Works of Nonnus
Page 143
υἱέα σεῖο γέραιρε πάλιν πυρί, δυσμενέων δὲ
ὁλκάδας εὐπήληκας ὀιστεύσωσι κεραυνοί.
ναί, πάτερ, Αἰγίνης μιμνήσκεο, μὴ σέο νύμφης
170 νυμφίον αἰσχύνειας ὁμόπτερον ὄρνιν Ἐρώτων.’
ὣς εἰπὼν πολέμιζεν, ἐς ἠερίας δὲ κελεύθους
ὄμμα παλιννόστοιο βαλὼν ἀντώπιον Ἄρκτου
γαμβρὸν ἑὸν λιτάνενε καὶ ἴαχε μῦθον Ἐρεχθεύς:
‘Γαμβρὸς ἐμὸς Βορέης, θωρήσσεο, καὶ σέο νύμφης
175 μαρναμένῳ γενετῆρι βοηθόον ἄσθμα τιταίνων
ἕδνα τεοῦ θαλάμοιο θαλασσαίην πόρε νίκην:
ὁλκάσι μὲν Βρομίοιο φέρων νηοσσόον αὔρην
δὸς χάριν ἀμφοτέροισιν, Ἐρεχθέι καὶ Διονύσῳ:
νηυσὶ δὲ Δηριάδαο μεμηνότα πόντον ἱμάσσων
180 ἄσθματι κυματόεντι τεὰς θώρηξον ἀέλλας —
ἐσσὶ γὰρ ὑσμίνης ἐμπείραμος, ὅττι καὶ αὐτὸς
Θρῄκην ναιετάεις, ἐμπείραμος, οἷά περ Ἄρης —
ἀντιβίων δὲ φάλαγγι δυσήνεμον ἄσθμα κομίζων
ἔγχεϊ παχυήεντι κορύσσεο Δηριαδῆι:
185 στήσας δ᾽ ἀωτιβίοισι θυελλήεσσαν Ἐνυὼ
δυσμενέας τόξευε χαλαζήεντι βελέμνῳ,
καὶ Διὶ πρστὰ φέρων καὶ Παλλάδι καἰ Διονύσῳ.
μνώεο Κεκροπίης εὐπαρθένου, ἧχι γυναῖκες
κερκίδι ποικίλλουσι τεῶν ὑμέναιον Ἐρώτων:
190 Ἰλισσὸν δὲ γέραιρε γαμοστόλον, ὁππόθι κούρην
Ἀτθίδα δὴν παράκοιτιν ἀνήρπασαν ἅρπαγες αὖραι
ἑζομένην ἀτίνακτον ἀκινήτῳ σέθεν ὤμῳ.
οἶδα μέν, ὡς συνάεθλος ἐλεύσεται ἄλλος ἀήτης
γείτων ἀντιβίοισιν Ἑώιος: ἀλλ᾽ ἐνὶ χάρμῃ
195 οὐ τρομέω θρασὺν Εὖρον, ὅτι πτερόεντες ἀῆται
πάντες, ὅσοι πνείουσιν, ὀπάονές εἰσι Βορῆος:
καὶ πρόμος Αἰθιόπων Νοτίην ἐπὶ πέζαν ἀρούρης
μηκέτι νοστήσειε Κορύμβασος, ἀλλὰ δαμείη
θερμὸν ἔχων συνάεθλον ἑὸν Νότον Αἰθσπῆα,
200 ψυχρὸν ὑπὲρ πόντοιο πιὼν θανατηφόρον ὕδωρ:
οὐκ ἀλέγω Ζεφύροιο, κορυσσομένιο Βορῆος.
δεῖξον ὁμοφροσύνην ἑκυρῷ σέθεν: οὐρανόθεν δὲ
σὺν σοὶ Βακχιάδεσσιν ἐμαῖς στρατιῇσιν ἀρήξει
μαρνάμενος τριόδοντι Ποσειδάων καὶ Ἀθήνη,
205 ἡ μὲν ἑοῖς ναέτῃσιν, ὁ δὲ γνωτοῖο γενέθλῃ:
καὶ πυρόεις Ἥφαιστος Ἐρεχθέος αἷμα γεραίρων
ἵξεται εὐάντητος ἐς ὑδατόεσσαν Ἐνυώ,
ὁλκάσι Δηριάδαο μαχήμονα πυρσὸν ἑλίσσων.
δὸς δέ με νικῆσαι καὶ ἐν ὕδασι, καὶ μετὰ νίκην
210 Κεκροπίῃ κομίσειεν ἀπήμονα λαὸν Ἐρεχθεύς,
καὶ Βορέην μέλψωσι καὶ Ὠρείθυιαν Ἀθῆναι.’
τοῖον ἔπος βοόων ἁλιδίνεος ἥψατο χάρμης
ἔγχεϊ τεχνήεντι, καὶ ὡς ναέτης Μαραθῶνος
ναύμαχου εἶχεν ἔρωτα: φιληρέτμῳ δὲ κυδοιμῷ
215 εὔστολος ἦεν Ἄρης τότε ναυτίλος, ἐν παλάμῃ δὲ
πηδάλιον Φόβος εἶχε, κυβερνήτης δὲ κυδοιμοῦ
Δεῖμος ἀκοντοφόρων ἀνελύσατο πείσματα νηῶν.
Κυκλώπων δὲ φάλαγγες ἐωαυτίλλοντο θαλάσσῃ
ὁλκάδας ἀγχιάλοισιν ὀιστεύοντες ἐρίπναις:
220 Εὐρύαλος δ᾽ ἀλάλαζεν, ἁλιρροίζῳ δὲ κυδοιμῷ
ἀγχινεφὴς οἴστρησεν ἐς ὑσμίνην Ἁλιμήδης.
καὶ διδύμαις στρατιῇσιν ἐπέκτυπε πόντιος Ἄρης
χερσαίην μετὰ δῆριν, ἁλιρροίζῳ δ᾽ ἀλαλητῷ
ὁλκάσι Βακχείῃσιν ἐπέρρεον ὁλκάδες Ἰνδῶν:
225 καὶ φόνος ἦν ἑκάτερθε, καὶ ἔζεε κύματα λύθρῳ,
καὶ πολὺς ἀμφοτέρων στρατὸς ἤριπεν: ἀρτιχύτῳ δὲ
αἵματι κυανέης ἐρυθαίνετο νῶτα θαλάσσης.
πολλοὶ δ᾽ ἔνθα καὶ ἔνθα χυτῷ πίπτοντες ὀλέθρῳ
οἰδαλέοι πλωτῆρες ἐναυτίλλοντο θαλάσσῃ:
230 καὶ ῥοθίοις ἑλικηδὸν ἔχων πορθμῆας ἀήτας
σύρετο νεκρὸς ὅμιλος ἀφειδέι σύνδρομος αὔρῃ:
πολλοὶ δ᾽ αὐτοκύλιστον ὑπὸ στροδάλιγγα κυδοιμοῦ
εἰς ῥόον ὠλίσθησαν, ἀναγκαίῃ δὲ πιόντες
πικρὸν ὕδωρ ἐνόησαν ὑποβρυχίης λίνα Μοίρης,
235 βριθόμενοι θώρηκι: καὶ οἰδαλέων μέλαν ὕδωρ
κυανέων ἐκάλυπτεν ὁμόχροα σώματα νεκρῶν
βένθεϊ φυκιόεντι, σὺν ὑγροπόρῳ δὲ φορῆι
χάλκεος ἰλυόεντι χιτὼν ἐκαλύπτετο πηλῷ:
καὶ τάφος ἔπλετο πόντος. ἐτυμβεύοντο δὲ πολλοὶ
240 κητείοις γενύεσσιν, ἐν ὶχθυόεντι δὲ λαιμῷ
ἄπνοον αἰθύσσουσα νέκυν τυμβεύσατο φώκη,
ξανθὸν ἐρευγομένη ῥόον αἵματος. ὀλλυμένων δὲ
τεύχεα πόντος ἔσεκτο, νεοσφαγέος δὲ φορῆος
αὐτομάτη λοφόεσσα δι᾽ ὕδατος ἔπλεε πήληξ
245 δεσμοῦ λυομένοιο, θυελλήεντι δὲ πολλῆς
χεύματι φοιταλέης ἐπενήχετο κύκλα βοείης
σὺν διερῷ τελαμῶνι. πολὺς δ᾽ ὑπὸ κύμασιν ἄκροις
ἀφρὸς ἐρευθιόων πολιῆς ἀνεκήκιεν ἅλμης
αἱμαλέῳ πάνλευκον ὑποστίξας χύσιν ὁλκῷ.
250 καὶ φονίαις λιβάδεσσιν ἐφοινίχθη Μελικέρτης:
Λευκοθέη δ᾽ ὀλόλυζε, τιθηνήτειρα Λυαίον,
αὐχένα γαῦρον ἔχουσα, καὶ Ἰνδοφόνου περὶ νίκης
ἄνθεϊ φυκιόεντι κόμην ἐστέψατο Νύμφη:
καὶ Θέτις ἀκρήδεμ
νος ὑπερκύψασα θαλάσσης
255 χεῖρας ἐρεισαμένη καὶ Δωρίδι καὶ Πανοπείῃ
ἄσμενον ὄμμα τίταινεν ἐπ᾽ εὐθύρσῳ Διονύσῳ.
καὶ βυθίη Γαλάτεια θαλασσαίου διὰ κόλπου
ἡμιφανὴς πεφόρητο διαξύουσα γαλήνην,
καὶ φονίου Κύκλωπος ἁλιπτοίητον Ἐνυὼ
260 δερκομένη δεδόνητο, φόβῳ δ᾽ ἤμειψε παρειάς:
ἔλπετο γὰρ Πολύφημον ἰδεῖν κατὰ φύλοπιν Ἰνδῶν
ἀντία Δηριάδαο συναιχμάζοντα Λυαίῳ:
ταρβαλέη δ᾽ ἱκέτευε θαλασσαίην Ἀφροδίτην
υἷα Ποσειδάωνος ἀριστεύοντα σαῶσαι,
265 καὶ γενέτην φιλότεκνον ἐφ᾽ υἱέι κυανοχαίτην
μαρναμένου λιτάνευε προασπίζειν Πολυφήμου.
καὶ βυθίου τριόδοντος ἐκυκλώσαντο φορῆα
θυγατέρες Νηρῆος: ἐρειδόμενος δὲ τριαίνῃ
πόντιος ἐννοσίγαιος ἐδέρκετο γείτονα χάρμην,
270 καὶ στρατὸν εὐθώρηκος ὀπιπεύων Διονύσου,
ζηλήμων ὁρόων ἑτέρου Κύκλωπος Ἐνυώ,
ὑγρομόθῳ Βρομίῳ πολυμεμφέα ῥήξατο φωνήν:
‘Εἰς ἐνοπήν, φίλε Βάκχε, τόσους Κύκλωπας ἀγείρων,
καλλείψας δ᾽ ἕνα μοῦνον ἀπόπροθι δηιοτῆτος,
275 εἰς χρόνον ἑπταέτηρον ἔχεις πολύκυκλον ἀγῶνα,
βόσκων ἀλλοπρόσαλλον ἀτέρμονος ἐλπίδα χάρμης,
ὅττι τεοῦ μεγάλοιο προασπιστῆρες ἀγῶνος
πάντες ἑνὸς χατέουσιν ἀνικήτου Πολυφήμου:
εἰ δὲ τεὴν ἐπὶ δῆριν ἐμὸς πάις ἵκετο Κύκλωψ,
πατρῴην δ᾽ ἐλέλιζεν ἐμῆς γλωχῖνα τριαίνης,
280 καί κεν ὑπὲρ πεδίοιο συναιχμάζων Διονύσῳ
στήθεα βουκεράοιο διέθλασε Δηριαδῆος,
καὶ πολὺν αἰνὸν ὅμιλον ἐμῷ τριόδοντι δαΐζων
εἰς μίαν ἠριγένειαν ὅλον γένος ἔκτανεν Ἰνδῶν.
285 υἱὸς ἐμὸς πάλαι ἄλλος ἔχων ἑκατοντάδα χειρῶν
Τιτήνων ὀλετῆρι τεῷ χραίσμησε τοκῆι,
Αἰγαίων πολύπηχυς, ὅτε Κρόνον εἰς φόβον ἕλκων
ἠλιβάτων ἐτίταινε πολυσπερὲς ἔθνος ἀγοστῶν,
ἠέλιον σκιόωσαν ἔχων ὑψαύχενα χαίτην,
290 καὶ βλοσυροὶ Τιτῆνες ἐνοσφίσθησαν Ὀλύμπου
εὐπαλάμου Βριαρῆος ὑποπτήσσοντες Ἐνυώ.’
τοῖον ἔπος φθονέων νεμεσήμονι πέφραδε φωνῇ.
αἰδομένη δὲ Θόωσα κατηφέας εἶχε παρειάς,
Ἄρεϊ μὴ παρεόντος ἐρωμανέος Πολυφήμου.
295 ὡς δὲ πόνου τέλος ἦεν ἐριφλοίσβοιο κυδοιμοῦ,
ἠθάδα πόντον ὄπωπε κατάρρυτον αἵματι Νηρεύς:
ξανθῆς δ᾽ ἐννοσίγαιος ἐθάμβεε νῶτα θαλάσσης,
ἰχθύας ἀνδροφάγους ὁρόων καὶ πληθύι νεκρῶν
γείτονος ἄβροχα νῶτα γεφυρωθέντα θαλάσσης...
300 Βακχιάδες τε φάλαγγες ἐπέρρεον αἴθοπι λαῷ.
κεῖτο δὲ δυσμενέων στρατὸς ἄσπετος, ὧν ἐνὶ χάρμῃ
βαλλομένων ξιφέεσσι καὶ ὀξυτόροισιν ὀιστοῖς.
τοῦ μὲν ὑπὲρ λαπάρην βέλος ἔμπεσε, τοῦ δὲ τυπέντος
ἔγχεϊ χαλκείῳ μεσάτης ὑπὲρ ἄντυγα κόρσης
305 ὠτειλὴ βεβάθυστο χαρασσομένοιο καρήνου.
πολλοὶ δ᾽ ἔνθα καὶ ἔνθα πολυσπερέων ἐλατήρων
πόντον ἀμοιβαίοισιν ἀνασχίζοντες ἐρετμοῖς
κυανέην λεύκαινον ἐπασσυτέρην χύσιν ἀφρῷ,
καὶ πόνος ἦν ἀνόνητος ἐπειγομένων ἐλατήρων,
310 συμφερτοὺς δὲ κάλωας ἀοσσητῆρι σιδήρῳ
ἰθυντὴρ ἀπέκοψε καὶ ἔσχισεν ἄορι σειρήν.
Ἀμφοτέρης δὲ φάλαγγος ἐν ἠέρι ῥοῖζον ἰάλλων
ἔρρεεν ἀπλανέων δολιχόσκιος ὄμβρος ὀιστῶν:
ὧν ὁ μὲν ἱστὸν ἔβαλλε μεσαίτατον, ὃς δὲ περήσας
315 ἱστίον εὐδίνητον ἐβόμβεε σύνδρομος αὔραις,
ἄλλος ἔην προτόνοισι πεπαρμένος, ὃς δὲ μεσόδμῃ
κεῖτο πεσών, ἕτερος δὲ δι᾽ ἠέρος ἰὸς ἀλήτης
ἀκροτάτης ἐτύχησεν ἀερσιλόφοιο κεραίης,
σέλμασι δ᾽ ἄλλος ἔην τετανυσμένος: ἀγχιφανῆ δὲ
320 ἄλλα κυβερνητῆρος ἀποπλαγχθέντα κελεύθου
ἄστατα πηδαλίοιο διέξεσεν ἄκρα κορύμβου:
καὶ Φλόγιος κλυτότοξος ὑπηνέμιον βέλος ἕλκων
ἴκρια νηὸς ἔβαλλε καὶ οὐκ ἐτύχησε Λυαίου.
ἦν δ᾽ ἐσιδεῖν κατὰ πόντον ἐύπτερον ἰὸν ἀλήτηι
325 πουλύποδος σκολιοῖο περιπλεχθέντα κορύμβοις:
ἄλλου δ᾽ ἤμβροτεν ἄλλος: Ἐρυθραίῳ δὲ σιδήρῳ
πομπίλον ἄλλος ἔτυψε καταιχμάζων Διονύσου:
ἔγχεϊ δ᾽ ἠκόντιζε Κορύμβασος, ὄφρα τυχήσῃ
ὁλκαίης Σατύροιο, παραΐξασα δὲ λόγχη
330 ἰχθύος ὑγροπόροιο κατέγραφε δίζυγον οὐρὴν
θηγαλέῃ γλωχῖνι: τιτυσκόμενος δὲ σιδήρῳ
εἰς σκοπὸν ἀχρήιστον ἀνουτήτου Διονύσου
Δηριάδης δόρυ πέμπεν, ἀποπλαγχθεῖσα δὲ Βάκχου
εἰς ῥαχίην δελφῖνος ἐποίπνυε λοίγιος αἰχμή,
335 κυρτὸς ὅπῃ λοφιῇσι συνάπτεται ἰχθύος αὐχήν,
δελφὶς δ᾽ αὐτοέλικτος ἐθήμονι κυκλάδι νύσσῃ
ἡμιθανὴς σκίρτησε χορίτιδος ἅλματι Μοίρης:
πολλοὶ δ᾽ ἔνθα καὶ ἔνθα κυβιστητῆρες ὀλέθρου
ἰχθύες ὠρχήσαντο χαρασσομένων ἀπὸ νώτων.
340 καὶ Στερόπης προμάχιζεν: ἀερσιπόδης δ᾽ Ἁλιμήδης
χειρὶ λαβὼν πρηῶνα θαλασσοτ�
�κοιο κολώνης
ῥῖψεν ἐπ᾽ ἀντιβίοισιν: ἔδυνε δὲ φοιταλέη νηῦς
τρηχαλέου βληθεῖσα λίθου τροχοειδέι κύκλῳ.
καί τις ἀκοντισθεῖσα δι᾽ ὁλκάδος ὁλκάδι γείτων
345 ἀμφοτέρας ἔζευξεν ἁλίδρομος ἔγχεος αἰχμή,
νῆας ἐπισφίγξασα δύω ξυνήονι δεσμῷ
στεινομένων νεφεληδόν: ἔην δ᾽ ἑτερόκτυπος ἠχώ.
καὶ στόλος ἀμφοτέρων τετράζυγον εἶχεν Ἐνυώ,
ὧν ὁ μὲν ἀντιπόροιο περὶ ῥάχιν αἴθοπος Εὔρου,
350 ὃς δὲ Λιβὸς δροσεροῖο παρὰ πτερόν, ὃς δὲ Βορῆος,
καὶ Νοτίην παρὰ πέζαν. ἀμοιβαίῃσι δὲ ῥιπαῖς
Μορρεὺς μὲν ταχύγουνος ἀφ᾽ ὁλκάδος ὁλκάδα βαίνων
Βασσαρίδων ἐφόβησεν ἁλιπτοίητον Ἐνυώ,
ἶσος ἀριστεύων καὶ ἐν ὕδασιν: ἀλλὰ ἑ θύρσῳ
355 Εὔιος οὐτήσας διερῆς ἀνεσείρασε χάρμης,
καὶ μογέων ὀδύνῃσιν ἐπὶ πτόλιν ᾤχετο Μορρεύς.
ὄφρα μὲν ἔνθεον ἕλκος, ὅ μιν λάχε, δαιμονίη χεὶρ
λυσιπόνου Βραχμῆνος ἀκέσσατο Φοιβάδι τέχνῃ,
θεσπεσίῃ λάλον ὕμνον ὑποτρύζοντος ἀοιδῇ,
360 τόφρα δὲ δυσμενέεσσιν ἐπέχραε Λύδιος Ἄρης.
τοῖσι μὲν ἐγρεκύδοιμος ἕην πλόος, εἶχε δ᾽ Ἐνυὼ
ναυτιλίης προκέλευθον, ἁλισμαράγου δὲ κυδοιμοῦ
ἦν κλόνος ἀμφοτέρων ἑτερότροπος: ἀντιβίων γὰρ
ὅσσοι μὲν κραναοῖσιν ὀιστεύοντο βελέμνοις
365 ἢ φονίοις πετάλοισιν ἢ ἔγχεσιν ἠὲ μαχαίραις,
χεῖρας ἐρετμώσαντες ἀήθεας εἰς μέλαν ὕδωρ
ἴθμασιν ἀσταθέεσσιν ἐτυμβεύοντο θαλάσσης: