by Nonnus
καὶ ταχινὴ πεπότητο θεὰ παλινόστιμος Ἶρις:
σπερχομένη δ᾽ ἤγγειλεν ἀμεμφέα μῦθον ἀνάσσῃ.
ἡ δὲ θυελλήεντι δι᾽ ἠέρος Ἵπτατο ταρσῷ
200 καὶ δόλον ἔπλεκεν ἄλλον, ὅπως Διὸς ἐγγύθεν ἔλθῃ
κεστὸν ἀερτάζουσα, πόθου θελξίφρονα μίτρην.
καὶ Παφίην μάστευεν: ὑπὲρ Λιβάνοιο δὲ μούνην
Ἀσσυρίην ἐκίχησεν ἐρημαίην Ἀφροδίτην
ἑζομένην: Χάριτες γὰρ ἐς ἄνθεα ποικίλα κήπων
205 εἰαριναὶ στέλλοντο, χορίτιδες Ὀρχομενοῖο,
ἡ μέν ἀμεργομένη Κίλικα κρόκον, ἡ δὲ κομίζειν
βάλσαμον ἱμείρουσα καὶ Ἰνδῴου δονακῆος
φυταλίην, ἑτέρη δὲ ῥόδων εὐώδεα ποίην.
Θαμβαλέη δ᾽ ἀδόκητος ἑῶν ἀνεπήλατο δίφρων,
210 ὡς Διὸς εἶδε δάμαρτα, Διὸς θυγάτηρ Ἀφροδίτη:
ἀχνυμένην δ᾽ ὁρόωσα πολύτροπον ἴαχε φωνήν:
‘Ἥρη, Ζηνὸς ἄκοιτι, τί σοι χλοάουσι παρειαί;
τίπτε τεαί, βασίλεια, κατηφέες εἰσὶν ὀπωπαί;
ἦ ῥα πάλιν πέλεν ὄμβρος ἐπίκλοπος ὑέτιος Ζεύς;
215 μὴ πάλιν ἔπλετο ταῦρος ἐν ὕδασιν ὑγρὸς ὁδίτης;
τις πάλιν Εὐρώπη σε βιάζεται; ἠὲ τίς ἄλλη
Ἀντιόπη Νυκτῆος ἀναινομένου γενετῆρος
ψευδαλέου Σατύρου λασίῃ νυμφεύεται εὐνῇ;
μὴ νέος εἰς γάμον ἄλλον ἐπείγεται ἵππος ἐχέφρων,
220 μιμηλοῖς στομάτεσσι νόθον χρεμετισμὸν ἰάλλων;
μὴ Σεμέλην ἑτέρην λοχίῳ μνηστεύσατο πυρσῷ
καὶ στεροπὴν ἐλέλιζε κυβερνήτειραν Ἐρώτων;
μὴ δαμάλης ἐπὶ λέκτρον ἐυκραίροιο χορεύει
μυκηθμὸν προχέων φιλοτήσιον; ἢν ἐθελήσῃς,
225 Ζηνὸς ὀπιπευτῆρα βοοσκόπον ἄλλον ἐγείροις,
βουκόλον ἀγρύπνοις κεχαραγμένον Ἀργον ὀπωπαῖς.
εἰπέ μοι εἰρομένῃ, καὶ ὅσον σθένος ἐστίν, ἀρήξω.’
ὣς φαμένην δολόεντι θεὰ προσπτύξατο μύθῳ:
‘Κύπρι θεά, θνητοῖσιν ἐάσομεν οὖδας Ὀλύμπου:
230 Ζεὺς Σεμέλην ἐς Ὄλυμπον ἀνήγαγε, μητέρα Βάκχου,
ἄξει καὶ Διόνυσον ἐς αἰθέρα. τίς δόμος Ἥρην
δέξεται; ἢ τίνα χῶρον ἐλεύσομαι; αἰδέομαι δέ,
μὴ Σεμέλην ἐσίδοιμι νόθην βασίλειαν Ὀλύμπου.
δείδια, μὴ ζοφόεντος ἴδω δόμον Ἰαπετοῖο,
235 μή με λαβὼν ἐλάσειε μετὰ Κρόνον ἐκτὸς Ὀλύμπου.
δείδια, μὴ μετὰ μαῖαν ἐν αἰθέρι νέκταρ ἐλέγχων
ἄμπελον, ἥν καλέουσι, καὶ ἐν μακάρεσσι φυτεύσῃ.
240 μή ποτε τοῦτο γένοιτο, Δίκη καὶ Γαῖα καὶ Ὕδωρ.
κλήματα μὴ κομίσειεν ἐς αἰθέρα, μὴ χάριν αἴνης
οὐρανὸν ἀμπελόεντα μετ᾽ ἀστερόεντα καλέσσω,
μηδὲ πίω ποτὸν ἄλλο μετὰ γλυκὺ νέκταρ Ὀλύμπου.
δείδια, μὴ μενέχαρμον ἴδω μεθύουσαν Ἀθήνην,
245 μὴ δόρυ κουφίσσειεν ἐπ᾽ Ἄρεϊ καὶ Κυθερείῃ,
μὴ σφαλερῇ ῥαθάμιγγι νοοσφαλέος Διονύσου
αἰθέρι τολμήεσσαν ἀναστήσωσιν Ἐνυὼ
ἀστέρες οἰνοπλῆγες ἐπ᾽ ἀλλήλοισι μανέντες,
μή ποτε βακχευθέντες ὅλοι ναετῆρες Ὀλύμπου
250 ὄργια μιμήσαιντο φερεσσακέων Κορυβάντων.
οὐχ ἅλις αἶσχος ἐκεῖνο θεοστυγές, ὅττι δοκεύω
Τρώιον ἡβητῆρα, Διὸς δρηστῆρα κυπέλλων,
οὐρανὸν αἰσχύνοντα καὶ οἰνοχόον Διός Ἥβην,
χερσὶν ἐπιχθονίῃσιν ὅτε γλυκὺ νέκταρ ἀφύσσει;
255 αἰδομένη δ᾽ ἐπὶ γαῖαν ἐλεύσομαι: ἀμφοτέροις δὲ
αἰθέρα καλλείψω, Γανυμήδεϊ καὶ Διονύσῳ:
αἰθέρα καλλείψω, Σεμέλης δόμον. εἶς δόμος ἔστω
οὐρανὸς ἀμφοτέροις, καὶ Περσέι καὶ Διονύσῳ.
ἵξομαι εἰς ἐμὸν Ἄργος, ἐς ἀγλαὸν ἄστυ Μυκήνης,
260 ἐν χθονὶ ναιετάουσα: σὺν ἀχνυμένῃ δὲ τεκούσῃ
ἕσπεται αὐτὸς Ἄρης, σέο νυμφίος: ἀλλὰ καὶ αὐτὴ
Σπάρτης σῆς ἐπίβηθι, καὶ εὐθώρηκα δεχέσθω
χαλκείῳ σὺν Ἄρηι χολωομένην Ἀφροδίτην.
οἶδα, πόθεν μεθέπω τάδε πήματα: πατρὸς Ἐρινὺς
265 ὕβριν ἀπαιτίζει με βιαζομένοιο τοκῆος,
ὅττι Κρόνου γενετῆρος ἐπιβρίθουσα κυδοιμῷ
σὺν Διὶ μαρναμένῳ Τιτηνιὰς ἔχραεν Ἥρη:
καλὸν ἐμοί, Διόνυσον ἰδεῖν κατὰ μέσσον Ὀλύμπου
ἥμενον ἐγγὺς Ἔρωτος, ὁμέστιον ἀφρογενείῃ,
270 αἰγίδα κουφίζοντα μετὰ Κρονίδην καὶ Ἀθήνην.
ἀλλά, θεά, χραίσμησον, ἐμῆς δ᾽ ἐπίκουρον ἀνίης
δός μοι κεστὸν ἱμάντα, τεὴν πανθελγέα μίτρην,
εἰς μίνα ἠριγένειαν, ὅπων Διὸς ὄμματα θέλξω,
καὶ Διὸς ὑπνώοντος ἐμοῖς Ἰνδοῖσιν ἀρήξω.
δισσὴ ἐγὼ γενόμην ἑκυρὴ σέθεν: ἡμετέρου γὰρ
υἱέος Ἡφαίστοιο καὶ Ἄρεος ἔπλεο νύμφη.
275 δὸς χάριν ὀψιτέλεστον, ἐπεὶ κυανόχροες Ἰνδοὶ
ξεινοδόκοι γεγάσαιν Ἐρυθραίης Ἀφροδίτης,
οἷς κοτέων Διόνυσος ἐπέχραεν, οἷσι καὶ αὐτὸς
θηλυμανὴς ἄστοργος ἐχώσατο παιδοτόκος Ζεύς,
καὶ στεροπὴν ἐλέλιξε συναιχμάζων Διονύσῳ:
280 δός μοι κεστὸν ἱμάντα βοηθόον, ᾧ ἔνι μούνῳ
θέλγεις εἰν ἑνὶ πάντα: καὶ ἄξιός εἰμι φορῆσαι,
ὡς ζυγίη γεγαυῖα καὶ ὡς συνάεθλος Ἐρώτων.’
/>
BOOK 32
ἐν δὲ τριηκοστῷ τῷ δευτέρῳ εἰσὶ κυδοιμοὶ
καὶ Διὸς ὑπναλέοιο λέχος καὶ λύσσα Λυαίου.
ὥς φαμένη παρέπεισε: δολοφράδμων δ᾽ Ἀφροδίτη
πείθετο κερδοσύνῃσιν, ἀνειρύσσασα δὲ κόλπου
Ἥρῃ δῶρον ἔδωκε θελήμονι κεστὸν Ἐρώτων.
καί τινα μῦθον ἔλεξε χάριν θελκτῆρος ἱμάντος:
5 ‘δέχνυσο τοῦτον ἱμάντα, τεῆς ἐπίκουρον ἀνίης:
θέλξεις δ᾽ εἰν ἑνὶ πάντα πόθων ἰθύντορι κεστῷ,
ἠέλιον καὶ Ζῆνα καὶ αἰθέρα καὶ χορὸν ἄστρων:
καὶ ῥόον ἀστήρικτον ἀτέρμονος Ὠκεανοῖο.’
εἶπε, καὶ Ἀσσυρίην Λιβανηίδα δύσατο πέτρην.
10 Ἥρη δ᾽ ἀστερόφοιτον ἐδύσατο κύκλον Ὀλύμπου,
καὶ ταχινὴ πάνλευκον ἑὴν ἐπεκόσμεε μορφήν:
πολλάκι δ᾽ ἰσάζουσα καθειμένον ἄχρι μετώπου
πλαζομένης ἔστησε μετήλυδα βότρυν ἐθείρης:
καὶ πλεκτὴν θυόεντι κόμην ἐδίηνεν ἐλαίῳ,
τοῦ καὶ κινυμένοιο μετ᾽ αἰθέρα καὶ μετὰ πόντον
γαῖαν ὅλην ἐμέθυσσε μύρου δολιχόσκιος ὀδμή.
καὶ κεφαλῇ στέφος εἶχε παναίολον, ᾧ ἔνι πολλαὶ
20 λυχνίδες ἦσαν, Ἔρωτος ὁμόστολοι, ὧν ἄπο πέμπει
φαιδρὰ τινασσομένων ἀμαρύγματα Κυπριδίη φλόξ:
εἶχε δὲ πέτρον ἐκεῖνον, ὃς ἀνέρας εἰς πόθον ἕλκει,
οὔνομα φαιδρὸν ἔχοντα ποθοβλήτοιο Σελήνης,
καὶ λίθον ἱμείρουσαν ἐρωτοτόκοιο σιδήρου,
25 καὶ λίθον Ἰνδῴην φιλοτήσιον, ὅττι καὶ αὐτὴ
ἐξ ὑδάτων βλάστησεν ὁμόγνιος ἀφρογενείης,
κυανέην θ᾽ ὑάκινθον, ἐράσμιον εἰσέτι Φοίβῳ:
ἀμφὶ δ᾽ ἑοῖς πλοκάμοισιν ἐρωτίδα δήσατο ποίην,
ἣν φιλέει Κυθέρεια καὶ ὡς ῥόδον, ὡς ἀνεμώνην,
30 καὶ φορέει μέλλουσα μιγήμεναι υἱέι Μύρρης:
καὶ λαγόνας στεφανηδὸν ἀήθεϊ δήσατο κεστῷ:
εἶχε δὲ ποικίλον εἷμα παλαίτατον, ᾧ χύτο νύμφης
κρυπταδίῃ φιλότητι κασιγνήτων ὑμεναίων
νυμφίον ἀρχαίης ἔτι λείψανον αἷμα κορείης,
35 κουριδίης φιλότητος ἵνα μνήσειεν ἀκοίτην:
νιψαμένη δὲ μὲτωπα καλύψατο νώροπι πέπλῳ,
15 καὶ περόνην συνέεργεν, ἑοῦ κληῖδα χιτῶνος:
καὶ δέμας ἀσκήσασα καὶ ἀθρήσασα κατόπτρῳ
ὡς πτερὸν ἠὲ νόημα δι᾽ αἰθέρος ἔδραμε Ἥρη.
καὶ Διὸς ἐγγὺς ἵκανεν: ἰδὼν δέ μιν ὑψιμέδων Ζεὺς
θερμοέρους ἐς Ἔρωτας ἱμάσσετο κέντορι κεστῷ:
40 καὶ Διὸς εἰσορόωντος ἐδουλώθησαν ὀπωπαί:
καί μιν ὀπιπεύων Κρονίδης ἐξείρετο μύθῳ:
‘Ἥρη, τίπτε βέβηκας Ἑώιον εἰς κλίμα γαίης;
τίς χρειώ σε κόμιζε; τί σήμερον ἐνθάδε βαίνεις;
ἦ ῥα πάλιν κοτέουσα κορύσσεαι οἴνοπι Βάκχῳ,
45 καὶ ποθέεις Ἰνδοῖσιν ὑπερφιάλοισιν ἀρῆξαι;’
ἔννεπε: καὶ γελόωντι νόῳ πολυμήχανος Ἥρη
ζηλομανὴς ἀγόρευε παραιφαμένη παρακοίτην:
‘Ζεῦ πάτερ, ἄλλος ἔχει με φίλος δρόμος: οὐ γὰρ ἱκάνω
Ἄρεος Ἰνδῴοιο καὶ Ἰνδοφόνου Διονύσου
50 ἀλλοτρίας μεθέπουσα μεληδόνας, ἀντολίης δὲ
γείτονος Ἠελίοιο μετέρχουαι αἴθοπας αὐλὰς
σπερχομένη: πτερόεις γὰρ Ἔρως παρὰ Τηθύος ὕδωρ
Ὠκεανηιάδος Ῥοδόπης δεδονημένος οἴστρῳ
συζυγίην ἀπέειπε: καὶ ἔπλετο κόσμος ἀλήτης,
55 καὶ βίος ἀχρήιστος ἀποιχομένων ὑμεναίων:
τοῦτον ἐγὠ καλέουσα παλίνδρομ̣̣̔̓ς ἐνθάδε βαίνω:
οἶσθα γάρ, ὡς Ζυγίη κικλήσκομαι, ὅττι καὶ αὐτῆς
χεῖρες ἐμαὶ κρατέουσι τελεσσιγόνου τοκετοῖο.’
τοῖον ἔπος βοόωσαν ἀμείβετο θερμὸς ἀκοίτης:
60 ‘νύμφα φίλη, λίπε δῆριν: ἐμὸς Διόνυσος ἀγήνωρ
ἀμώων προθέλυμνον ἀβακχεύτων γένος Ἰνδῶν
χαιρέτω: ἀμφοτέρους δὲ γαμήλια λέκτρα δεχέσθω:
οὐ γὰρ ἐπιχθονίης ἀλόχου πόθος, οὐδὲ θεαίνης
θυμὸν ἐμὸν θελκτῆρι τόσον βακχεύσατο κεστῷ ...
65 οὐδ᾽ ὅτε Τηϋγέτης Ἀτλαντίδος, ἧς ἀπὸ λέκτρων
πρεσβυγενὴς πολιοῦχος ἀεξήθη Λακεδαίμων:
οὐ τόσον ἠρασάμην Νιόβης παρὰ γείτονι Λέρνῃ,
κούρης ἀρχεγόνοιο Φορωνέος: οὐ τόσον Ἰοῦς
φοιτάδος Ἰναχίης ταυρώπιδος, ἣ παρὰ Νείλῳ
70 τίκτε γονὴν Ἐπάφοιο καὶ ἀρχεγόνου Κεροέσσης:
οὐ Παφίης τόσον ἦλθον ἐς ἵμερον, ἧς χάριν εὐνῆς
Κενταύρους ἐφύτευσα βαλὼν σπόρον αὔλακι γαίης:
ὡς σέο νῦν μεθέπω γλυκερὸν πόθον, ἦ ῥα καὶ αὐτὴ
ὡς Ζθγίη γεγαυῖα καὶ ὡς μεδέουσα γενέθλης
75 Κυπριδίοις βελέεσσιν ὀιστεύεις παρακοίτην;’
ὣς εἰπὼν χρυσέας νεφέλας πυργηδὸν ἑλίξας
δινωτὴν ἐπίκυρτον ἐνεσφαίρωσε καλύπτρην:
καὶ θαλάμου ποιητὸς ἔην τύπος, ὃν τότε κύκλῳ
ἴριδος αἰθερίης ἑτερόχροος ἔστεφε μορφὴ
80 πορφυρέη, καιὶ Ζηνὶ καὶ ἀγλαοπήχεϊ νύμφῃ
αὐτόματον σκέπας ἦεν ὀρσσαύλων ὑμεναίων,
καὶ τύπος αὐτοτέλεστος ἀναγκαίης πέλεν εὐνῆς.
οἱ δὲ γάμου χαρίεντος ὁμίλεον ἠδέι θεσμῷ:
γαῖα δὲ κηώεσσαν ἀναπτύξασα λ
οχείην
85 ἄνθεσιν ἱμερτοῖσι γαμήλιον ἔστεφεν εὐνήν:
καὶ κρόκος ἐβλάστησε Κίλιξ καὶ ἐφύετο μῖλαξ,
θήλεϊ δ᾽ ἄρσενα φύλλα συνέπλεκε γείτονι ποίῃ,
90 οἷα πόθου πνείων καὶ ἐν ἄνθεσιν ἁβρὸς ἀκοίτης,
καὶ λέχος ἀμφοτέρων ἐπεκόσμεε διπλόος ὄρπηξ,
90 Ζῆνα κρόκῳ πυκάσας καὶ μίλακι σύγγαμον Ἥρην:
καὶ Διὸς ὀξὺν ἔρωτα νοήμονι δείκνυε σιγῇ
ἱμερόεις νάρκισσος ἐπιθρῴσκων ἀνεμώνῃ.
οὐδέ τις ἀθανάτων σκιόεν λέχος, οὐ τότε Νύμφαι
γείτονες, οὐ Φαέθων πανεπόψιος, οὐδὲ καὶ αὐτῆς
95 ἔδρακεν ἄφθιτα λέκτρα βοώπιδος ὄμμα Σελήνης:
πυκνοῖς γὰρ νεφέεσσιν ἐμιτρώθη σκέπας εὐνῆς,
καὶ Διὸς ὄμματα θέλξεν ὁμόστολος Ὕπνος Ἐρώτων.
ὄφρα μὲν ἁβρὸς ἴαυεν ἐν ἄνθεσι θελγόμενος Ζεύς,
ἀγκὰς ἔχων παράκοιτιν ἀθηήτων ἐπὶ λέκτρων,
100 τόφρα δὲ ποικιλόμορφος ἐν οὔρεσι φοιτὰς Ἐρινὺς
νεύμασιν Ἡραίοισιν ἐθωρήχθη Διονύσῳ:
καὶ κτύπον ἐσμαράγησεν ἐπ᾽ ὀφθαλμοῖσι Λυαίου,
σεισαμένη βαρύδουπος ἐχιδνήεσσαν ἱμάσθλην:
καὶ κεφαλὴν ἐλέλιξε, δρακοντείων δὲ κομάων
105 φρικτὰ τινασσομένων ἐπεσύρισε λοίγιος ἠχώ,
καὶ σκοπιὴν ἔρραινον ἐρημάδα πίδακες ἰοῦ ...
ἄλλοτε θηρείοιο τύπον φαίνουσα προσώπου
αἰνομανὴς ἔφριξε λέων πυκινότριχι λαιμῷ,
χάσματι φοινήεντι καταΐσσων Διονύσου.
110 τὸν μὲν ἀμερσινόοιο κατάσχετον ἅλματι λύσσης