by Nonnus
ἄμφω δ᾽ ἀντικέλευθον ἴσην μεθέπουσι πορείην,
365 Ἶρις ἐν ἀθανάτοισι καὶ ἐν ποταμοῖσιν Ὑδάσπης.
τόσσος ἄρα στρατὸς ἦλθε: πόλις δ᾽ ἐστείνετο λαῷ:
καὶ στίχες εὐπήληκες ἐμιτρώθησαν ἀίταις,
τετραπόρων πλήσαντες ἐν ἄστεϊ κύκλα κελεύθων:
οἱ μὲν ἐπὶ τριόδοισιν ἐπήτριμοι, οἱ δ᾽ ἐνὶ βόθροις,
370 ἄλλοι δ᾽ ἠλιβάτοιο πρὸ τείχεος, οἱ δ᾽ ἐπὶ πύργων
νήδυμον ὕπνον ἴαυον ἀκοντοφόρων ἐπὶ λέκτρων.
ἡγεμόνων δὲ φάλαγγας ἑῷ ξείνισσε μελάθρῳ
Δηριάδης, καὶ πάντες ἀμοιβαίων ἐπὶ θώκων
ξεινοδόκῳ βασιλῆι μιῆς ἥπτοντο τραπέζης.
375 τοῖσι μὲν ἕσπερα δεῖπνα καὶ ἐννυχίου πτερὸν Ὕπνου
μέμβλετο, καὶ στρατὸς εὗδεν ἐνόπλιος Ἄρεϊ γείτων:
ἐγρεμόθῳ δ᾽ εὕδοντες ἐφωμίλησαν ὀνείρῳ,
μιμηλὴν Σατύροισιν ἀναστήσαντες Ἐνυώ.
BOOK 27
ἕβδομον εἰκοστὸν μεθέπει στίχας, ᾗσι Κρονίων
εἰς μόθον ὁπλίζει Βρομίῳ ναετῆρας Ὀλύμπου.
ἄρτι δὲ λυσιπόνοιο τιναξαμένη πτερὸν Ὕπνου
ἀντολίης ὤιξε θύρας πολεμητόκος Ἠώς,
καὶ Κεφάλου λίπε λέκτρα σελασφόρα: βαλλόμενος δὲ
ἀντιπόρῳ Φαέθοντι μέλας λευκαίνετο Γάγγης:
5 καὶ φυγὰς ἀρτιχάρακτος ἐχάζετο κῶνος ὀμίχλης
σχιζόμενος φαέεσσιν: ἀπὸ δροσεροῖο δὲ δίφρου
ὄρθριος εἰαρινῇσιν ἐλούετο καρπὸς ἐέρσαις.
καὶ κλόνος ἦν. φαέθων δὲ πυριτρεφέων δρόμον ἵππων
ἀενάων ἐτέων φλογόεις ἀνεσείρασε ποιμήν,
10 γείτονος εἰσαΐων κορυθαιόλον Ἄρεος ἠχώ,
καὶ στρατὸν αἰχμάζειν προκαλίζετο μάρτυρι πυρσῷ,
θερμὸν ἀκοντίζων ῥοδόεν βέλος: ἀμφὶ δέ γαίῃ
αἱμαλέης ξένον ὄμβρον ἀπ᾽ ἰκμάδος ὑέτιος Ζεὺς
οὐρανόθεν κατέχευε, φόνου πρωτάγγελον Ἰνδῶν.
15 καὶ φονίαις λιβάδεσσιν Ἐνυαλίου νιφετοῖο
δίψια κυανέης ἐρυθαίνετο νῶτα κονίης
Ἰνδῴου δαπέδοιο: νεοσμήκτου δὲ σιδήρου
ἠελίου σελάγιζε βολαῖς ἀντίρροπος αἴγλη.
φαινομένας δὲ φάλαγγας ἐπὶ κλόνον ὥπλισεν Ἰνδῶν
20 Δηριάδης ὑπέροπλος, ἐποτρύνων δὲ μαχητὰς
μῦθον ἀπειλητῆρος ἀνήρυγεν ἀνθερεῶνος:
‘δμῶες ἐμοί, μάρνασθε, πεποιθότες ἠθάδι Νίκῃ,
καὶ θρασὺν ὃν καλέουσι κερασφόρον υἷα Θυώνης
λάτριν ἰσοκραίροιο τελέσσατε Δηριαδῆος.
25 κτείνατέ μοι καὶ Πᾶνας ἀλοιητῆρι σιδήρῳ:
εἰ δὲ θεοὶ γεγάασι, καὶ οὐ θέμις ἐστὶ δαΐξαι
Πανὸς ἀνουτήτοιο δέμας τμητῆρι σιδήρῳ,
Πᾶνας ὀρεσσινόμους ληίσσομαι, ἕνδοθι λόχμης
ἕθνεα βουκολέοντας ἐρημονόμων ἐλεφάντων.
30 πολλοὶ θῆρες ἕασι καὶ ἐνθάδε, τοῖσι συνάψω
Φῆρας ὁμοῦ καὶ Πᾶνας ὀρεσσινόμου Διονύσου:
κούρῃ δ᾽ ἡμετέρῃ θαλαμηπόλον ἑσμὸν ὀπάσσω,
δαινυμένου Μορρῆος ὑποδρηστῆρα τραπέζης.
καί τις ἀνὴρ Φρυγίηθεν ὁμόστολος οἴνοπι Βάκχῳ
35 Ἰνδῴου ποταμοῖο δέμας λούσειε ῥεέθροις,
ἀντὶ δὲ Σαγγαρίου καλέσει πατρῷον Ὑδάσπην:
ἄλλος ἀνὴρ Ἀλύβηθεν ὁμαρτήσας Διονύσῳ
ἐνθάδε θητεύσειε, καὶ ἀργυρέου ποταμοῖο
χεύματα καλλείψας πιέτω χρυσαυγέα Γάγγην.
40 χάζεό μοι, Διόνυσε, φυγὼν δόρυ Δηριαδῆος:
ἔστι καὶ ἐνθάδε πόντος ἀπείριτος: ἀλλὰ θαλάσσης
Ἀρραβίης μετὰ κῦμα καὶ ἡμετέρη σε δεχέσθω:
εὐρύτερος βυθὸς οὗτος ἐρεύγεται ἄγριον ὕδωρ,
καὶ Σατύρους καὶ Βάκχον ἐπάρκιός ἐστι καλύψαι
45 καὶ στίχα Βασσαρίδων: οὐ μείλιχος ἐνθάδε Νηρεύς,
οὐ Θέτις Ἰνδῴη σε δεδέξεται, οὐδέ σε κόλπῳ
ξεινοδόκον μετὰ κῦμα πάλιν φεύγοντα σαώσει,
αἰδομένη βαρύδουπον ἐμὸν πατρῷον Ὑδάσπην.
ἀλλ᾽ ἐρέεις: Κρονίωνος Ὀλύμπιον αἷμα κομίζω.’
50 αἰθέρα Γαῖα λόχευσε χορῷ κεχαραγμένον ἄστρων:
οὐρανόθεν γένος ἔσχες: ἐμὴ δέ σε Γαῖα καλύψει:
καὶ Κρόνον ὠμηστῆρα νέων θοινήτορα παίδων
οὐρανόθεν γεγαῶτα κατέρυφε κόλπος ἀρούρης.
εἰμὶ δοριθρασέος στρατιῆς πρόμος: εἰμὶ Λυκούργου
55 φέρτερος, ὅς σε δίωκε καὶ ἀπτολέμους σέο Βάκχας:
σὸν γένος οὐ κλονέει με Διιπετές: αἰνομόρου γὰρ
σῆς Σεμέλης ἤκουσα πυριβλήτους ὑμεναίους:
μὴ στεροπὴν ἀγόρευε Διὸς νυμφοστόλον εὐνῆς,
μὴ κεφαλὴν Κρονίωνος ἤ ἄρσενα μηρὸν ἐνίψῃς:
60 οὐ Διὸς ὠδίνοντος ἐμὲ κλονέουσι λοχεῖαι:
πολλάκις ὠδίνουσαν ἐμὴν ἐνόησα γυναῖκα.
σὺν σοὶ δ᾽, ἤν ἐθέλῃ, γενέτης τεὸς αὐτοτόκος Ζεὺς
ἄρσενι θωρήξειεν ἀρηγόνα θῆλυν Ἀθήνην,
νίκην ἣν καλέουσιν, ἵνα πρηῶνας ἀράξας
65 Παλλάδος αἱμάξω κεφαλὴν ταμεσίχροϊ πέτρῳ
ἢ δορὶ τολμήεντι, καὶ εὐκεράων ἀπὸ τόξων
μηρὸν ἀπειλητῆρος ὀιστεύσω Διονύσου,
βουκεράων Σατύρων ἡγήτορος, οὐταμένου δὲ
καὶ Διὶ καὶ Βρομίῳ καὶ Παλλάδι μῶμον ἀνάψω:
&nb
sp; 70 εἰ δὲ σὺν ἀμφοτέροισι κορύσσεται ἀμφιγυήεις,
δεύομαι Ἡφαίστου τεχνήμονος, ὄφρα καὶ αὐτῷ
τεύχεα χαλκεύσειε πολύτροπα Δηριαδῆι.
οὐ τρομέω ποτὲ θῆλυν ἐγὼ πρόμον: εἰ δὲ τινάσσει
ἀστεροπὴν γενετῆρος, ἔχω πατρώιον ὕδωρ.
75 καὶ θρασύν, ὃν καλέουσιν ὁμόγνιον αἷμα Λυαίου,
Αἰακὸν οὐρανίοιο Διὸς βλάστημα τοκῆος
Ζηνὶ καταχθονίῳ δεδαϊγμένον Ἄιδι πέμψω:
οὐδέ μιν ἁρπάξειε δι᾽ ἠέρος ἱπτάμενος Ζεύς.
καὶ πολέας Κρονίδαο δεδουπότας υἷας ἀκούω:
80 Δάρδανος ἐκ Διὸς ἔσκε καὶ ὤλετο, καὶ θάνε Μίνως,
οὐδέ μιν ἐρρύσαντο Διὸς ταυρώπιδες εὐναί:
εἰ δὲ θεμιστεύει καὶ ἐν Ἄιδι, τίς φθόνος Ἰνδοῖς,
Αἰακὸς εἰ φθιμένοισι δικάζεται; ἤν δ᾽ ἐθελήσῃ,
κοιρανίην κεκύων ἐχέτω καὶ σκῆπτρα βερέθρου.
85 καὶ δολιχοῖς μελέεσσιν ἐπιψαύοντας Ὀλύμπου
γηγενέας Κύκλωπας ὀλέσσατε μὴ δορὸς αἰχμὴν
γαστρὶ μέσῃ πήξαντες ἤ αὐχένι, χαλκοβαρὲς δὲ
ὀφθαλμῷ τροχόεντι βέλος τετορημένον ἔστω.
μὴ χθονίους Κύκλωπας ὀλέσσατε: καὶ γὰρ ἐκείνων
90 δεύομαι: Ἰνδῴῳ δὲ παρήμενος ἐσχαρεῶνι
Βρόντης μὲν βαρύδουπον ἐμοὶ σάλπιγγα τελέσσῃ
βρονταίοις πατάγοισιν ἰσόκτυπον, ὄφρά κεν εἴην
Ζεὺς χθόνιος, Στερόπης δὲ νέην ἀντίρροπον αἴγλην
ἀστεροπῆς τεύξειε καὶ ἐνθάδε: καί μιν ἐλέγξω
95 μαρνάμενος Σατύροισιν, ἵνα φρένα μᾶλλον ἀμύξῃ
Δηριάδην κτυπέοντα καὶ ἀστράπτοντα δοκεύων
ζηλήμων Κρονίδης, πεφοβημένος ὄρχαμον Ἰνδῶν
ὑψιγόνου φλογόεντος ἀκοντιστῆρα κεραυνοῦ.
τίς φθόνος, εἰ πρηστῆρι μαχήμονα χεῖρα κορύσσω;
100 μητρὸς ἐμῆς γενέτης, φλογερῶν ἐπιήρανος ἄστρων,
αὐὸς ὅλος Φαέθων πυρόεις πρόμος: εἰ δὲ τοκῆος
αἷμα φέρω ποταμοῖο, καὶ ὑδατόεντι βελέμνῳ
μαρνάμενος μόθον ὑγρὸν ἀναστήσω Διονύσῳ,
Βάκχων ἐχθρὰ κάρηνα ῥοαῖς ποταμοῖο καλύπτων.
105 καὶ βυθίων τμήξαντες ἀλοιητῆρι σιδήρῳ
σώματα Τελχίνων τυμβεύσατε γείτονι πόντῳ,
πατρὶ Ποσειδάωνι μεμηλότα, δαιδαλέου δὲ
δίφρου γλαυκὰ λέπαδνα καὶ ὑγροπόρων γένος ἵππων
νίκης πόντια δῶρα κομίσσατε Δηριαδῆι.
110 καὶ ναέτην βαρύδεσμον ἀπειρώδινος Ἀθήνης
Ἡφαίστου πυρόεντος ἀπόσπορον αἴθοπι πυρσῷ
φλέξατε, τὸν καλέουσιν Ἐρεχθέα: καὶ γὰρ ἐκείνου
αἷμα φέρει περίπυστον Ἐρεχθέος, ὅν ποτε μαζῷ
παρθενικὴ φυγόδεμνος ἀνέτρεφε Παλλὰς ἀμήτωρ,
115 λάθριον ἀγρύπνῳ πεφυλαγμένον αἴθοπι λύχνῳ:
μιμνέτω Ἰνδῴῃ κεκαλυμμένος αἴθοπι κίστῃ,
καὶ κενεῷ ζοφόεντος ἐν ἕρκεϊ παρθενεῶνος.
καὶ τροχαλοὺς δρηστῆρας ἐυσκάρθμοιο βοείης,
ἴδμονας εὐπήληκος Ἐνυαλίοιο χορείης,
120 ἄξατέ μοι Κορύβαντας ἀτευχέας: ὀλλυμένοις δὲ
διχθαδίοις τεκέεσσιν ἐπικλαύσειε Καβειρώ,
Λημνιὰς ἀκρήδεμνος: ἀπορρίψας δὲ πυράγρην
αἰθαλόεις Ἥφαιστος ἑῆς ὀλετῆρα γενέθλης
ἥμενον ἀθρήσειεν ὑπὲρ δίφροιο Καβείρων
125 ἵππων χαλκοπόδων ἐπιβήτορα Δηριαδῆα.
κτείνω μὲν Διὸς υἷας: Ἀρισταῖον δὲ δαμάσσαι
οὐ φθονέω Μορρῆι, λαγωβόλον υἱέα Φοίβου,
οὐτιδανῆς ἐλατῆρα φιλοπτολέμοιο μελίσσης.
ὑμεῖς μὲν δρεπάνοισι καὶ ἀμφιπλῆγι μαχαίρῃ
130 κτείνετε Βασσαρίδων ἁπαλὰς στίχας, ὑψίκερων δὲ
παῖδα Διὸς κερόεις ποταμήιος υἱὸς ὀλέσσει,
μή τις ὑποπτήσσειεν ἰδὼν ἐλατῆρα λεαίνης
ἢ πρόμον ἀγροτέρης ἐπιβήμενον ἰξύος ἄρκτου,
μὴ θηρῶν ζυγίων βλοσυρὸν στόμα: τίς γὰρ ἀλύξει
135 πόρδαλιν ἠὲ λέοντα κορυσσομένων ἐλεφάντων;’
ὣς φαμένου βασιλῆος ἐπὶ κλόνον ἤιον Ἰνδοί,
οἱ μὲν ὑπὲρ νώτοιο σιδηροφόρων ἐλεφάντων,
οἱ δὲ συνεστρατόωντο θυελλοπόδων ὑπὲρ ἵππων.
καὶ πέλας ἦν πρυλέων στρατὸς ἄπλετος, οἱ μὲν ἀκωκάς,
140 οἱ δὲ σάκος φορέοντες, ὁ δὲ κληῖδα φαρέτρης:
ἄλλος ἀνηέρταζεν ἀνὴρ χαλκήλατον ἅρπην
ἀμητὴρ πολέμοιο, καὶ ἔστιχεν ἄλλος ἀείρων
ἀσπίδα καὶ θοὰ τόξα καὶ ἠνεμόεντας ὀιστούς.
καὶ μόθον ἐστήσαντο παρὰ στόμα γείτονος Ἰνδοῦ,
145 εἰς πεδίον προθέοντες. ἀπ᾽ εὐδένδροιο δὲ λόχμης
ἀσπίσι καὶ ξιφέεσσι καὶ ἀρραγέεσσι πετήλοις
θυρσοφόρος Διόνυσος ἑοὺς ἐκόρυσσε μαχητάς.
καὶ πισύρων ἀνέμων φλογερῆς ἀντώπιον Ἠοῦς
τέτραχα τεμνομένην στρατιὴν ἐστήσατο Βάκχων:
150 πρώτην μὲν βαθύδενδρα παρὰ σφυρὰ κυκλάδος Ἄρκτου,
ἧχι πολυσπερέων ποταμῶν πεφορημένον ὁλκῷ
Καυκασίου σκοπέλοιο Διιπετὲς ἔρχεται ὕδωρ,
τὴν αὐτὴν παρὰ πέζαν, ὅπῃ περιμήκεϊ πορθμῷ
χεῦμα παλινδίνητον ἄγει βαρύδουπος Ὑδάσπης:
τὴν ἑτέρην δὲ φάλαγγα συνήρμοσεν, ὁππόθι γαίης
μεσσατ
ίης στεφανηδὸν ἐς ἑσπέριον κλίμα νεύων
155 δίστομος οὺρεσίφοιτος ἑὸν ῥόον Ἰνδὸς ἑλίσσει,
χεύμασιν ἀμφίζωστον ἐπιστέψας Παταλήνην:
καὶ τριτάτην κόσμησεν, ὅπῃ νοτίῳ παρὰ κόλπῳ
κύματι πορφύροντι μεσημβριὰς ἕλκεται ἅλμη:
160 καὶ στρατιὴν εὔχαλκον ἄναξ ἔστησε τετάρτην
ἀντολίης ὑπὸ πέζαν, ὅθεν δονακῆα διαίνων
στέλλεται εὐόδμοισι κατάρρυτος ὕδασι Γάγγης.
κεκριμένης δὲ φάλαγγος ἐυκνήμιδος ἑκάστης
165 τέσσαρας εὐπήληκας ἐκόσμεεν ἡγεμονῆας,
καὶ στρατὸν ὀτρύνων λαοσσόον ἴαχε φωνήν:
‘Βασσαρίδες, καὶ δεῦρο χορεύσατε, δυσμενέων δὲ
κτείνατε βάρβαρα φῦλα, καὶ ἔγχεσι μίξατε θύρσους,
μίξατε καὶ ξιφέεσσι: καὶ ἠθάδος ἀντὶ τραπέζης
170 σάλπιγξ ἐγρεκύδοιμος ἐμοῖς Σατύροισι γενέσθω
πηκτὶς ἐμή: χλοερὴ δὲ καταιχμάζουσα σιδήρου
δούρατα νικήσειεν ἀκαχμένα φυλλὰς ὀπώρη:
ἀντὶ δὲ νυκτελίοιο χοροστασίης Διονύσου
αὐλὸς ἐμὸς φθέγξαιτο μετάτροπον ὕμνον Ἐνυοῦς,
175 τερψινόου Βρομίοιο λιπὼν ἐπιδόρπιον Ἠχώ.
εἰ μὲν ἐμοὶ γόνυ δοῦλον ὑποκλίνειεν Ὑδάσπης
μηδὲ πάλιν Βάκχοισι παλίγκοτον οἶδμα κορύσσῃ,
ἔσσομαι εὐάντητος, ὅλον δέ οἱ ἀγλαὸν ὕδωρ
χεύμασι ληναίοισιν ἐς Εὔιον οἶνον ἀμείψω,
180 τεύχων λαρὰ ῥέεθρα, καὶ ἀγριάδος λόφον ὕλης
μιτρώσω πετάλοισι καὶ ἀμπελόεντα τελέσσω:
εἰ δὲ πάλιν προχοῇσιν ἀλεξικάκοισιν ἀρήξει