Works of Nonnus

Home > Other > Works of Nonnus > Page 155
Works of Nonnus Page 155

by Nonnus


  ὠτειλὴν μεθέποντα: καὶ οὐ βουπλῆγι δαΐξω

  κυρτὰ βοοκραίροιο κεράατα δισσὰ μετώπου,

  160 οὐδὲ διατμήξω μέσον αὐχένος: ἀλλά ἑ τύψω

  ἔγχεϊ χαλκείῳ τετορημένον εἰς πτύχα μηροῦ,

  ὅττι Διὸς μεγάλοιο γονὴν ἐψεύσατο μηροῦ

  καὶ πόλον ὡς ἑὸν οἶκον: ἐγὼ δέ μιν ἀντὶ μελάθρου

  ἀντὶ Διός πυλεῶνος ἐνέρτερον Ἄιδι πέμψω,

  165 ἠέ μιν αὐτοκύλιστον ἀλυσκάζοντα καλύψω

  κύμασιν Ἰσμηνοῖο, καὶ οὐ χρέος ἐστὶ θαλάσσης.

  οὐ δέχομαι βροτὸν ἄνδρα νόθον θεόν: εἰ θέμις εἰπεῖν,

  ψεύσομαι, ὡς Διόνυσος, ἐμὸν γένος: οὐκ ἀπὸ Κάδμου

  αἷμα φέρω χθονίοιο, πατὴρ δ᾽ ἐμός, ὄρχαμος ἄστρων,

  170 ἠέλιός με φύτευσε, καί οὐκ ἔσπειρεν Ἐχίων:

  τίκτε Σεληναίη με, καὶ οὐκ ἐλόχευσεν Ἀγαύη:

  εἰμὶ γένος Κρονίδαο, καὶ αἰθέρος εἰμὶ πολίτης:

  οὐρανός ἀστερόφοιτος ἐμὴ πόλις: ἵλατε, Θῆβαι:

  Παλλὰς ἐμὴ παράκοιτις, ἐμὴ δάμαρ ἄμβροτος Ἥβη:

  175 Πενθέι μαζόν ὄρεξε μετ᾽ Ἄρεα δεσπότις Ἥρη,

  καὶ ζαθέη μετὰ Φοῖβον ἐγείνατο Πενθέα Λητώ:

  Ἄρτεμιν ἱεμένην νυμφεύσομαι: οὐδέ με φεύγει,

  ὥς ποτε Φοῖβον ἔφευγεν ἑῆς μνηστῆρα κορείης,

  μῶμον ἀλυσκάζουσα κασιγνήτων ὑμεναίων.

  180 εἰ δέ τεήν Σεμέλην οὐκ ἔφλεγεν οὐρανίη φλόξ,

  παιδός ἑῆς διὰ μῶμον ἐὸν δόμον ἔφλεγε Κάδμος,

  ἀστεροπὴν δ᾽ ἐκάλεσσε χαμαιγενὲς ἁπτόμενον πὺρ,

  καὶ δαΐδων ὀνόμηνε σέλας σπινθῆρα κεραυνοῦ.’

  ὣς φαμένου βασιλῆος ἐπεστρατόωντο μαχηταὶ

  185 ὁπλοφόροι κενεοῖσιν ἐριδμαίνοντες ἀήτατς:

  καὶ στρατὸς ἄσπετος ἦεν ἔσω πιτυώδεος ὕλης,

  ἴχνια μαστεύοντες ἀθηήτοιο Λυαίου.

  ὄφρα μὲν ἐνναέτῃσιν ἄναξ ἐπετέλλετο Πενθεύς,

  τόφρα δὲ καὶ Διόνυσος ἀφεγγέα νύκτα δοκεύων

  190 τοῖον ἔπος πρὸς Ὄλυμπον ἀνίαχε κυκλάδι Μήνῃ:

  ‘Ὦ τέκος Ἠελίοιο, πολύστροφε, παντρόφε Μήνη,

  ἅρματος ἀργυρέοιο κυβερνήτειρα Σελήνη,

  εἰ σὺ πέλεις Ἑκάτη πολυώνυμος, ἐννυχίη δὲ

  πυρσοφόρῳ παλάμῃ δονέεις θιασώδεα πεύκην,

  195 ἔρχεο, νυκτιπόλος, σκυλακοτρόφος, ὅττί σε τέρπει

  κνυζηθμῷ γοόωντι κυνοσσόος ἔννυχος ἠχώ:

  Αρτεμις εἰ σὺ πέλεις ἐλαφηβόλος, ἐν δὲ κολώναις

  νεβροφόνῳ σπεύδουσα συναγρώσσεις Διονύσῳ,

  ἔσσο κασιγνήτοιο βοηθόος: ἀρχεγόνου γὰρ

  200 αἷμα λαχὼν Κάδμοιο διώκομαι ἔκτοθι Θήβης,

  μητρὸς ἐμῆς Σεμέλης ἀπὸ πατρίδος: ὠκύμορος γὰρ

  θνητὸς ἀνὴρ κλονέει με θεημάχος: ὡς νυχίη δὲ

  νυκτελίῳ χραίσμησον ἐλαυνομένῳ Διονύσῳ:

  εἰ δὲ σὺ Περσεφόνεια νεκυσσόος, ὑμέτεραι δὲ

  205 ψυχαὶ Ταρταρίοισιν ὑποδρήσσονσι θοώκοις,

  νεκρὸν ἴδω Πενθῆα, καὶ ἀχνυμένου Διονύσου

  δάκρυον εὐνήσειε τεὸς ψυχοστόλος Ἐρμῆς:

  σεῖο δὲ Τισιφόνης μανιώδεος ἠὲ Μεγαίρης

  Ταρταρίῃ μάστιγι λαθίφρονα παῦσον ἀπειλὴν

  210 γηγενέος Πενθῆος, ἐπεὶ δυσμήχανος Ἥρη

  ὀψίγονον Τιτῆνα νέῳ θώρηξε Λυαίῳ.

  ἀλλὰ σὺ φῶτα δάμασσον ἀθέσμιον, ὄφρα γεραίρῃς

  ἀρχεγόνου Ζαγρῆος ἐπωνυμίην Διονύσου.

  Ζεῦ ἄνα, καὶ σὺ δόκευε μεμηνότος ἀνδρὸς ἀπειλήν:

  215 κλῦθι, πάτερ καὶ μῆτερ: ἐλεγχομένου δὲ Λυαίου

  σὴ στεροπὴ γαμίη Σεμέλης τιμήορος ἔστω.’

  ὣς φαμένου ταυρῶπις ἀνίαχεν ὑψόθι Μήνη:

  ‘Νυκτιφαὲς Διόνυσε, φυτηκόμε, σύνδρομε Μήνης,

  σῆς σταφυλῆς ἀλέγιζε: μέλει δέ μοι ὄργια Βάκχου,

  220 ὑμετέρων ῾̣̣̓τι γαῖα φυτῶν ὠδῖνα πεπαίνει

  μαρμαρυγὴν δροσόεσσαν ἀκοιμήτοιο Σελήνης

  δεχνυμένη: σὺ δέ, Βάκχε χοροίτυπε, θύρσα τιταίνων

  σῆς γενετῆς ἀλέγιζε, καὶ οὐ τρομέεις γένος ἀνδρῶν

  ἀδρανέων, οἶς κοῦφος ἀεὶ νόος, ὧν καὶ ἀνάγκῃ

  225 Εὐμενίδων μάστιγες ἀναστέλλουσιν ἀπειλάς.

  σὺν σοὶ δυσμενέεσσι κορύσσομαι: ἶσα δὲ Βάκχῳ

  κοιρανέω μανίης ἑτερόφρονος: εἰμὶ δὲ Μήνη

  Βακχιάς, οὐκ ὅτι μοῦνον ἐν αἰθέρι μῆνας ἑλίσσω,

  ἀλλ᾽ ὅτι καὶ μανίης μεδέω καὶ λύσσαν ἐγείρω.

  230 οὐ χθονίην σέθεν ὕβριν ἐγὼ νήποινον ἐάσω:

  ἤδη γὰρ Λυκόοργος ἀπειλήσας Διονύσῳ,

  ὁ πρὶν ἐὼν ταχύγουνος, ὁ Μαινάδας ὀξὺ διώξας,

  τυφλὸς ἀλητεύει καὶ δεύεται ἡγεμονῆος.

  ἤδη δ᾽ ἀμφὶ τένοντας Ἐρυθραίων δονακήων

  235 κέκλιται ἔνθα καὶ ἔνθα, τεῆς αὐτάγγελος ἀλκῆς,

  Ἰνδῶν νεκρὸς ὅμιλος, ἀναινομένῳ δὲ ῥεέθρῳ

  ἄφρονα Δηριαδῆα πατὴρ ἔκρυψεν Ὑδάσπης

  ἔγχεϊ κισσήεντι τετυμμένον: αὐτὰρ ὁ φεύγων

  πατρῴῳ βαρύθοντι κατηφέι πῖπτε ῥεέθρῳ:

  240 Τυρσηνοὶ δεδάασι τεὸν σθένος, ὁππότε νηῶν

  ὄρθιος ἱστὸς ἄμειπτο καὶ ἀμπελόεις πέλεν ὄρπηξ

  αὐτοτελής, τὸ δὲ λαῖφος ὑπὸ σκιεροῖσι πετήλοις

  ἡμερίδων εὔβοτρυς ἀνηέξητο καλύπτρη,

  καὶ πρότονοι σύριζον ἐχι�
�νήεντι κορύμβῳ

  245 ἰοβόλοι, βροτέην δὲ φυὴν καὶ ἐχέφρονα βολὴν

  δυσμενέες ῥίψαντες ἀμειβομένοιο προσώπου

  ἀφραδέες δελφῖνες ἐνιπλώουσι θαλάσσῃ:

  εἰσέτι κωμάζουσι καὶ ἐν ῥοθίοις Διονύσῳ,

  οἷα κυβιστητῆρες ἐπισκαίρουσι γαλήνῃ.

  250 καὶ νέκυς ὑμετέρῳ βεβολημένος ὀξέι θύρσῳ

  χεύμασιν Ἀσσυρίοισι καλύπτεται Ἰνδὸς Ὀρόντης,

  εἰσέτι δειμαίνων καὶ ἐν ὕδασιν οὔνομα Βάκχου.’

  τοῖον ἔπος Βρομίῳ χρυσήνιος ἴαχε δαίμων.

  ὄφρα μὲν εἰσέτι Βάκχος ὁμίλεε κυκλάδι Μήνῃ,

  255 τόφρα δὲ καὶ Ζαγρῆι χαριζομένη Διονύσῳ

  Περσεφόνη θώρηξεν Ἐρινύας, ἀχνυμένη δὲ

  ὀψιγόνῳ χραίσμησε κασιγνήτῳ Διονύσῳ.

  αἱ δὲ Διὸς χθονίοιο δυσάντεϊ νεύματι κόρσης

  εὐμενίδες Πενθῆος ἐπεστρατόωντο μελάθρῳ,

  260 ὦν ἡ μὲν ζοφεροῖο διαθρῴσκουσα βερέθρου

  Ταρταρίην ἐλέλιζεν ἐχιδνήεσσαν Ἱμάσθλην,

  Κωκυτοῦ δὲ ῥέεθρον ἀρύετο καὶ Στυγὸς ὕδωρ,

  καὶ χθονίῃ ῥαθάμιγγι δόμους ἔρραινεν Ἀγαύης...

  οἶα προθεσπίζοντα γόον καὶ δάκρυα Θήβης:

  265 Ἀκταίην δὲ μάχαιραν ἀπ᾽ Ἀτθίδος ἤγαγε δαίμων,

  ἀρχαίην Ἰτύλοιο μιαιφόνον, ᾗ ποτε μήτηρ

  Πρόκνη θυμολέαινα σὺν ἀνδροφόνῳ Φιλομήλῃ

  τηλυγέτην ὠδῖνα διατμήξασα σιδήρῳ

  παιδοβόρῳ Τηρῆι φίλην δαιτρεύσατο φορβήν:

  270 κείνην χειρὶ φέρουσα φόνων ὀχετηγὸν Ἐρινὺς

  ἀρχεκάκοις ὀνύχεσσι διαγλύψασα κονίην

  Ἀττικὸν ἔκρυφεν ἆορ ὀρεσσιφύτῳ παρὰ ῥίζῃ

  μηκεδανῆς ἐλάτης, ᾗ Μαινάδες, ὁππόθι Πενθεὺς

  μέλλε θανεῖν ἀκάρηνος: ἐπαμήσασα δὲ κόχλῳ

  275 Γοργόνος ἀρτιφόνοιο νεόρρυτον αἷμα Μεδούσης

  πορφυρέαις ἔχρισε Λιβυστίσι δένδρον ἐέρσαις.

  καὶ τὰ μὲν ἐν σκοπέλοις τεχνήσατο μαινὰς Ἐρινύς.

  ὀρφναίοις δὲ πόδεσσι δόμων ἐπεβήσατο Κάδμου

  νυκτιφαὴς Διόνυσος ἔχων ταυρώπιδα μορφήν,

  280 αἰθύσσων Κρονίην μανιώδεα Πανὸς ἱμάσθλην:

  βακχεύσας δ᾽ ἀχάλινον Ἀρισταίοιο γυναῖκα

  Αὐτονόην ἐκάλεσσε, καὶ ἴαχε θυιάδι φωνῇ:

  ‘Ὀλβίη, Αὐτονόη, Σεμέλης πλέον: ἀρτιγάμου γὰρ

  υἱέος εἰς ὑμέναιον ἐριδμαίνεις καὶ Ὀλύμπῳ:

  285 αἰθέρος ἥρπασας εὖχος, ἐπεὶ λάχεν ἁβρὸν ἀκοίτην

  Ἄρτεμις Ἀκταίωνα καὶ Ἐνδυμίωνα Σελήνη.

  οὐ θάνεν Ἀκταίων, οὐκ ἔλλαχε θηρὸς ὀπωπήν,

  οὐ στικτῆς ἐλάφοιο τανυγλώχινα κεραίην,

  οὐ νόθον εἶδος ἔδεκτο, καὶ οὐκ ἐψεύσατο μορφήν,

  290 οὐ κύνας ἀγρευτῆρας ἑοὺς ἐνόησε φονῆας:

  ἀλλὰ κακογλώσσων στομάτων κενεόφρονι μύθῳ

  υἱέος ὑμετέροιο μόρον ψεύσαντο βοτῆρες,

  νυμφίον ἐχθαίροντες ἀνυμφεύτοιο θεαίνης.

  οἶδα, πόθεν δόλος οὗτος: ἐπ᾽ ἀλλοτρίοις ὑμεναίοις

  295 εἰς γάμον, εἰς Παφίην ζηλήμονές εἰσι γυναῖκες.

  ἀλλὰ θυελλήεντι διαθρῴσκουσα πεδίλῳ

  σπεῦδε μολεῖν ἀκίχητος ἐς οὔρεα: κεῖθι μολοῦσα

  ὄψεαι Ἀκταίωνα συναγρώσσοντα Λυαίῳ,

  Ἄρτεμιν ἐγγὺς ἔχοντα, καὶ αἰόλα δίκτυα θήρης

  300 ἐνδρομίδας φορέοντα, καὶ ἀμφαφόωντα φαρέτρην.

  ὀλβίη, Αὐτονόη, Σεμέλης πλέον, ὅττι θεαίνης

  εἰς γάμον ἐρχομένης ἑκυρὴ πέλες ἰοχεαίρης:

  Ἰνοῦς καλλιτόκοιο μακαρτέρη, ὅττι θεαίνης

  σὸς πάις ἔλλαχε λέκτρα, τὰ μὴ λάχεν Ὦτος ἀγήνωρ.

  305 οὐ θρασὺς Ὠρίων πέλε νυμφίος ἰοχεαίρης.

  χάρματι δ᾽ ῾̣̣̓βήσας σέθεν υἱέος εἵνεκα νύμφης

  κωμάζει σέο Κάδμος ὀρεσσαύλῳ παρὰ παστῷ,

  σείων ἠερίοις ἀνέμοις χιονώδεα χαίτην.

  ἔγρεο, καὶ σὺ γένοιο γαμοστόλος, εὔλοχε μήτηρ:

  310 ἅρμενος οὗτος Ἔρως, ὅτι νυμφίον Ἄρτεμις ἁγνὴ

  υἷα κασιγνήτοιο καὶ οὐ ξένον εἶχεν ἀκοίτην.

  ἀλλὰ θεὰ φυγόδεμνος ἐπήν ποτε παῖδα λοχεύσῃ,

  υἱέα κουφίζουσα σαόφρονος ἰοχεαίρης

  πήχεϊ παιδοκόμῳ ζηλήμονι δεῖξον Ἀγαύῃ.

  315 τίς νέμεσίς ποτε τοῦτο, κυνοσσόος εἰ παρὰ παστῷ

  ἤθελε θηρητῆρα λαγωβόλον υἷα λοχεῦσαι,

  εἴκελον Ἀκταίωνι φιλοσκοπέλῳ τε Κυρήνῃ,

  μητρῴων ἐλάφων ἐποχημένον ὠκέι δίφρῳ;’

  BOOK 45

  πέμπτον τεσσαρακοστὸν ἐπόψεαι, ὁππόθι Πενθεὺς

  ταῦρον ἐπισφίγγει κεραελκέος ἀντὶ Λυαίου.

  ὣς φαμένου Βρομίοιο δόμων ἐξέδραμε νύμφη

  χάρματι λυσσήεντι κατάσχετος, ὄφρα νοήσῃ

  νυμφίον Ἀκταίωνα παρήμενον ἰοχεαίρῃ:

  καί οἱ ἐπειγομένῃ σφαλερῷ ποδὶ σύνδρομος αὔραις

  5 εἰς ὅρος ἀκρήδεμνος ὁμάρτεε μαινὰς Ἀγαύη,

  καὶ Κρονίης μάστιγος ἱμασσομένη φρένα κέντρῳ

  ἄσκοπον ἐρροίβδησε μεμηνότι χείλεϊ φωνήν:

  ‘Οὐτιδανῷ Πενθῆι κορύσσομαι, ὄφρα δαείη,

  θαρσαλέην ὅτι Κάδμος Ἀμαζόνα τίκτεν Ἀγαύην.

  10 ἔμπλεος ἠνορέης καὶ ἐγὼ πέλον: ἢν ἐθελήσω,

  καὶ γυμναῖς παλάμῃσιν ὅλον Πενθῆα δαμάσσω,

  καὶ στρατιὴν εὔο�
�λον ἀτευχέι χειρὶ δαΐζω.

  θύρσον ἔχω: μελίης οὐ δεύομαι, οὐ δόρυ πάλλω:

  ἔγχεϊ δ᾽ ἀμπελόεντι δορυσσόον ἀνέρα βάλλω:

  15 οὐ φορέω θώρηκα, καὶ εὐθώρηκα δαμάσσω.

  κύμβαλα δ᾽ αἰθύσσουσα καὶ ἀμφιπλῆγα βοείην

  κυδαίνω Διὸς υἷα, καὶ οὐ Πενθῆα γεραίρω.

  Λύδιά μοι δότε ῥόπτρα: τί μέλλετε, θυιάδες ὧραι;

  ἵξομαι εἰς σκοπέλους, ὅθι Μαινάδες, ἧχι γυναῖκες

  20 ἥλικες ἀγρώσσοντι συναγρώσσουσι Λυαίῳ.

  ζῆλον ἔχω, Λιόνυσε, λεοντοφόνοιο Κυρήνης:

  φείδεό μοι Βρομίοιο, θεημάχε, φείδεο, Πενθεῦ:

  εἰς σκοπέλους ἀκίχητος ἐλεύσομαι, ὄφρα καἰ αὐτὴ

  εὔιον ἀείδουσα χοροίτυπον ἴχνος ἑλίξω:

  25 οὐκέτι βοτρυόεντος ἀναίνομαι ὄργια Βάκχου,

  οὐκέτι Βασσαρίδων στυγέω χορόν: ἀλλὰ καὶ αὐτὴ

  δειμαίνω Διόνυσον, ὃν ἤροσεν ἄφθιτος εὐνή,

  ὃν Διὸς ὑψιμέδοντος ἐχυτλώσαντο κεραυνοί.

  ἔσσομαι ὠκυπέδιλος, ὁμήλυδος ἰοχεαίρης

  30 δίκτυα κουφίζουσα, καὶ οὐ κλωστῆρας Ἀθήνης.’

  ὣς φαμένη πεπότητο νέη σκαίρουσα Μιμαλλών,

  ληναίης μεθέπουσα φιλεύιον ἅλμα χορείης,

  Βάκχον ἀνευάζουσα καἰ ἀείδουσα Θυώνην:

  καὶ Σεμέλην ὑπάτοιο Διὸς κίκλησκε γυναῖκα,

  35 καὶ σέλας εὐφαέων γαμίων ἐλίγαινε κεραυνῶν.

  καὶ χορὸς ὲν σκοπέλοισιν ἔην πολύς: ἀμφὶ δὲ πέτραι

  ἴαχον: ἑπταπύλου δὲ πέδον περιδέδρομε Θήβης

  ἠχὴ ποικιλόμορφος: ὁμογλώσσῳ δ᾽ ἀλαλητῷ

 

‹ Prev