by Nonnus
Ἄρτεμις ἐσκοπίαζε, καὶ ἤθελε λύσσαν ἐλάσσαι,
ἀλλά μιν ἐπτοίησε βαρύκτυπος ὑψόθεν Ἥρη,
πυρσὸν ἀκοντίζουσα: καὶ εἴκαθε δεσπότις ἄγρης
μητρυιῇ κοτέουσα: φύλαξ δέ τις ἔπλετο Βάκχου
115 μαινομένου, καὶ θῆρας ἑοὺς ἀνέκοψεν ἀπειλῇ,
καὶ κύνας ἀγρευτῆρας ἐπεσφηκώσατο δεσμῷ,
αὐχενίων σφίγξασα πολύπλοκον ὁλκὸν ἱμάντων,
μὴ χρόα δηλήσαιντο νοοσφαλέος Διονύσου.
Νερτερίῳ δὲ Μέγαιρα κελαινιόωσα χιτῶνι
120 εἰς ζόφον αὖτις ἵκανεν, ἐπαιθύσσουσα Λυαίῳ
φάσματα ποικιλόμορφα: κατὰ Βρομίοιο δὲ πολλαὶ
ἰοβόλοι ῥαθάμιγγες ὀιστεύοντο καρήνου
καὶ βλοσυροὶ σπινθῆρες: ἀεὶ δέ οἱ ἔνδον ἀκουῆς
Ταρταρίης σύριζε λαθίφρονος ἦχος ἱμάσθλης.
125 καὶ μογέων Διόνυσος ἐρημάδος ἔνδοθι λόχμης
δύσβατα φοιτητῆρι διέστιχεν οὔρεα ταρσῷ
ἄσθματι δαιμονίῳ δεδονημένος: ἀμφὶ δὲ πέτραις,
οἰστρομανὴς ἅτε ταῦρος, ἑάς ἤρασσε κεραίας,
τρηχαλέον μύκημα χέων λυσσώδεϊ λαιμῷ:
130 Πᾶνα δὲ καλλείψασα καὶ ὑστερόφωνον ἀοιδὴν
φθόγγῳ μαινομένῳ μυκήσατο δύσθροος Ἠχώ,
ἀντίτυπον θρασὺν ἦχον ἀμειβομένη Διονύσου.
καὶ βαλίας ἐλάφους, λασίας δ᾽ ἐδίωκε λεαίνας
Βάκχος ἀελλήεις, μεθέπων ὀρεσίδρομον ἄγρην:
135 οὐδέ οἱ ἄγχι λέων θρασὺς ἤιε: ταρβαλέη δὲ
ἄρκτος ἐριπτοίητος ἐκεύθετο φωλάδι πέτρῃ
λύσσαν ἀπειλητῆρος ὑποπτήσσουσα Λυσίου,
δεχνυμένη βλοσυρῇσι θεήλατον ἦχον ἀκουαῖς:
μηκεδανοὺς δὲ δράκοντας ἐρειδομένους τινί πέτρῃ
140 μείλιχα λιχμώοντας ἀπέθρισε νηλέι θύρσῳ:
καὶ σκοπιὰς ἐτίναξε τανυγλώχινι κεραίῃ
κτείνων ἀκλινέων ἱκετήσια φῦλα λεόντων:
καί δρύας εὐκάρποιο μετερρίζωσεν ἀρούρης,
Ἁδρυάδας δ᾽ ἐδίωκεν: ὀιστεύων δὲ κολώνας
145 Νηιάδας ποταμοῖο μετήλυδας ἤλασε Νύμφας.
Βασσαρίδες δ᾽ ἀλάληντο καὶ οὐχ ἥπτοντο Λυαίου,
καὶ Σάτυροι φρίσσοντες ἐνεκρύπτοντο θαλάσσῃ,
οὐδέ οἱ ἐγγὺς ἵκοντο τεθηπότες ὄγκον ἀπειλῇς,
μή σφιν ἐπαΐξειε χέων ἑτερόθροον ἠχώ,
150 ἀφρὸν ἀκοντίζων χιονώδεα, μάρτυρα λύσσης.
Δηριάδης δ᾽ ὑπέροπλον ἔχων θράσος ἔχραε Βάκχαις,
νεύμασιν Ἡραίοισι τινασσομένου Διονύσου.
ὡς δ᾽ ὅτε χειμερίων ῥοθίων μυκώμενος ὁλκῷ
ἄπλοος ἀντιπόροις βακχεύετο πόντος ἀέλλαις,
155 κύμασιν ἠλιβάτοισι κατάρρυτον ἠέρα νίφων.
πρυμναίους δὲ κάλωας ἀφειδέι κύματος ὁρμῇ
λαίλαπες ἐρρήξαντο, καὶ ἄσθματι λαῖφος ἐλίξας
ἰστὸν ἀνεχλαίνωσε κεκυφότα λάβρος ἀήτης
λαίφεσιν ἀμφίζωστον, ἐδοχμώθη δέ κεραίη,
160 ναῦται δ᾽ ἀσχαλόωντες ἐπέτρεπον ἐλπίδα πόντῳ:
ὣς τότε Βάκχον ὄρινεν ὅλον στρατὸν Ἰνδικὸς Ἄρης.
ἔνθά τις οὐ κατὰ κόσμον ἔην ἔρις, οὐ κλόνος ἀνδρῶν
ἶσος ἔην, οὐ δῆρις ὁμοίιος: ἀκάματος γὰρ
νόστιμος ἐγρεκύδοιμος ἐπέβρεμε χάλκεος Ἄρης,
165 Μωδαίου προμάχοιο φέρων τύπον, ὃς πλέον ἄλλων
ὑσμίνης ἀκόρητος ἀτερπέι τέρπετο λύθρῳ,
ᾧ πλέον εἰλαπίνης φόνος εὔαδεν: ἐν δὲ βοείῃ,
οἶά τε Γοργείων πλοκάμων ὀφιώδεας ὁλκούς,
γραπτὸν ἐυσμήριγγος ἔχων ἴνδαλμα Μεδούσης
170 Δηριάδῃ πέλεν ἶσος, ὁμόχροος: οὖ τότε μορφῆς
ῥιγεδανῆς ἀγέλαστον ἔχων μίμημα προσώπου,
καὶ σκολιὴν πλοκαμῖδα φέρων καὶ σῆμα βοείης,
αἰνομανὴς πεφόρητο μόθῳ λαοσσόος Ἄρης,
καὶ προμάχους θάρσυνεν. ὁμογλώσσῳ δ᾽ ἀλαλητῷ
175 Βάκχου μὴ παρεόντος ἀταρβέες ἔβρεμον Ἰνδοί,
καὶ κτύπον ἐννεάχιλον ἐπέκτυπε λοίγιος Ἄρης,
φοιταλέην συνάεθλον ἔχων Ἔριν: δὲ κυδοιμοῖς
στῆσε Φόβον καὶ Δεῖμον ὀπάονα Δηριαδῆος.
καὶ στρατιὴν οἴστρησαν ἐρημονόμου Διονύσου
180 Δηριάδης καὶ κῶμα Διὸς σύνδρομος Ἄρης.
συμμιγέες δὲ φάλαγγες ὁμοζήλοιο κυδοιμοῦ
Βασσαρίδων στίχα πᾶσαν ἐμιτρώσαντο σιδήρῳ,
καὶ πολέες φεύγοντες ἐνὶ κτείνοντο φονῆι,
θεινόμενοι ξιφέεσσιν, Ὁμηρίδες, εἴπατε, Μοῦσαι,
185 τίς θάνε, τίς δούπησεν ὑπ᾽ ἔγχεϊ Δηριαδῆος:
Αἰβίαλος Θύαμίς τε καὶ Ὀρμένιος καὶ Ὀφέλτης,
Κρίασος Ἀργασίδης, Τελέβης καὶ Λύκτιος Ἀνθεὺς
καὶ Θρόνιος καί Ἄρητος ἐυμμελίης τε Μοληνεὺς
ἀλκήεις τε Κόμαρκος: ἐτείνετο δ᾽ ἄλλος ἐπ᾽ ἄλλῳ
190 ἔγχεϊ Δηριάδαο νέκυς στρατός: ὀλλυμένων δὲ
ὃς μὲν ἔην δαπέδῳ τετανυσμένος, ὃς ῥεέθροις
πλώετο κυματόεντα φέρων μόθον ὃς δὲ θαλάσσῃ
ἀγχιπόρῳ δέδμητο, διωκόμενον δὲ σιδήρῳ
κύμασιν ἀρτιχάρακτον Ἄραψ τυμβεύσατο Νηρεύς:
195 ὃς δὲ θυελλήεντι δι᾽ οὔρεος ἔδραμε ταρσῷ
κῆρα φυγών, ἕτερος δὲ πεπαρμένον ἔγχος ἐάσας
μεσσοπαγὲς περὶ νῶτα μετέστιχεν ἔνδια λόχμης,
χρηίζων ἀπεόντος ἀλεξικάκου Διονύσου.
Αὐχήεις δ᾽ Ἐχέλαος ἀτυμβεύτῳ πέσε πότμῳ,
200 Μορρέος ἠλιβάτοιο τυπεὶς ῥηξήνορι πέτρῳ,
Κύπριος, ἀρτιχάρακτον ἔχων ἔτι κύκλον ὑπήνης,
ὑψικόμῳ φοίνικι πανείκελος: ἐν δὲ κυδοιμοῖς
ἁβρὸς ἀκερσικόμης ἐκυλίνδετο λαμπάδα σείων,
πληγεὶς ἰσχίον ἄκρον, ἄκρον, ὅπῃ χροὸς ἥλικι δεσμῷ
205 συμφερτὸν κοτύλῃ φύσις ἥρμοσεν ἄξονα μηροῦ:
καὶ θάνεν ἁπτομένην κρατέων ἔτι μυστίδα πεύκην,
ἀσπαίρων δὲ κάρηνον ἑῷ τεφρώσατο πυρσῷ,
φλέξας λιγνυόεντι πολύπλοκα βόστρυχα δαλῷ.
καί οἱ ἐπαυχήσας φιλοκέρτομος ἴαχε Μορρεύς:
210 ‘κοῦρε, φατιζομένης ἀλλότριε σεῖο τιθήνης,
ἡβητὴρ Ἐχέλαε, γονὴν ἐψεύσαο Κύπρου:
οὐκ ἀπὸ Πυγμαλίωνος ἔχεις γένος, ᾦ πόρε Κύπρις
μηκεδανὴν βιότοιο πολυχρονίοιο πορείην:
οὔ σε τεῆς Παφίης ἐρρύσατο νυμφίος Ἄρης:
215 οὐδέ σοι ἄσπετα κύκλα παλιννόστων ἐνιαυτῶν
δῶκε τεὴ Κυθέρεια καὶ οὐ σκάζουσαν ἀπήνην,
ὄφρα φύγῃς σέο πότμον ἀλεξιμόρων ἐπὶ δίφρων,
ἡμιόνων βαρύγουνον ἀεὶ δρόμον ἡνιοχεύων.
ἤλιτον, ἐκ Κύπροιο φέρεις γένος: ὠκύμορον γὰρ
220 Αρης καὶ σὲ δάμασσεν ὁμοίιον υἱέι Μύρρης.’
ὣς εἰπὼν πρυλέεσσι δορυσσόος ᾔχμασε Μορρεύς:
εἰλιπόδην δὲ Βίλιθον ἑλὼν καὶ Δένθιν ὀλέσσας,
αὐχένα δ᾽ ὀρχηστῆρος Ἐριγβώλοιο δαΐξας
ἔγχεϊ τηλεβόλῳ Φρυγίους ἐφόβησε μαχητάς:
225 Σηβέα δ᾽ ὀκριόεντι κατεπρήνιξε βελέμνῳ:
Θηβαίων δὲ φάλαγγα καί Ἀκταίωνα διώκων
ἔκτανεν Εὐβώτην, Καδμηίδος ἀστὸν ἀρούρης,
σύννομον Ἀκταίωνος. ὁμοφθόγγῳ δ᾽ ἀλαλητῷ
πολλοὶ Δηριάδαο πεφυζότες ἄπλετον ἀλκὴν
230 πασσυδὸν ὠλίσθησαν ὁμόζυγος εἰς λίνα Μοίρης,
αὐτοφόνῳ θνήσκοντες ἀλοιητῆρι σιδήρῳ,
ἀνδρὸς ἑνὸς ῥιπῇσιν: ἐπ᾽ ἀλλήλοις δὲ πεσόντες
αἱμαλέῃ στοιχηδὸν ἐπεστόρνυντο κονίῃ
Κρίμισος, Ἱμαλέων, Φράσιος, Θάργηλος, Ἰάων,
235 οἶσι δαϊζομένοις ἐναρίθμιος ἤριπε Κοίλων,
καὶ νέκυς αἱματόεντι Κύης ἐκυλίνδετο πότμῳ:
καὶ φόνος ἄσπετος ἔσκε: δαϊζιμένων δέ σιδήρῳ
ἐχθρῷ διψὰς ἄρουρα θελήμονι λούσατο λύθρῳ,
δεχνυμένη ξένον ὄμβρον Ἐνυαλίου νιφετοῖο.
240 Βακχείης δέ φάλαγγος ἔην κλόνος: ἀσταθέες γὰρ
πεζοὶ μὲν δεδόνηντο, φυγοπτολέμων δ᾽ ἐλατήρων
εἰς φόβον εὐλάιγγες ἀνεκρούοντο χαλινοί:
ὧν ὁ μὲν οὐρεσίφοιτος ἐδύσατο κοιλάδα πέτρην,
ὃς δὲ μολὼν τανύφυλλον ὑπὸ κλέτας ἕζετο λόχμης
245 κρυπτόμενος πετάλοισιν, ὁ δὲ σπήλυγγα λεόντων,
ἄλλος ἀμαιμακέτοιο μετήιεν ἔνδιον ἄριτου:
καί τις ἀερσιλόφοιο διὰ πρηῶνος ἀλύξας
ποσσὶν ὀρεσσινόμοισι διέστιχεν ἄκρα κολώνης.
Βάκχη δ᾽ ἀρτιτόκοιο παρήλυθε θηρὸς ἐναύλους,
250 ταρβαλέῳ πρηῶνα διαστείβουσα πεδίλῳ:
οὐ γὰρ ἔχειν μενέαινε λεοντείην ἔτι πέτρην,
ἀλλὰ λιποσθενέων ἐλάφων ἐκίχησε καλιὴν
ἤθεσιν ἀδρανέεσσιν, ἐπεὶ προτέρην φρένα Βάκχη
εἰς κραδίην ἐλάφοιο μετέτραπεν ἀντὶ λεαίνης.
255 καί τις ἀελλοπόδων Σατύρων δειδήμονι ταρσῷ
ἔτρεχεν, ἀσταθέεσσιν ἀσάμβαλος εἴκελος αὔραις,
φεύγων Δηριάδαο θεημάχον ὄγκον ἀπειλῆς.
καὶ σκοπέλους ἐδίωκε γέρων Σειληνὸς ἀλήτης:
πολλάκι δ᾽ εἰς χθόνα πῖπτε κονιομένοιο προσώπου,
260 ὀκλάζων βαρύγουνος ὀλισθηροῖσι πεδίλοις,
ἔμπαλιν ὀρθώσας λάσιον δέμας: ἐν δὲ κολώναις
ἀντὶ μόθου κεκάλυπτο, καὶ Εὔιον ἔγχος ἀνάγκῃ
κάλλιπεν ἀπτολέμοισι μεμηλότα θύρσον ἀέλλαις,
καὶ μόγις εὐπήληκος ἀλεύατο Μορρέος αἰχμήν.
265 ὀκναλέοις δὲ πόδεσσιν ἐχάζετο νωθρὸς Ἐρεχθεύς,
ἐντροπαλιζομένην τανύων εὔκυκλον ὀπωπήν,
αἰδόμενος μενέχαρμον ἑὴν πολιοῦχον Ἀθήνην.
Βακχείην δ᾽ ἀέκων ἠρνήσατο Μαινάδα χάρμην
λαιὸν Ἀρισταῖος βεβολημένος ὦμον ὀιστῷ.
270 καὶ στρατιὴν ἀλέεινε δοριθρασέων Κορυβάντων
οὐτηθεὶς λασίοιο κατὰ στέρνοιο Μελισσεύς,
μαζὸν Ἐρυθραίῃ κεχαραγμένος ἄκρον ἀκωκῇ.
καὶ βλοσυροὶ Κύκλωπες ἀναιδέες εὔποδι ταρσῷ
εἰς φόβον ἠπείγοντο τεθηπότες, οἷς ἄμα φεύγων
275 Ἰνδῴην ἀδόνητος ἐλίμπανε Φαῦνος Ἐνυώ.
εὐκεράου δὲ φάλαγγος ὅλον στρατὸν εἰς φόβον ἕλκων
πρεσβυγενὴς φύξηλις ἐχάζετο Παρράσιος Πάν,
σιγαλέοις δὲ πόδεσσιν ἐδύσατο δάσκιον ὕλην,
μή μιν ἴδῃ φεύγοντα δι᾽ οὔρεος ἄστατος Ηχώ.
280 καί οἱ ἐπεγγελάσειε καὶ ἀδρανέοντα καλέσσῃ.
καὶ πρόμαχοι τότε πάντες ὑπέκφυγον: ἐν δὲ κυδοιμοῖς
Αἰακὸς αὐτόθι μοῦνος ἐλείπετο, μαρνάμενος δὲ
δεύετο μὴ παρεόντος ἀνικήτου Διονύσου:
ἔμπης δ᾽ αὐτόθι μίμνεν. ἀπὸ σκοπέ
λοιο δὲ Νύμφαι
285 Νηιάδος βυθίοισιν ἐνεκρύπτοντο μελάθροις:
αἱ μὲν Ὑδασπιάδεσσιν ὁμήλυδες, αἱ δὲ φυγοῦσαι
Ἰνδὸν ἐς ἀγχικέλευθον ἐναυλίζοντο ῥεέθροις,
ἄλλαι Συδριάδεσσιν ὁμόστολοι, αἱ δ᾽ ἐνὶ Γάγγῃ
λύθρον ἀπεσμήξαντο νεόσσυτον, ἃς τότε πολλὰς
290 ἐρχομένας ἀγεληδὸν ἐς ὑδατόεντας ἐναύλους
νηιὰς ἀργυρόπεζα φιλοξείνῳ πυλεῶνι
δέξατο κυματόεντος ἐς αὔλια παρθενεῶνος.
ἄλλαι Ἁμαδρυάδος σκιεροῖς κρύπτοντο κορύμβοις,
δυσάμεναι δρυόεντας ἀνοιγομένους κενεῶνας.
295 πολλαὶ δ᾽ ὑγροτόκους ὑπὸ πίδακας ἐγγύθι πέτρης
Βασσαρίδες κρουνηδὸν ἐκώκυον: ἀρτιχύτῳ δὲ
ὄμβρῳ δακρυόεντι φιλοθρήνοιο προσώπου
πληθομένη βαθύκολπος ὅλη πορφύρετο πηγή,
μυρομένη βαρὺ πένθος ἀπενθήτου Διονύσου.
BOOK 33
ἐν δὲ τριηκοστῷ τριτάτῳ Μορρῆα δαμάζει
φλέξας θοῦρος Ἔρως ἐπὶ κάλλεϊ Χαλκομεδείης.
αὐτὰρ ὁ φοιταλέῳ πεφορημένος ἅλματι ταρσῶν
εὐκεράῳ ταχύγουνος ὁμοίιος ἔσσυτο ταύρω,
λοίγιον ἄσθμα χέων ἑτερόφρονος οἴδματι λύσσης.
καὶ Χάρις ὠκυπέδιλος Ἐρυθραίῳ παρὰ κήπῳ
5 φυταλιὴν εὔοδμον ἀμεργομένη δονακήων,
ὄφρα πυριπνεύστων Παφίων ἔντοσθε λεβήτων
Ἀσσυρίου μίξασα χυτὰς ὠδῖνας ἐλαίου
ἄνθεσιν Ἰνδῴοισι μύρον τεύξειεν ἀνάσσῃ,
ὁππότε παντοίην δροσερὴν ἐδρέψατο ποίην,
10 χῶρον ὅλον θηεῖτο: καὶ ἀγχιπόρῳ παρὰ λόχμῃ