of Nonnus > Page 116
Works of Nonnus Page 116

by Nonnus


  νόστιμος ἀρχαίην ὑπεδύσατο φωλάδα χειήν.

  καὶ Μορίη Διὸς ἄνθος ἐκούφισεν, ἀμφὶ δὲ νεκροῦ

  540 ζωοτόκῳ μυκτῆρι φερέσβιον ἥρμοσε ποίην.

  καὶ βοτάνη ζείδωρος ἀκεσσιπόνοισι κορύμβοις

  ἔμπνοον ἐψύχωσε δέμας παλιναυξέι νεκρῷ.

  ψυχὴ δ᾽ εἰς δέμας ἦλθε τὸ δεύτερον: ἐνδομύχῳ δὲ

  ψυχρὸν ἀοσσητῆρι δέμας θερμαίνετο πυρσῷ:

  545 καὶ νέκυς ἀμφιέπων βιοτῆς παλινάγρετον ἀρχὴν

  δεξιτεροῦ μὲν ἔπαλλε ποδὸς θέναρ, ἀμφὶ δὲ λαιὸν

  ὀρθώσας στατὸν ἴχνος ὅλῳ στηρίζετο ταρσῷ,

  ἀνδρὸς ἔχων τύπον ἶσον, ὅς ἐν λεχέεσσιν ἰαύων

  ὄρθριον οἰγομένης ἀποσείεται ὕπνον ὀπωπῆς.

  550 καὶ πάλιν ἔζεεν αἷμα: νεοπνεύστοιο δὲ νεκροῦ

  χεῖρες ἐλαφρίζοντο: καὶ ἁρμονίη πέλε μορφῇ,

  ποσσὶν ὁδοιπορίη, φάος ὄμμασι, χείλεσι φωνή.

  καὶ Κυβέλη κεχάρακτο νεητόκος, οἷά τε κόλπῳ

  μιμηλὴν ἀλόχευτον ἐλαφρίζουσα λοχείην

  555 πήχεσι ποιητοῖσι, καὶ ἀστόργῳ παρακοίτῃ

  λαϊνέην ὠδῖνα δολοπλόκος ὤρεγε Ῥείη,

  ὀκρυόεν βαρὺ δεῖπνον: ὁ δὲ βροτοειδέα μορφὴν

  ἔκρυφε μάρμαρον υἷα πατὴρ θοινήτορι λαιμῷ,

  ἄλλου ψευδομένοιο Διὸς δέμας εἰλαπινάζων:

  560 καὶ λίθον ἐν λαγόνεσσι μογοστόκον ἔνδον ἀείρων

  θλιβομένην πολύτεκνον ἀνηκόντιζε γενέθλην,

  φόρτον ἀποπτύων ἐγκύμονος ἀνθερεῶνος.

  τοῖα μὲν ἐργοπόνοιο πολύτροπα δαίδαλα τέχνης

  εἶχεν ἐνυαλίη πολυπίδακος ἀσπὶς Ὀλύμπου

  565 Βακχιάς, ἣν ὁρόωντες ἐθάμβεον ἄλλος ἐπ᾽ ἄλλῳ,

  καὶ σάκεος τροχόεντος ἐκυκλώσαντο φορῆα,

  ἔμπυρον αἰνήσαντες Ὀλύμπιον ἐσχαρεῶνα.

  τοῖσι δὲ τερπομένοισι δύσιν διεμέτρεεν Ἠώς,

  φέγγος ἀναστείλασα πυριγλήνοιο προσώπου:

  570 καὶ σκιερὴν ἐμέλαινεν ὅλην χθόνα σιγαλέη Νύξ.

  λαοὶ δ᾽ ἔνθα καὶ ἔνθα χαμαιστρώτων ἐπὶ λέκτρων

  ἑσπερίῃ μετὰ δόρπον ὀρειάδι κάππεσον εὐνῇ.

  BOOK 26

  εἰκοστὸν λάχεν ἕκτον ἐπίκλοπον εἶδος Ἀθήνης

  καὶ πολὺν ἐγρεκύδοιμον ἀγειρομένων στόλον Ἰνδῶν.

  Δηριάδῃ δ᾽ εὕδοντι κατηφέος ὑψόθεν εὐνῆς

  Βάκχῳ πιστὰ φέρουσα παρίστατο θοῦρις Ἀθήνη,

  γνωτῷ δ᾽ ἐσσομένην ἑτέρην μνηστεύετο νίκην:

  καὶ δέμας ἀλλάξασα μετάτροπον ἶσον Ὀρόντῃ

  5 γαμβρὸν ἀερσιλόφου μιμήσατο Δηριαδῆος:

  καί μιν ἀπορρίψαντα μιαιφόνον οἶστρον Ἐνυοῦς

  μιμηλὴ δολίοιο παρήπαφεν ὄψις ὀνείρου,

  τοῖον ἔπος βοόωσα, καὶ ὀλλυμένων ἐπὶ πότμῳ

  ταρβαλέον θάρσυνεν ἐς ὑσμίνην Διονύσου:

  10 ‘εὕδεις, Δηριάδη: σὲ δὲ μέμφομαι: ἀστυόχων γὰρ

  πάννυχον ὕπνον ἔχειν ἀλλότριόν ἐστιν ἀνάκτων:

  ὕπνου μέτρον ἔχει βουληφόρος. ἀμφὶ δὲ πύργων

  δυσμενέες κλονέουσι, καὶ οὐ δόρυ θοῦρον ἀείρεις,

  οὐκ ἀίεις τυπάνων ῥόθιον κτύπον, οὐ μέλος αὐλῶν,

  15 οὐ φονίης σάλπιγγος ἀγέστρατον ἦχον ἀκούεις.

  ὑμετέρην δὲ θύγατρα νεήνιδα πενθάδα χήρην

  Πρωτονόην ἐλέαιρε, κινυρομένην παρακοίτην,

  μηδὲ λίπῃς, σκηπτοῦχε, τεὸν νήποινον Ὀρόντην.

  κτεῖνον ἐμοὺς ὀλετῆρας ἀτευχέας: ὠκυμόρου γὰρ

  20 γαμβροῦ σεῖο θανόντος ἔτι ζώουσι φονῆες,

  στῆθος ἐμὸν σκοπίαζε τετυμμένον ὀξέι θύρσῳ:

  ὤμοι, ὅτ᾽ οὐ Λυκόοργος Ἀρήιος ἐνθάδε ναίει,

  ὤμοι, ὅτ᾽ οὐκ Ἀράβεσσιν ὑπερφιάλοισιν ἀνάσσεις:

  οὐ θεὸς ἦν Διόνυσος, ὃς εἰς ἁλὸς οἶδμα διώκων

  25 θνητὸς ἀνὴρ ποίησεν ὑποβρύχιον μετανάστην.

  Δηριάδην ἐνόησα πεφυζότα θῆλυν Ἐνυώ.

  ἄτρομος ἔσσο λέων, ὅτι χάλκεον ἀνέρα φεύγων

  νεβροχίτων Διόνυσος ὁμοίιος ἔπλετο νεβρῷ.

  οὐ κεῖνος κατέπεφνεν Ἀρειμανέων γένος Ἰνδῶν,

  30 ἀλλά μιν αὐτὸς ἔπεφνε πατὴρ τεός: ὲν πολέμοις γὰρ

  σοὺς προμάχους φεύγοντας ἰδὼν ἐδάμασσεν Ὑδάσπης.

  οὐ σὺ πέλεις ἑτέροισιν ὁμοίιος: οὐράνιον γὰρ

  θυγατέρος Φαέθοντος ἐριφλεγέος σέο πάππου

  αἷμα φέρεις: οὐ θνητὸν ἔχεις δέμας: οὔ σε δαμάσσει

  35 οὐ ξίφος ἠὲ βέλεμνον ἐπιβρίθοντα Λυαίῳ.’

  ὣς φαμένη πρὸς Ὄλυμπον ἔβη πολύμητις Ἀθήνη,

  εἶδος ὀνειρείοιο μεταλλάξασα προσώπου.

  Δηριάδης δ᾽ ἠῷος ἀπὸ πτολίων, ἀπὸ νήσων

  κέκλετο κηρύκεσσι πολυσπερὲς ἔθνος ἀγείρειν:

  40 καὶ πολὺς ἔνθα καὶ ἔνθα θυελλήεντι πεδίλῳ

  λαὸν ἀολλίζων ἑτερόπτολιν ἤιε κῆρυξ

  ἠῴην παρὰ πέζαν: Ἀρειμανέες δὲ μαχηταὶ

  πάντοθεν ἠγερέθοντο καλεσσαμένου βασιλῆος.

  πρῶτα μὲν ὡπλίζοντο κυβερνητῆρες Ἐνυοῦς,

  45 Ἀγραῖος Φλόγιός τε, συνήλυδες ἡγεμονῆες,

  ἀρτιτελὲς μετὰ σῆμα νεοφθιμένοιο τοκῆος,

  Εὐλαίου δύο τέκνα: συνεστρατόωντο δὲ λαοί,

  ὅσσοι Κῦρα νέμοντο καὶ Ἰνδῴου ποταμοῖο

  Βαίδιον Ὀμβηλοῖο παρὰ πλατὺ βάρβαρον ὕδωρ,

  50 καὶ Ῥοδό�
�ν εὔπυργον, Ἀρειμανέων πέδον Ἰνδῶν,

  καὶ κραναὸν Προπάνισον, ὅσοι τ᾽ ἔχον ἄντυγα νήσου

  Γραιάων, ὅθι παῖδες ἐθήμονος ἀντὶ τεκούσης

  ἄρσενα μαζὸν ἔχουσι γαλακτοφόρου γενετῆρος,

  χείλεσιν ἀκροτάτοισιν ὑποκλέπτοντες ἐέρσην:

  55 οἴ τε Σεσίνδιον αἰπύ, καὶ οἳ λινοερκέι κύκλῳ

  Γάζον ἐπυργώσαντο μιτοπλέκτοισι δομαίοις,

  ἀρραγές, εὐποίητον ἐυκλώστοισι θεμέθλοις,

  Ἄρεος ἀκλινὲς ἕρμα, καὶ οὕ ποτε δήιος ἀνὴρ

  χαλκὸν ἔχων ἔρρηξε λινοχλαίνων στίχα πύργων.

  60 τοῖς δ᾽ ἐπὶ θαρσήεντες ἐπεστρατόωντο μαχηταί,

  Δάρδαι καὶ Πρασίων στρατιαί, καὶ φῦλα Σαλαγγῶν

  χρυσοφόρων, οἷς πλοῦτος ὁμέστιος, οἷς θέμις αἰεὶ

  χέδροπα καρπὸν ἔδειν βιοτήσιον: ἀντὶ δὲ σίτου

  κεῖνον ἀλετρεύουσι μύλης τροχοειδέι κύκλῳ:

  65 καὶ σκολιοπλοκάμων Ζαβίων στίχες, οἶσιν ἐχέφρων

  Παλθάνωρ πρόμος ἦεν, ὃς ἔστυγε Δηριαδῆα

  ἤθεσιν εὐσεβέεσσιν ὁμοφρονέων Διονύσῳ:

  τὸν μὲν ἄναξ Διόνυσος ἄγων μετὰ φύλοπιν Ἰνδῶν

  ἀλλοδαπὸν ναετῆρα λυροδμήτῳ πόρε Θήβῃ:

  70 καὶ Δίκῃ παρέμιμνε λιπὼν πατρῷον Ὑδάσπην,

  Ἀονίου ποταμοῖο πιὼν Ἰσμήνιον ὕδωρ.

  τοῖς δ᾽ ἐπὶ κυδιόων στρατὸν ἄσπετον ὥπλισε Μορρεὺς

  Διδνασίδης, γενετῆρι συνέμπορος, ὃς τότε λυγρῷ

  γήραϊ πένθος ἔχων κεκερασμένον ἥψατο χάρμης,

  75 γηραλέῃ παλάμῃ πολυδαίδαλον ἀσπίδα πάλλων

  καὶ πολιῷ λειμῶνι κατάσκιον ἀνθερεῶνα

  αὐτόματον κήρυκα χρόνου δολιχοῖο τινάσσων,

  υἱὸν ἔτι στενάχων μινυώριον, Ἰνδὸν Ὀρόντην,

  Δίδνασος αἰολόδακρυς: ἅναξ δέ οἱ ἔσπετο Μορρεὺς

  80 ὄρθιον ἔγχος ἔχων τιμήορον, ὄφρα δαμάσσῃ

  λαὸν ὅλον Βρομίοιο, καὶ ἤθελε μοῦνος ἐρίζειν

  Βάκχῳ γνωτοφόνῳ, καὶ ἀνούτατον υἷα Θυώνης

  οὐτῆσαι μενέαινε κασιγνήτοιο φονῆα.

  καί σφισιν ὡμάρτησε πολυγλώσσων γένος Ἰνδῶν,

  85 οἵ τ᾽ ἔχον Ἠελίοιο πόλιν, καλλίκτιτον Αἴθρην,

  ἀννεφέλου δαπέδοιο θεμείλιον, οἵ τ᾽ ἔχον ἄμφω,

  Ἀνθηνῆς λασιῶνα καὶ Ὠρυκίης δονακῆα,

  καὶ φλογερὴν Νήσαιαν ἀχειμάντους τε Μελαίνας,

  καὶ πέδον εὐδίνητον ἁλιστεφάνου Παταλήνης:

  90 τοῖς ἔπι Δυσσαίων πυκιναὶ στίχες, οἷσι καὶ αὐτῶν

  φρικτὰ δασυστέρνων ἐκορύσσετο φῦλα Σαβείρων,

  τοῖσιν ἐνὶ κραδίῃ λάσιαι τρίχες, ὧν χάριν αἰεὶ

  ψυχῆς θάρσος ἔχουσι καὶ οὐ πτώσσουσιν Ἐνυώ.

  τοῖσι συνεστρατόωντο καὶ ἀνέρες Οὐατοκοῖται,

  95 οἷσι θέμις δολιχοῖσιν ἐπ᾽ οὔασιν ὕπνον ἰαύειν:

  τοὺς μὲν Φρίγγος ἵκανε καὶ Ἄσπετος εἰς μόθον ἕλκων

  αὐχήεις τε Δάνυκλος ὁμόστολος, οἶς ἅμα βαίνων

  Ἱππουρῷ συνάεθλος ἑκηβόλος ἔστιχε Μορρεύς:

  καὶ νόον ἶσον ἔχοντες ὅλον στρατὸν Οὐατοκοίτην

  100 πέντε δαφοινήεντες ἐκόσμεον ἡγεμονῆες.

  Τέκταφος εἰς μόθον ἦλθεν ἑκηβόλος, ὅς ποτε κούρης

  χείλεσι πειναλέοισιν ἀλεξητήρια πότμου

  πατροκόμου δολόεντος ἀμέλγετο χεύματα μαζοῦ,

  Τέκταφος, αὐαλέος ψαφαρῷ χροΐ, νεκρὸς ἐχέφρων,

  105 ὁππότε μιν σκηπτοῦχος ἔχων ἄστοργον ἀπειλὴν

  Δηριάδης, σειρῇσι πολυπλέκτοισι πιέζων,

  δέσμιον εὐρώεντι κατεκλήισσε βερέθρῳ,

  ἄτροφον, αὐχμώοντα, δέμας κεκαφηότα λιμῷ,

  ἄμμορον ἠελίοιο καὶ εὐκύκλοιο σελήνης.

  110 καὶ χθονίῳ κεκάλυπτο βυθῷ πεπεδημένος ἀνήρ,

  οὐ ποτόν, οὔ τινα δαῖτα φέρων, οὐ φῶτα δοκεύων,

  ἀλλὰ πεδοσκαφέων λαγόνων ὑπὸ κοιλάδι πέτρῃ

  κεῖτο δυηπαθέων: χρονίῳ δ᾽ ἐστρεύγετο λιμῷ

  πειναλέων στομάτων ὀλιγοδρανὲς ἄσθμα τιταίνων,

  115 ἔμπνοος ἀπνεύστοισιν ὁμοίιος: οἶα δὲ νεκροῦ

  ἐκ χροὸς ἀζαλέοιο δυσώδεες ἔπνεον αὖραι.

  καὶ φθλάκων στρατὸς ἦεν ἐελμένον ἄνδρα φυλάσσων,

  ὃν τότε κερδαλέη θυγάτηρ ἀπατήνορι μύθῳ

  ἤπαφεν: ἱκεσίην δὲ βαρύστονον ἴαχε φωνὴν

  120 σεισαμένη δολόεντα νεητόκος εἵματα νύμφη:

  ‘μή με κατακτείνητε, φυλάκτορες: οὐδὲν ἀείρω,

  οὐ ποτὸν ἦλθον ἄγουσα καὶ οὔ τινα δαῖτα τοκῆι:

  δάκρυα, δάκρυα μοῦνον ἐμῷ γενετῆρι κομίζω:

  χεῖρες ἀπαγγέλλουσιν ἐλεύθεροι: εἰ νόος ὑμῖν,

  125 εἰ νόος ἐστὶν ἄπιστος, ἀμεμφέα λύσατε μίτρην,

  ῥίψατέ μοι κρήδεμνα, τινάξατε χερσὶ χιτῶνα:

  οὐ ποτὸν ἦλθον ἄγουσα φερέσβιον. ἀλλὰ καὶ αὐτὴν

  κρύψατε σὺν γενετῆρι καταχθονίῳ με βερέθρῳ

  οὐ φόβος, οὐ φόβος εἰμί, καὶ ἢν σκηπτοῦχος ἀκούσῃ:

  130 τίς νέκυν οἰκτείροντι χολώεται; αἰνομόρῳ δὲ

  τίς κοτέει θνήσκοντι; τίς ἄπνοον οὐκ ἐλεαίρει;

  ὄμματα δ᾽ ἠμύοντα κατακλείσω μενετῆρος:

  κρύψατε: τίς θανάτοιο πέλει φθόνος; ὀλλυμένους δὲ

  εἶς τάφος ἀμφοτέρους, γενέτην καὶ παῖδα, δεχέσθω.’

  135 ὣς φαμένη παρέπεισε. καὶ εἰς
μυχὸν ἔδραμε κούρη,

  ὀρφναίῳ μενετῆρι φαεσφόρος: ὲν δὲ βερέθρῳ

  εἰς στόμα πατρὸς ἔχευεν ἀλεξικάκων γάλα μαζῶν

  ἄτρομος, Ἠερίης δὲ θεουδέος ἔργον ἀκούων

  Δηριάδης θάμβησε: περισσονόοιο δὲ κούρης

  140 εἴκελον εἰδώλῳ γενέτην ἀνελύσατο δεσμῶν:

  φήμη δ᾽ ἀμφιβόητος ἀκούετο, καὶ στρατός Ἰνδῶν

  μαζὸν ἀλεξικάκοιο δολοπλόκον ᾔνεσε νύμφης.

  ὃς τότε Βωλίγγεσσι μετέπρεπεν, ὡς μέσος ἄστρων

  αἰθέρα φαιδρύνων ἀμαρύσσεται Ἕσπερος ἀστήρ,

  145 ἕσπερος, ἑσπομένης λιποφεγγέος ἄγγελος ὄρφνης.

  Γίγγλων δ᾽ ὑψικάρηνος ἀερσιπόδης τε Θυραιεὺς

  ὑψινεφής θ᾽ Ἵππαλμος ὑπὲρ πυμάτης κλίμα μαίης

  ὥπλισαν αἰόλα φῦλα δοριθρασέων Ἀραχωτῶν

  Δερσαίων τε φάλαγγας ὁμήλυδας, οἴ τε σιδήρῳ

  150 κτεινομένους κατ᾽ Ἄρηα χυτῇ κρύπτουσι κονίῃ

  ῾κτεινομένους κατὰ δῆριν ἐτυμβεύοντο κονίᾐ.

  καὶ στρατὸν ἀγκυλότοξον ἀολλίσσας ἐπικούρων

  Ἁβράθοος βραδύς ἦλθε: νεοτμήτων δὲ κομάων

  αἰδόμενος κεκόρυστο, χόλον καὶ πένθος ἀέξων

  155 βουκεράου βασιλῆος, ἐπεί νύ οἱ ἄφρονι λύσσῃ

  Δηριάδης ὑπέροπλος ὅλην ἀπεκείρατο χαίτην,

  Ἰνδοῖς πικρὸν ὄνειδος. ἀναγκαῖος δὲ μαχητὴς

  εἰς ἐνοπὴν μόγις ἦλθε, καὶ αἰπυλόφῳ τρυφαλείῃ

  λωβητὴν ἐκάλυπτε λιπότριχον ἄντυγα κόρσης,

  160 κρυπτὸν ἐνὶ κραδίῃ μεθέπων κότον: ὲν δὲ κυδοιμοῖς

  ἤματι μὲν πολέμιζεν, ἀεὶ δ᾽ ὑπὸ πάννυχον ὥρην

 

‹ Prev