by Nonnus
Νηρεὺς μὲν τάδε δῶρα πολύτροπα, δῶκε δὲ κούρῃ
Περσικὸς Εὐφρήτης πολυδαίδαλον εἶδος ἀράχνης:
410 χρυσὸν Ἴβηρ πόρε Ῥῆνος: ἐχεκτεάνων δὲ μετάλλων
ἤλυθεν εἴκελα δῶρα γέρων Πακτωλὸς ἀείρων
χερσὶ φυλασσομένῃσιν, ὅτι πρόμον ἔτρεμε γείτονα Ῥείην
Βάκχον ἑὸν βασιλῆα, καὶ ἔτρεμε γείτονα Ῥείην
Μυγδονίης πολιοῦχον ἑῆς χθονός: Ἠριδανὸς δὲ
415 Ἡλιάδων ἤλεκτρα ῥυηφενέων ἀπὸ δένδρων
δῶρα πόρε στίλβοντα: καὶ ἀργυρέης ἀπὸ πέτρης
Στρυμὼν ὅσσα μέταλλα καὶ ὁππόσα Γεῦδις ἀείρει,
ἕδνον Ἀμυμώνῃ δωρήσατο κυανοχαίτης.
ὣς ὁ μὲν ἀρτιχόρευτος ὑποβρυχίῳ παρὰ παστῷ
420 γήθεεν ἐννοσίγαιος: ἀμειδήτῳ δὲ Λυαίῳ
γνωτὸς Ἔρως φθονέοντι παρήγορον ἴαχε φωνήν:
‘Νυμφοκόμῳ, Διόνυσε, τί μέμφεαι εἰσέτι κεστῷ;
οὐ Βρομίῳ Βερόης γάμος ἔπρεπεν, ἀλλὰ θαλάσσης
ἄρμενος ἦν γάμος οὗτος, ὅτι βρυχίης Ἀφροδίτης
425 παῖδα λαβὼν ἔζευξα θαλασσοπόρῳ παρακοίτῃ:
ἁβροτέρην δ᾽ ἐφύλαξα τεοῖς θαλάμοις Ἀριάδνην,
ἐκ γενεῆς Μίνωος ὁμόγνιον: οὐτιδανὴν δὲ
πόντιον αἷμα φέρουσαν Ἀμυμώνην λίπε πόντῳ.
ἀλλὰ λιπὼν Λιβάνοιο λόφον καὶ Ἀδώνιδος ὕδωρ
430 ἵξεαι εἰς Φρυγίην εὐπάρθενον, ἧχί σε μίμνει
ἄβροχον Ἠελίοιο λέχος Τιτηνίδος Αὔρης:
καὶ στέφος ἀσκήσασα μάχης καὶ παστάδα κούρης
Θρῄκη νυμφοκόμος σε δεδέξεται, ἧχι καὶ αὐτὴ
Παλλήνη καλέει σε δορυσσόος, ἧς παρὰ παστῷ
435 ἀθλοφόρον γαμίοισι περιστέψω σε κορύμβοις
ἱμερτὴν τελέσαντα παλαισμοσύνην Ἀφροδίτης.’
τοῖα γυναιμανέοντι κασιγνήτῳ φάτο Βάκχῳ
θοῦρος Ἔρως: πτερύγων δὲ πυρώδεα βόμβον ἰάλλων
ἠερίῃ νόθος ὄρνις ἀνῃώρητο πορείῃ,
440 καὶ Διὸς εἰς δόμον ἦλθεν. ἀπ᾽ Ἀσσυρίοιο δὲ κόλπου
ἁβροχίτων Διόνυσος ἀνήιεν εἰς χθόνα Λυδῶν
Πακτωλοῦ παρὰ πέζαν, ὅπῃ χρυσαυγέι πηλῷ
ἀφνειῆς τιτάνοιο μέλαν φοινίσσεται ὕδωρ:
Μαιονίης δ᾽ ἐπέβαινε, καὶ ἵστατο μητέρι Ῥείῃ
445 Ἰνδῴης ὀρέγων βασιλήια δῶρα θαλάσσης.
καλλείψας δὲ ῥέεθρα βαθυπλούτου ποταμοῖο
καὶ Φρύγιον κενεῶνα καὶ ἁβροβίων γένος ἀνδρῶν
Ἀρκτῴην παρὰ πέζαν ἑὴν ἐφύτευσεν ὀπώρην,
Εὐρώπης πτολίεθρα μετ᾽ Ἀσίδος ἄστεα βαίνων.
BOOK 44
τεσσαρακοστὸν ὕφηνα τὸ τέτρατον, ἧχι γυναῖκας
δέρκεο μαινομένας καὶ Πενθέος ὄγκον ἀπειλῆς.
ἤδη δ᾽ Ἰλλυρίης Δαυλάντιον ἔθνος ἀρούρης
καὶ πέδον Αἱμονίης καὶ Πήλιον ἄκρον ἐάσας
Ἑλλάδος ἐγγὺς ἵκανε, καὶ Ἀονίῃ παρὰ πέζῃ
στῆσε χορούς. ἀίων δὲ μέλος μυκήτορος αὐλοῦ
5 Πανὶ Ταναγραίῳ θιάσους ἐστήσατο ποιμήν:
καὶ κρήνη κελάδησεν, ὅπῃ χθονὸς ἄκρον ἀράξας
ὑγρὸς ὄνυξ ἵππειος ἐπώνυμον ἔγλυφεν ὕδωρ:
Ἀσωπὸς δ᾽ ἐχόρευε πυρίπνοα χεύματα σύρων
καὶ προχοὰς ἐλέλιξε: σὺν Ἰσμηνῷ δὲ τοκῆι
10 κυκλάδας αἰθύσσουσα ῥοὰς ὠρχήσατο Δίρκη.
καί ποτέ τις δρυόεντος ἀναΐξασα κορύμβου
ἡμιφανὴς ἐλίγαινεν Ἁμαδρυὰς ὑψόθι δένδρου,
οὔνομα κυδαίνουσα κορυμβοφόρου Διονύσου:
πηγαίη δ᾽ ὁμόφωνος ἀσάμβαλος ἴαχε Νύμφη.
15 καὶ κτύπος οὐρεσίφοιτος ἀδεψήτοιο βοείης
Πενθέος ἀσπόνδοισιν ἐπεσμαράγησεν ἀκουαῖς:
οἰνοφόρῳ δ᾽ ἀθέμιστος ἄναξ ἐπεχώσατο Βάκχῳ,
καὶ στρατιὴν ἐκόρυσσε μαχήμονα, κέκλετο δ᾽ ἀστοῖς
ἄστεος ἑπταπόροιο περιφράξαι πυλεῶνας:
20 οἱ μὲν ἐπεκλήισσαν ἀμοιβαδίς, ἐξαπίνης δὲ
αὐτόματοι κληῖδες ἀνωίγνυντο πυλάων,
καὶ δολιχοὺς πυλεῶνι μάτην ἐπέβαλλον ὀχῆας
ἠερίοις θεράποντες ἐριδμαίνοντες ἀήταις.
οὐ τότε τις πυλαωρὸς ἰδὼν ἀνεσείρασε Βάκχην:
25 Σειληνοὺς δὲ γέροντας ἀτευχέας ἀσπιδιῶται
ἔτρεμον αἰχμητῆρες: ὁμογλώσσῳ δ᾽ ἀλαλητῷ
κεκλομένου βασιλῆος ἀφειδήσαντες ἀπειλῆς
πολλάκις ὠρχήσαντο, σὺν εὐτύκτοις δὲ βοείαις
κυκλάδος ἐστήσαντο σακεσπάλον ἅλμα χορείης,
ἀντίτυπον μίμημα φιλοσμαράγων Κορυβάντων.
30 φρικαλέαι δ᾽ ἰάχησαν ἐν οὔρεσι λυσσάδες ἄρκτοι:
καὶ γένυν αἰθύσσουσα καὶ ὑψιπότητον ἐρωὴν
πόρδαλις ᾐώρητο: λέων δέ τις ἁβρὸν ἀθύρων
μειλίχιον βρύχημα συνήλικι πέμπε λεαίνῃ.
35 ἤδη δ᾽ αὐτοέλικτος ἐσείετο Πενθέος αὐλὴ
ἀκλινέων σφαιρηδὸν ἀναΐσσουσα θεμέθλων:
καὶ πυλεὼν δεδόνητο θορὼν ἐνοσίχθονι παλμῷ,
πήματος ἐσσομένοιο προάγγελος: αὐτόματος δὲ
λάινος Ὀγκαίης ἐλελίζετο βωμὸς Ἀθήνης,
40 ὅν ποτε Κάδμος ἔδειμεν, ὅτε βραδυπειθέι ῥιπῇ
μόσχου πυργοδόμοιο φερέπτολις ὤκλασε χηλή:
ἀμφὶ δὲ θεῖον ἄγαλμα πολισσούχοιο θεαίνης
αὐτομάτῃ ῥαθάμιγγι θεόσσυτος ἔβλυεν ἱδ
ρὼς
δεῖμα φέρων ναέτῃσι: καὶ ἐκ ποδὸς ἄχρι καρήνου
45 ἄγγελος ἐσσομένων βρέτας Ἄρεος ἔρρεε λύθρῳ.
καὶ ναέται δεδόνηντο: φόβῳ δ᾽ ἐλελίζετο μήτηρ
Πενθέος αὐχήεντος, ἐβακχεύθη δὲ μενοινῇ,
μνησαμένη προτέροιο δαφοινήεντος ὀνείρου
πικρὰ προθεσπίζοντος, ἐπεὶ πάρος ὑψόθι λέκτρων
50 ἐξ ὅτε κοιρανίην πατρώιον ἥρπασε Πενθεύς,
πάννυχον ὑπναλέοις ὀάροις εὕδουσαν Ἀγαύην
φάσματα μιμηλοῖο διεπτοίησεν ὀνείρου,
ἀπλανέος θρῴσκοντα δι᾽ εὐκεράου πυλεῶνος:
ἔλπετο γὰρ Πενθῆα χοροίτυπον ἁβρὸν ὁδίτην
55 ἄρσενα κοσμήσαντα γυναικείῳ χρόα πέπλῳ
ῥῖψαι πορφυρόνωτον ἐπὶ χθόνα φᾶρος ἀνάκτων,
θύρσον ἐλαφρίζοντα καὶ οὐ σκήπτροιο φορῆα:
καί μιν ἰδεῖν ἐδόκησε πάλιν Καδμηὶς Ἀγαύη
ἑζόμενον σκιεροῖο μετάρσιον ὑψόθι δένδρου:
60 καὶ φυτὸν ὑψικάρηνον, ὅπῃ θρασὺς ἕζετο Πενθεύς,
θῆρες ἐκυκλώσαντο, καὶ ἄγριον εἶχον ἐρωὴν
δένδρον ἀπειλητῆρι μετοχλίζοντες ὀδόντι,
τρηχαλέαις γενύεσσι: τινασσομένοιο δὲ δένδρου
κύμβαχος αὐτοκύλιστος ἕλιξ δινεύετο Πενθεύς,
65 καί μιν ἐδηλήσαντο δεδουπότα λυσσάδες ἄρκτοι:
ἀγροτέρη δὲ λέαινα καταΐσσουσα προσώπου
πρυμνόθεν ἔσπασε χεῖρα, καὶ ἄσχετα μαινομένη θὴρ
ἡμιτόμου Πενθῆος ἐρεισαμένη πόδα λαιμῷ
θηγαλέοις ὀνύχεσσι διέθρισεν ἀνθερεῶνα,
70 αἱμαλέον δὲ κάρηνον ἐκούφισεν ἅρπαγι ταρσῷ
οἰκτρὰ δαϊζομένου, καὶ ἐδείκνυε μάρτυρι Κάδμῳ
παλλομένη, βροτέην δ᾽ ἀλιτήμονα ῥήξατο φωνήν:
‘Εἰμὶ τεὴ θυγάτηρ θηροκτόνος: εἰμὶ δὲ μήτηρ
Πενθέος ὀλβίστοιο, τεὴ φιλότεκνος Ἀγαύη.
75 τηλίκον ὤλεσα θῆρα: λεοντοφόνοιο δὲ νίκης
δέχνυσο τοῦτο κάρηνον ἐμῆς πρωτάγριον ἀλκῆς:
τηλίκον οὔ ποτε θῆρα κατέκτανε σύγγονος Ἰνώ,
οὐ κτάνεν Αὐτονόη: σὺ δὲ σύμβολα παιδὸς Ἀγαύης
πῆξον ἀριστοπόνοιο τεοῦ προπάροιθε μελάθρου.’
80 τοῖον ὄναρ βλοσυρωπὸν ὑπόχλοος εἶδεν Ἀγαύη.
ἔνθεν ἐριπτοίητος ἀπωσαμένη πτερὸν Ὕπνου,
ὀρθρινὴ καλέσασα θεηγόρον υἷα Χαρικλοῦς,
μάντιας ἐσσομένων φονίους ἐδίδαξεν ὀνείρους:
Τειρεσίας δ᾽ ἐκέλευσε θεοπρόπος ἄρσενα ῥέξαι
85 ταῦρον, ἀοσσητῆρα δαφοινήεντος ὀνείρου,
Ζηνὸς ἀλεξικάκοιο θεοκλήτῳ παρὰ βωμῷ,
μηκεδανῆς ἐλάτης παρὰ δένδρεον, ἧχι Κιθαιρὼν
πέπταται ὑψικάρηνος: Ἁμαδρυάδεσσι δὲ Νύμφαις
θῆλυν ὄιν σήμαινε θυηπολέειν παρὰ λόχμῃ.
90 ἔγνω δ᾽ ἔμφρονα θῆρα καὶ ἀγρώσσουσαν Ἀγαύην
γαστρὸς ἑῆς ὠδῖνα καὶ ὠλεσίτεκνον ἀγῶνα
καὶ κεφαλὴν Πενθῆος: ἐν ἀφθόγγῳ δὲ σιωπῇ
κρύψεν ὀνειρείης ἀπατήλιον εἰκόνα νίκης,
Πενθέα μὴ βαρύμηνιν ἑὸν βασιλῆα χαλέψῃ.
95 πειθομένη δὲ γέροντι σοφῷ φιλότεκνος Ἀγαύη
εἰς ὄρος ὑψικάρηνον ὁμόστολος ἤιε Κάδμῳ
Πενθέος ἑσπομένοιο: καὶ εὐκεράῳ παρὰ βωμῷ
θῆλυν ὄιν κερόεντι συνέμπορον ἄρσενι ταύρῳ,
ἧχι Διὸς πέλεν ἄλσος ὀρειάδος ἔμπλεον ὕλης,
100 Ζηνὶ καὶ Ἁδρυάδεσσι μίαν ξύνωσε θυηλὴν
Κάδμος Ἀγηνορίδης, θεοτερπέα βωμὸν ἀνάψας,
ῥέζων ἀμφοτέροισιν: ἀναπτομένοιο δὲ πυρσοῦ
κνίση μὲν περίφοιτος ἕλιξ συνενήχετο καπνῷ
εὐόδμῳ στροφάλιγγι, δαϊζομένου δ᾽ ἄρα ταύρου
105 ὄρθιος αἱμαλέης αὐτόσσυτος αὐλὸς ἐέρσης
χεῖρας ἐρευθιόωντι φόνῳ πόρφυρεν Ἀγαύης ...
αὐχένιον δὲ τένοντα πέριξ στεφανηδὸν ἑλίξας
οἰδαλέην ἐπίκυρτον ἑὴν δοχμώσατο δειρὴν
μείλιχος εἱλικόεντι δράκων μιτρούμενος ὁλκῷ,
110 στέμματι δ᾽ ὁλκαίῳ κεφαλὴν κυκλώσατο Κάδμου
πρηῢς ὄφις, καὶ γλῶσσα πέριξ λίχμαζεν ὑπήνην
μειλιχίων φίλον ἰὸν ἀποπτύουσα γενείων
οἰγομένων: καὶ θῆλυς ὄφις μιτρώσατο κόρσην
Ἁρμονίης ξανθοῖσι περιπλεχθεῖσα κορύμβοις.
115 καὶ διδύμων ὀφίων πετρώσατο γυῖα Κρονίων,
ὅττι παρ᾽ Ἰλλυρικοῖο δρακοντοβότου στόμα πόντου
Ἁρμονίη καὶ Κάδμος ἀμειβομένοιο προσώπου
λαϊνέην ἤμελλον ἔχειν ὀφιώδεα μορφήν.
καὶ φόβον ἄλλον ἔχουσα μετὰ προτέρου φόβον ὕπνου
νόστιμος εἰς δόμον ἦλθε σὺν υἱέι καὶ γενετῆρι.
τοῖον ἴδεν ποτὲ φάσμα, καὶ ὀμφήεντος ὀνείρου
120 μνησαμένη δεδόνητο φόβῳ φιλότεκνος Ἀγαύῃ.
ἤδη δ᾽ ἑπταπόροιο δι᾽ ἄστεος ἵπτατο Φήμη
ὄργια κηρύσσουσα χοροπλεκέος Διονύσου:
125 οὐδέ τις ἦν ἀχόρευτος ἀνὰ πτόλιν: ἀγρονόμων δὲ
εἰαρινοῖς πετάλοισιν ἐμιτρώθησαν ἀγυιαί:
καὶ θάλαμον Σεμέλης χλοερῷ σκιόωσα κορύμβῳ
νυμφιδίου σπινθῆρος ἔτι πνείοντα κεραυνοῦ
αὐτοφυὴς ἐμέθυσσεν ἕλιξ εὐώδεϊ καρπῷ.
130 φρικτὰ δὲ παπταίνων πολυειδέα θαύματα Βάκχου,r />
ζῆλον ἔχων ὑπέροπλον, ἄναξ κυμαίνετο Πενθεύς:
καὶ κενεῆς προχέων ὑπερήνορα κόμπον ἀπειλῆς
τοῖον ἔπος δμώεσσιν ἀτάσθαλος ἴαχε Πενθεύς:
‘Λυδὸν ἐμὸν θεράποντα κομίσσατε, θῆλυν ἀλήτην,
135 δαινυμένου Πενθῆος ὑποδρηστῆρα τραπέζης,
οἰνοδόκῳ ποτὸν ἄλλον διαστάζοντα κυπέλλῳ,
ἢ γλάγος ἢ γλυκὺ χεῦμα : κασιγνήτην δὲ τεκούσης
Αὐτονόην πληγῇσιν ἀμοιβαίῃσιν ἱμάσσω,
καὶ πλοκάμους τμήξωμεν ἀκερσικόμου Διονύσου:
140 κύμβαλα δ᾽ ἠχήεντα διαρρίψαντες ἀήταις
καὶ πάταγον Βερέκυντα καὶ Εὔια τύμπανα Ῥείης
ἕλκετε Βασσαρίδας μανιώδεας, ἕλκετε Βάκχας,
ἀμφιπόλους Βρομίοιο συνήλυδας, ἃς ἐνὶ Θήβῃ
Ἰσμηνοῦ διεροῖσιν ἀκοντίζοντες ἐναύλοις
145 Νηίδας Ἀονίαις ποταμηίσι μίξατε Νύμφαις
145 ἥλικας, Ἁδρυάδας δὲ γέρων δέξαιτο Κιθαιρὼν
ἄλλαις Ἁδρυάδεσσιν ὁμόζυγας ἀντὶ Δυαίου.
ἄξατε πῦρ, θεράποντες, ἐπεὶ ποινήτορι θεσμῷ,
ἐκ πυρὸς εἰ πέλε Βάκχος, ἐγὼ πυρὶ Βάκχον ὀπάσσω:
150 Ζεὺς Σεμέλην ἐδάμασσεν, ἐγὼ Διόνυσον ὀλέσσω.
εἰ δέ κε πειρήσαιτο καὶ ἡμετέροιο κεραυνοῦ,
γνώσεται, οἷον ἔχω χθόνιον σέλας: οὐρανίου γὰρ
θερμοτέρους σπινθῆρας ἐμὸν λάχεν ἀντίτυπον πῦρ:
σήμερον αἰθαλόεντα τὸν ἀμπελόεντα τελέσσω.
155 εἰ δὲ μόθον στήσειε μαχήμονα θύρσον ἀείρων,
γνώσεται, οἷον ἔχω χθόνιον δόρυ: καί μιν ὀλέσσω,
οὐ ποδός, οὐ λαγόνων, οὐ στήθεος, οὐ κενεώνων,