by Nonnus
ἄγγελον ἀγγέλλοντα νοήματα Δηριαδῆος
Βάκχῳ πιστὸν ἔπεμπεν ὀπάονα: λαθριδίως δὲ
Δηριάδῃ κεκόρυστο καὶ ἀμφαδίην Διονύσῳ.
165 Ξούθων δ᾽ ἄγρια φῦλα καὶ ἐγρεμόθων Ἀριηνῶν
καὶ Ζοάρων ἐκόρυσσε γονὴν καὶ φῦλον Ἐάρων
Κασπείρων τε γένεθλα καὶ Ἀρβίας, οἵ τ᾽ ἔχον αὐτὸν
Ὕσπορον αἰγλήεντι διαστίλβοντα ῥεέθρῳ,
ἠλέκτρου κομόωντα βαθυπλούτοισι μετάλλοις,
170 οἶ τ᾽ ἔχον Ἀρσανίην εὐδείελον, ἧχι γυναῖκες
εἰς μίαν ἠριγένειαν ἐθήμονι Παλλάδος ἱστῷ
ὀξείαις παλάμῃσιν ὅλον τελέουσι χιτῶνα.
τοῖς δ᾽ ἐπὶ χωρήσσοντο κυβιστητῆρι κυδοιμῷ
Κυραῖοι, δεδαῶτες ἁλίκτυπον ἄντυγα νήσων,
175 Ἄρεος εἰναλίοιο δαήμονες: ὑγροπόρους δὲ
ὁλκάδας οὐ δεδάασιν, ἀδεψήτῳ δὲ βοείῃ
δουρατέων πλώουσι τύπῳ τεχνήμονι νηῶν:
δέρμασι δ᾽ ἰθύνουσι νόθον πλόον, οἷς ἔνι ναύτης
ἕζεται ἀκλύστοισιν ἐν οἴδμασι ποντοπορεύων,
180 ὁλκάσι μιμηλοῖσι θαλάσσια νῶτα χαράσσων.
τούς Θύαμις κόσμησε καὶ Ὅλκασος, ὄρχαμος ἀνδρῶν,
Ταρβήλου δύο παῖδες ἀκοντοφόροιο τοκῆος.
καὶ πολὺς ἑσμὸς ἵκανεν Ἀρεκζάντειαν ἐάσας,
ξείνου δουρατέου μέλιτος τροφόν, ἧχι πιόντα
185 ἠερίης ζείδωρον Ἑώιον ἀρδμὸν ἐέρσης
δένδρεα χαιτήεντα μελίρρυτον, ὡς ἀπὸ σίμβλων,
δαιδαλέην ὠδῖνα σοφῆς τίκτουσι μελίσσης,
αὐτοτόκων πετάλων χλοερὸν ποτόν: εἰς πεδίον γὰρ
ἀρτιφανὴς Φαέθων, ὅτε λούεται Ὠκεανοῖο,
190 ὄμπνιον Ἠῴης ἀποσείεται ἰκμάδα χαίτης,
ῥαίνων ζωοτόκοιο φυτηκόμον αὔλακα γαίης.
τοῖον Ἀρειζάντεια φέρει μέλι, τῷ ἔπι χαίρων
νηχόμενος πτερύγεσσιν ὑπὲρ πετάλοιο χορεύων
ἵπταται ἄσπετος ὄρνις: ὄφις δέ τις ἀγκύλος ἕρπων,
195 μιτρώσας ἑλικηδόν, ὁμόπλοκος ἡδέι δένδρῳ,
ἰκμάδα λειριόεσσαν ἀμέλγεται ἅρπαγι λαιμῷ,
χείλεσι λιχμώων γλυκερὴν ὠδῖνα κορύμβων:
δενδραίην δὲ δράκοντες ἀναβλύζοντες ἐέρσην
ἡδὺ μέλι προχέουσι, καὶ οὐ τόσον ἰὸν ἀλήτην
200 πικρὸν ἀποπτύουσιν, ὅσον γλυκύ χεῦμα μελίσσης:
ἧχι μελισταγέεσσιν ἐπ᾽ ἀκρεμόνεσσιν ἀείδει
ὡρίων, γλυκὺς ὄρνις, ὁμοίιος ἔμφρονι κύκνῳ:
οὐ μέν ἀνακρούει Ζεφυρηίδι σύνθροος αὔρῃ
ὑμνοτόκων πτερύγων ἀνεμώδεα ῥοῖζον ἰάλλων,
205 ἀλλὰ σοφοῖς στομάτεσσι μελίζεται, οἷά τις ἀνὴρ
πηκτίδι νυμφοκόμῳ θαλαμηπόλον ὕμνον ἀράσσων.
κατρεύς δ᾽ ἐσσομένοιο προθεσπίζει χύσιν ὄμβρου,
ξανθοφυής, λιγύφωνος: ἀπὸ βλεφάρων δέ οἱ αἴγλη
πέμπεται ὀρθρινῇσι βολαῖς ἀντίρροπος Ἠοῦς:
πολλάκι δ᾽ ἠνεμόεντος ὑπὲρ δένδροιο λιγαίνων
σύνθροος ὡρίωνος ἀνέπλεκε γείτονα μολπήν,
φοινικέαις πτερύγεσσι κεκασμένος: ἧ τάχα φαίης,
210 μελπομένου κατρῆος ἑώιον ὕμνον ἀκούων,
ὄρθριον αἰολόδειρον ἀηδόνα κῶμον ὑφαίνειν.
215 κεῖθι καὶ ἐγρεμόθων μερόπων στρατός, οὓς ἐπὶ χάρμην
ἄτρομος Ἱππάλμοιο πάις θώρηξε Πυλοίτης,
γνωτὸν ἔχων Βιλλαῖον, ὁμόστολον ἡγεμονῆα.
τοῖς δ᾽ ἐπὶ θωρήσσοντο Σίβαι καὶ λαὸς Ὑδάρκης,
καὶ στρατὸς ἄλλος ἵκανε πόλιν Καρμῖναν ἐάσας:
220 τῶν ἄμα Κύλλαρος ἦρχε καἰ Ἀστράεις, πρόμος Ἰνδῶν,
Βρόγγου δίζυγα τέκνα τετιμένα Δηριαδῆι.
καὶ στόλος ἄλλος ἵκανε τριηκοσίων ἀπὸ νήσων,
αἵ τε περιστιχόωσιν ἀμοιβάδες ἄλλυδις ἄλλαι
γείτονες ἀλλήλῃσιν, ὅπῃ περιμήκεϊ πορθμῷ
225 δίστομος Ἰνδὸς ἄγων μετανάστιον ἀγκύλον ὕδωρ,
ἑρπύζων κατὰ βαιὸν ἀπ᾽ Ἰνδῴου δονακῆος
λοξὸς ὑπὲρ δαπέδοιο παρ᾽ Ἠῴου στόμα πόντου,
ἔρχεται αὐτοκύλιστος ὑπὲρ λόφον Αἰθιοπῆα:
ἧχι θερειγενέων ὑδάτων ὑψούμενος ὁλκῷ
230 χεύμασιν αὐτογόνοις ἐπὶ πήχεϊ πῆχυν ἀέξει,
καὶ χθόνα πιαλέην ἀγκάζεται ὑγρὸς ἀκοίτης,
τέρπων ἰκμαλέοισι φιλήμασι διψάδα νύμφην,
οἶστρον ἔχων πολύπηχυν ἀμαλλοτόκων ὑμεναίων,
μέτρῳ ἀμοιβαίῳ παλιναυξέα χεύματα τίκτων
235 Νεῖλος ἐν Αἰγύπτῳ καὶ ἑώιος Ἰνδὸς Ὑδάσπης.
κεῖθι μελαμψήφιδα διαξύων ῥόον όπλῇ
νήχεται ὑδατόεις ποταμήιος ἵππος ἀλήτης,
οἶος ἐμοῦ Νείλοιο θερειγενές οἶδμα χαράσσων
ναιετάει, βυθίοιο δι᾽ ὕδατος ὑγρὸς ὁδίτης
240 μηκεδαναῖς γενύεσσιν: ἐπ᾽ αἰγιαλοῖο δὲ βαίνει
αἰχμῇ καρχαρόδοντι διασχίζων ῥάχιν ὕλης,
καὶ διερὴν ἀχάρακτον ἔχων γένυν ἅρπαγα καρπῶν
μιμηλῇ δρεπάνῃ σταχυηφόρα λήια τέμνει,
ἀμητὴρ ἀσίδηρος ἀμαλλοφόρου τοκετοῖο:
245 τοῖα μὲν ἑπταπόροιο φατίζεται εἴκελα Νείλου
Ἰνδῴου ποταμοῖο φέρειν μένος. οἱ δὲ λιπόντες
νήσων ἀγκύλα κύκλα καὶ ἕδρανα γείτονος Ἰνδοῦ
ἄνδρες ἐθωρήσσοντο μαχήμονες, ὦν πρόμ�
�ς ἀνὴρ
Ῥίγβασος ἡγεμόνευεν, ἔχων ἴνδαλμα Γιγάντων.
250 οὐδὲ γέρων Ἄρητος ἐλείπετο Δηριαδῆος
εἰς ἐνοπὴν καλέοντος, ἀνὴρ βαρύς: ἀλλὰ καθάψας
χαλκοβαρῆ λασίοιο κατὰ στέρνοιο χιτῶνα
γηραλέου κούφιζεν ὑπὲρ νώτοιο βοείην,
αὐχένι κυρτωθέντι περικρεμάσας τελαμῶνα.
255 καὶ στρατιὴν θώρηξεν ἀναγκαῖος πολεμιστὴς
πέντε σὺν υἱήεσσι, Δύκῳ καὶ ὁμήλυδι Μύρσῳ,
Γλαύκῳ καὶ Περίφαντι καὶ ὀψιγόνῳ Μελανῆι.
καὶ πολιὴν πλοκαμῖδα περισφίγξας τρυφαλείῃ
λαιὸν ἐυτροχάλοιο μετέστιχε δηιοτῆτος,
260 δεξιτερὸν πολέμοιο κέρας τεκέεσσιν ἐάσας,
οὓς φύσις ἀφθόγγων στομάτων σφρηγίσσατο δεσμῷ,
γλῶσσαν ὑποσφίγξασα σοφῆς ὀχετηγὸν ἰωῆς:
ὁππότε γὰρ θαλάμοιο παρὰ φλιῇσι χορεύων
Λαοβίην ζυγίοιο γάμου πιστώσατο θεσμῷ
265 παιδογόνοις Ἄρητος ὁμιλήσας ὑμεναίοις,
ἔνθεον ἔπλετο θάμβος, ἐπεὶ γαμίῳ παρὰ βωμῷ
νυμφοκόμῳ πεπόνητο θυηπολέων Ἀφροδίτῃ
νυμφίος ἀρτιχόρευτος, ἐν εὐύμνῳ δὲ μελάθρῳ
δοῦπον ἀνακλάγξασα λεχώιον ἀνθερεῶνος
270 μάντις ἐπεσσομένων ἐβαρύνετο πουλυτὅ̣̣̓ος σῦς,
ἀλλοίην καὶ ἄπιστον ἐλαφρίζουσα λοχείην,
καὶ νεπόδων ὤδινε νόθον γένος, ἐκ λαγόνων δὲ
ὑγρὴν ἰχθυόεσσαν ἀνηκόντιζε γενέθλην,
ἀντὶ τόκου χθονίοιο λοχευσαμένη τόκον ἅλμης.
275 καὶ συὸς ἰχθυγόνοιο πολύστομος ἵπτατο Φήμη
λαὸν ἀολλίζουσα: πολυσπερέες δὲ πολῖται
χερσαίην πολύτεκνον ἐθηήσαντο γενέθλην,
ἰσοφυὲς μίμημα θαλασσοτόκοιο λοχείης.
μαντιπόλον δ᾽ ἐρέεινε θεηγόρον: εἰρομένῳ δὲ
280 ἐσσομένην θέσπιζεν ἀφωνήτων στίχα παίδων,
εἰναλίης ἴνδαλμα λιπογλώσσοιο γενέθλης.
καὶ τότε μάντις ἔλεξε προάγγελα θέσφατα κεύθειν,
ὄφρά κεν ἱλάσκοιτο τανύπτερον υἱέα Μαίης,
γλώσσης ἡγεμονῆα, σοφῆς ἰθύντορα φωνῆς.
285 Λαοβίη δ᾽ ὤδινεν, ἀμοιβαίῃ δὲ λοχείῃ
τίκτε συὸς βρεφέεσσιν ἰσηρίθμων στίχα παίδων,
ἰχθύσιν ἀφθόγγοισιν ἐοικότας, οὓς μετὰ νίκην
Βάκχος ἄναξ ἐλέαιρε, λιποφθόγγων δ᾽ ἀπὸ λαιμῶν
γλώσσης δεσμὸν ἔλυσε, καὶ ἤλασεν ἥλικα σιγήν,
290 φωνὴν δ᾽ ὀψιτέλεστον ἐπεξύνωσεν ἑκάστῳ.
τοῖσι συνεστρατόωντο φερεσσακέες πολεμισταί,
οἵ τε Πύλας ἐνέμοντο καὶ οἳ λάχον ἐγγύθεν Εὕρου
ναιομένην Εὔκολλα, μαχήμονος ἔνδιον Ἠοῦς,
καὶ ζαθέην Γορύανδιν ἐύσπορον αὔλακα γαίης.
295 τοῖς δ᾽ ἐπὶ θωρήχθησαν, ὅσοι λάχον ἄντυγας Οἴτης,
μητέρα δενδρήεσσαν ἀμετροβίων ἐλεφάντων,
οἷς φύσις ὤπασε κύκλα διηκοσίων ἐνιαυτῶν
ζώειν ἀενάοιο χρόνου πολυκαμπέι νύσσῃ,
ἠὲ τριηκοσίων: καὶ βόσκεται ἄλλος ἐπ᾽ ἄλλῳ,
300 ἐκ ποδὸς ἀκροτάτου μελανόχροος ἄχρι καρήνου:
γναθμοῖς μηκεδανοῖσιν ἔχων προβλῆτας ὀδόντας
δίζυγας, ἀμητῆρι τύπῳ γαμψώνυχος ἅρπης,
θηγαλέῳ τμητῆρι, διαστείχει στίχα δένδρων
ποσσὶ τανυκνήμοισιν: ἔχων δ᾽ ἴνδαλμα καμήλων
305 καὶ λοφίην ἐπίκυρτον, ἑῷ πολυχανδέι νώτῳ
ἑσμὸν ἄγει νήριθμον ἐπασσυτέρων ἐλατήρων,
δινεύων στατὸν ἴχνος ἀκαμπέι γούνατος ὁλκῷ,
καὶ τύπον εὐρυμέτωπον ἐχιδναίοιο καρήνου,
αὐχένα βαιὸν ἔχων κυρτούμενον: εἷλε δὲ λεπτὸν
310 ὄμμασιν ἰσοτύποισι συῶν ἴνδαλμα προσώπου,
ὑψιφανής, περίμετρος: ἑλισσομένου δὲ πορείῃ
οὔατα μὲν λιπόσαρκα, παρήορα γείτονι κόρσῃ,
λεπταλέων ἀνέμων ὀλίγῃ ῥιπίζεται αὔρῃ:
πυκνὰ δὲ μαστίζουσα δέμας νωμήτορι παλμῷ
315 λεπτοφυὴς ἐλάχεια τινάσσεται ἄστατος οὐρή.
πολλάκι δ᾽ ἐν πολέμοισι γένυν προβλῆτα τινάσσων
ἀνέρι ταυροκάρηνος ἐπέχραεν ἠλίβατος θήρ,
ξείνην καρχαρόδοντα φέρων ἑτερόστομον ἅρπην,
δινεύων ἑκάτερθε γενειάδος ἔμφυτον αἰχμήν:
320 πολλάκι δ᾽ εὐθώρηκα μετάρσιον ἀσπιδιώτην
ὄρθιον ἠέρταζε πεπαρμένον ἅρπαγι λαιμῷ,
ἄνδρα δὲ καρχαρόδοντι κατεπρήνιξεν ἀκωκῇ
καὶ νέκυν αὐτοκύλιστον ἐπὶ στροφάλιγγι κονίης
ὑψόθεν ἠκόντιζε παλινδίνητον ἀλήτην,
325 αἰθύσσων ἑλικηδὸν ἴτυν σκολιοῖο γενείου
κάρχαρον ἔνθα καὶ ἔνθα παρὰ προβολῇσιν ὀδόντων
ἀντίτυπον σπειρηδὸν ἐχιδνήεσσιν ἀκάνθαις,
ἄχρι ποδῶν τανύων κεχαραγμένον ἆορ ὀδόντων.
τοὺς μὲν ἄναξ Διόνυσος ἄγων μετὰ φύλοπιν Ἰνδῶν
330 Καυκασίην παρὰ πέζαν Ἀμαζονίου ποταμοῖο
εἰς φόβον εὐπήληκας ἀνεπτοίησε γυναῖκας,
ἠλιβάτων λοφίῃσιν ἐφεδρήσσων ἐλεφάντων.
ἀλλὰ τὰ μὲν μετὰ δῆριν. ἐς ὑσμίνην δὲ Λυαίου
Δηριάδῃ καλέοντι τότε πρόμος ἦλθε Πυλοίτης,
335 ὀρθοπόδην ἐλέφαντα κατὰ κλόνον ἡνιοχεύων,
καλλιτόκου Μαραθῶνος Ἀρειμανὲς
αἷμα γενέθλης:
καί οἱ ἐς ὑσμίνην ἑτερόθροος ἕσπετο γείτων
λαὸς ἐυκρήδεμνον Ἐριστοβάρειαν ἐάσας.
Δερβίκων δὲ γένεθλα συνέσπετο Δηριαδῆι
340 Αἰθίοπές τε Σάκαι τε καὶ ἔθνεα ποικίλα Βάκτρων,
καὶ πολὺς οὐλοκόμων Βλεμύων στρατός. ἀλλοφανῆ δὲ
Αἰθίοπες μεθέπουσι τύπον τεχνήμονα χάρμης:
ἵππου γὰρ φορέοντες ὀλωλότος ἄντυγα κόρσης
ψευδόμενοι κρύπτουσιν ἀληθέα κύκλον ὀπωπῆς,
345 καὶ κεφαλὴν βροτέην ἑτέρῳ σφίγγουσι προσώπῳ,
ἄπνοον ἀσκήσαντες ἐς ἔμπνοον, ἐν δὲ κυδοιμοῖς
δήιον ἀγνώσσοντα νόθῳ κλονέουσι καρήνῳ:
καὶ πρόμος ἐκ στομάτων ἀπατήλιον ἦχον ἰάλλει,
ἵππιον ἀνδρομέῃ προχέων χρεμετισμὸν ἰωῇ.
350 οἱ μὲν ἀολλίζοντο καλεσσαμένου βασιλῆος.
πάντων δ᾽ ἡγεμόνευεν ἐς Ἄρεα κοίρανος Ἰνδῶν,
ὃν διερῇ φιλότητι πατὴρ ἔσπειρεν Ὑδάσπης,
Ἀστρίδος εὐώδινος ὁμιλήσας ὑμεναίοις,
κούρης Ἠελίοιο. φάτις δέ τις, ὅττί ἑ μήτηρ
355 νηιὰς Ὠκεανοῖο γένος τεκνώσατο Κητώ,
ἥν ποτε παφλάζοντι διερπύζων περὶ παστῷ
νυμφίος ὑδατόεντι γάμῳ πήχυνεν Ὑδάσπης
γνήσιον αἷμα φέρων Τιτήνιον: ἀρχεγόνων γὰρ
ἐκ λεχέων Θαύμαντος ἐγείνατο δίζυγα φύτλην
360 Ἠλέκτρη ῥοδόπηχυς ὁμευνέτις, ἧς ἀπὸ λέκτρων
καὶ ποταμὸς βλάστησε καὶ ἄγγελος Οὐρανιώνων,
Ιρις ἀελλήεσσα καὶ ὠκυρέεθρος Ὑδάσπης,
ἡ μὲν ἐπεντύνουσα ποδῶν δρόμον, ὃς δὲ ῥοάων: