Works of Nonnus
Page 161
305 κοῦρον ἄγοι, γλυκερὴν δὲ τὸ δεύτερον ὁλκάδα λεύσσῃ:
Αἰόλον ᾔτεε μᾶλλον ἀθελγέα: λισσομένῃ δὲ
πείθετο καὶ κατένευσε, καὶ ἀντικέλευθον ἀήτην
πέμψεν, ἵνα πνεύσειε: ποθοβλήτοιο δὲ κούρης
οὐ Βορέης ἀλέγιζε δυσίμερος: ἀλλὰ καὶ αὐταὶ
310 παρθενικῇ κοτέοντο τάχα ζηλήμονες αὖραι,
αἳ τότε νῆα κόμισσαν ἐς Ἀτθίδα. παρθενικήν δὲ
αὐτὸς Ἔρως θάμβησεν, ἀπενθήτῳ δ᾽ ἐνὶ Νάξῳ
εἰσιδέειν ἐδόκησεν ὀδυρομένην Ἀφροδίτην:
ἦν δὲ φαεινοτέρη καὶ ἐν ἄλγεσι, καί μιν ἀνίη
315 ἀχνυμένην κόσμησε: κινυρομένῃ δ᾽ Ἀριάδνῃ
εἴκαθεν εἰς κρίσιν ἦκα φιλομμειδὴς Ἀφροδίτη
ἱμερόεν γελόωσα, καὶ εἴκαθεν ὄμματα Πειθοῦς
καὶ Χαρίτων καὶ Ἔρωτος ἐπήρατα δάκρυσι κούρης.
ὀψὲ δὲ δακρυόεσσα τόσην ἐφθέγξατο φωνήν:
320 ‘Ὕπνος ἐμοὶ γλυκὺς ἦλθεν, ἕως γλυκὺς ᾤχετο Θησεύς:
αἴθε με τερπομένην ἔτι κάλλιπεν: ὑπναλέη δὲ
Κεκροπίην ἐνόησα, καὶ ἔνδοθι Θησέος αὐλῆς
ἁβρὸς ἔην ὑμέναιος ἀειδομένης Ἀριάδνης
καὶ χορός, ἡμετέρη δ᾽ ἐπεκόσμεε τερπομένη χεὶρ
325 εἰαρινοῖς πετάλοισι τεθηλότα βωμὸν Ἐρώτων:
καὶ γάμιον στέφος εἶχον: ἔην δέ μοι ἐγγύθι Θησεὺς
εἵμασι νυμφιδίοισι θυηπολέων Ἀφροδίτῃ.
ὤμοι, ποῖον ὄνειρον ἴδον γλυκύν: ἀλλά με φεύγων
ᾤχετο καλλείψας ἔτι παρθένον: ἵλαθι, Πειθώ:
330 ταῦτά μοι ἀχλυόεσσα γαμοστόλος ὤπασεν ὀρφνή,
καὶ φθονερὴ τάδε πάντα φαεσφόρος ἥρπασεν Ἠώς:
ἐγρομένη δ᾽ οὐχ εὗρον ἐμὸν πόθον: ἦ ῥα καὶ αὐταὶ
εἰκόνες ἀντιτύπων ζηλήμονές εἰσιν Ἐρώτων,
ὅττι τελεσσιγάμων ἀπατήλιον ὄψιν ὀνείρων
335 ἱμερτὴν ἐνόησα, καἰ ἱμερόεις φύγε Θησεύς;
εἰς ἐμὲ καὶ φίλος Ὕπνος ἀνάρσιος: εἴπατε, πέτραι,
εἴπατέ μοι δυσέρωτι: τίς ἥρπασεν ἀστὸν Ἀθήνης;
εἰ Βορέης πνεύσειεν, ἐς Ὠρείθυιαν ἱκάνω:
ἀλλά μοι Ὠρείθυια χολώεται, ὅττι καἰ αὐτὴ
340 αἷμα φέρει Μαραθῶνος, ὅθεν φίλος ἔπλετο Θησεύς.
εἰ Ζέφυρος κλονέει, Ζεφυρηίδι δείξατε νύμφῃ
ἴριδι μητρὶ Πόθοιο βιαζομένην Ἀριάδνην:
εἰ Νότος, εἰ θρασὺς Εὖρος, ἐς ἠριγένειαν ἱκάνω
μεμφομένη ῥοθίων ἀνέμων δυσέρωτι τεκούσῃ.
345 δὸς κενεὴν πάλιν, Ὕπνε, φίλην χάριν, ἶσον ἐκείνῳ
πέμπων ἄλλον ὄνειρον ἐπήρατον, ὄφρα νοήσω
Κύπριδος ὑπναλέης γλυκερὴν ἀπατήλιον εὐνήν:
μοῦνον ἐμοῖς δήθυνον ἐπ᾽ ὄμμασιν, ὄφρα νοήσω
ἄπνοον οἶστρον Ἔρωτος ὀνειρείων ὑμεναίων.
350 εἰ μὲν ἐς Ἀτθίδα γαῖαν, ἐπίκλοπε νυμφίε Θησεῦ,
σὸν πλόον ἐκ Νάξοιο μετήγαγον ἅρπαγες αὖραι,
εἰπέ μοι εἰρομένῃ, καὶ ἐς Αἰόλον αὐτίκα βαίνω
μεμφομένη φθονεροῖσι καὶ οὐχ ὁσίοισιν ἀήταις:
εἰ δέ με τὴν λιπόπατριν ἐρημάδι πάρθετο Νάξῳ,
355 καὶ σέθεν ἀγνώσσοντος ἀμείλιχος ἔπλεε ναύτης,
ἤλιτεν εἰς Θησῆα καὶ εἰς Θέμιν, εἰς Ἀριάδνην:
μηκέτι ναυτίλος οὗτος ἴδοι ποτὲ πομπὸν ἀήτην,
μηδέ μιν ἀσταθέεσσι συνιππεύοντα θυέλλαις
ἵλαος ἀθρήσειε γαληναῖος Μελικέρτης:
360 ἀλλὰ Νότος πνεύσειεν, ὅτε χρέος ἐστὶ Βορῆος:
εὖρον ἴδοι Ζεφύρου κεχρημένος: εἰαρινοὶ δὲ
ποντοπόροις ὅτε πᾶσιν ἐπιπνείουσιν ἀῆται,
χειμερίῃ τότε μοῦνος ὁμιλήσειε θαλάσσῃ.
ἤλιτε ναυτίλος οὗτος ἀθέσμιος: ἀλλὰ καὶ αὐτὴ
365 ἀασάμην ποθέουσα σαόφρονος ἀστὸν Ἀθήνης.
αἴθέ μιν οὐκ ἐπόθησα δυσίμερος: εἰς Παφίην γὰρ
ὁππόσον ἱμερόεις, τόσον ἄγριος ἔπλετο Θησεύς:
οὐ τάδε μοι κατέλεξεν ἐμὸν μίτον εἰσέτι πάλλων:
οὐ τάδε μοι κατέλεξε παρ᾽ ἡμετέρῳ λαβυρίνθῳ.
370 αἴθέ μιν ἔκτανε ταῦρος ἀμείλιχος: ἴσχεο, φωνή,
ἀφροσύνης, μὴ κτεῖνε νέον γλυκύν: ὤμοι Ἐρώτων:
Θησεὺς ἔπλεε μοῦνος ἐς εὐώδινας Ἀθήνας.
οἶδα, πόθεν με λέλοιπε: μιῆς τάχα παρθενικάων
σύμπλοον ἔσχεν ἔρωτα, καὶ ἐν Μαραθῶνι χορεύει
375 εἰς ἑτέρης γάμον ἄλλον, ἐγὼ δ᾽ ἔτι Νάξον ὁδεύω.
παστὸς ἐμὸς πέλε Νάξος, ἐπίκλοπε νυμφίε Θησεῦ:
ὤλεσα καὶ γενέτην καὶ νυμφίον: ὤμοι Ἐρώτων:
οὐχ ὁρόω Μίνωα, καὶ οὐ Θησῆα δοκεύω:
Κνωσσὸν ἐμὴν προλέλοιπα, τεὰς δ᾽ οὐκ εἶδον Ἀθήνας:
380 πατρὸς ἐνοσφίσθην καὶ πατρίδος: ἆ μέγα δειλή,
ἕδνον ἐμῆς φιλότητος ὕδωρ ἁλός: εἰς τίνα φεύγω;
τίς θεὸς ἁρπάξει με καὶ εἰς Μαραθῶνα κομίσσει
Κύπριδι καὶ Θησῆι δικαζομένην Ἀριάδνην;
τίς με λαβὼν κομίσειε δι᾽ οἴδματος; αἴθε καὶ αὐτὴ
385 ἡμετέρης μίτον ἄλλον ἴδω πομπῆα κελεύθου:
τοῖον ἔχειν ἐθέλω καὶ ἐγὼ μίτον, ὥς κεν ἀλύξω
Αἰγαίης ἁλός οἶδμα καὶ εἰς Μαραθῶνα περήσω,
ὄφρα περιπτύξω σε, καὶ εἰ στυγέεις Ἀριάδνην,
ὄφρα περιπτύξω σε τὸν ὁρκαπάτην παρακοίτ�
�ν.
390 δέξό με σῶν λεχέων θαλαμηπόλον, ἢν ἐθελήσῃς:
καὶ στορέσω σέο λέκτρα... μετὰ Κρήτην Ἀριάδνη,
οἷά τε ληισθεῖσα: καὶ ὀλβίστῃ σέο νύμφῃ
τλήσομαι, ὡς θεράπαινα, πολύκροτον ἱστὸν ὑφαίνειν
καὶ φθονεροῖς ὤμοισιν ἀήθεα κάλπιν ἀείρειν,
395 καὶ γλυκερῷ Θησῆι φέρειν ἐπιδόρπιον ὕδωρ:
μοῦνον ἴδω Θησῆα: καὶ ἡμετέρη ποτὲ μήτηρ
ἀγρονόμοις θήτευε, καὶ αὐχένα κάμψε νομῆι,
βοσκομένῳ δ᾽ ὀάριζεν ἀφωνήτῳ τινὶ ταύρῳ,
καὶ βοῒ ταῦρον ἔτικτε: μελιζομένου δὲ βοτῆρος
400 πηκτίδος οὐ πόθον ἔσχεν, ὅσον μυκηθμὸν ἀκούειν.
οὐ μὲν ἐγὼ ψαύσαιμι καλαύροπος, οὐ παρὰ φάτνῃ
στήσομαι: ἡμετέρης δὲ παρέσσομαι ἐγγὺς ἀνάσσης
φθεγγομένῳ Θησῆι, καὶ οὐ μυκηθμὸν ἀκούσω:
καὶ τεὸν ἱμερόεντα γάμων ὑμέναιον ἀείσω
405 ζῆλον ὑποκλέπτουσα νεοζυγέος σέο νύμφης.
στῆσον Ναξιάδεσσι παρ᾽ ᾐόσι ποντοπορεύων,
στῆσον ἐμοὶ σέο νῆα: τί, ναυτίλε, καὶ σὺ χαλέπτεις;
ὣς ἄρα καὶ σὺ πέλεις Μαραθώνιος: εἰ μὲν ἱκάνεις
εἰς ἐρατήν σέο γαῖαν, ὅπῃ δόμος ἐστὶν Ἐρώτων,
410 δέξό με δειλαίην, ἵνα Κέκροπος ἄστυ νοήσω:
εἰ δέ με καλλείψεις καί, ἀμείλιχε, ποντοπορεύεις,
εἰπὲ τεῷ Θησῆι κινυρομένην Ἀριάδνην,
μεμφομένην ἀτέλεστον ἐπίκλοπον ὅρκον Ἐρώτων.
οἶδα, πόθεν Θησῆος ὑπόσχεσιν ἠπεροπῆος
415 θῆκεν Ἔρως βαρύμηνις ἀνήνυτον: ἀντὶ γάρ Ἥρης,
ἣν Ζυγίην καλέουσιν, ἀπειρογάμοιο θεαίνης
ὤμοσεν ἀχράντοιο γαμήλιον ὅρκον Ἀθήνης:
Παλλάδος ὅρκον ὄμοσσε: τί Παλλάδι καὶ Κυθερείῃ;’
τοῖα κινυρομένης ἐπετέρπετο Βάκχος ἀκούων:
420 Κεκροπίην δ᾽ ἐνόησε καὶ οὔνομα Θησέος ἔγνω
καὶ στόλον ἐκ Κρήτης ἀπατήλιον: ἄγχι δὲ κούρης
ἔνθεον εἶδος ἔχων ἀμαρύσσετο: παρθενικὴν δὲ
φέρτερον εἰς πόθον ἄλλον ἐμάστιε κέντορι κεστῷ
θοῦρος Ἔρως περίφοιτος, ὅπως Μινωίδα κούρην
425 πειθομένην ζεύξειε κασιγνήτῳ Διονύσῳ.
καὶ κινυρὴν δυσέρωτα παρηγορέων Ἀριάδνην
τοῖον ἔπος φάτο Βάκχος ἐῇ φρενοθελγέι φωνῇ:
‘Παρθένε, τί στενάχεις ἀπατήλιον ἀστὸν Ἀθήνης;
μνῆστιν ἔα Θησῆος: ἔχεις Διόνυσον ἀκοίτην,
430 ἀντὶ μινυνθαδίου πόσιν ἄφθιτον: εἰ δέ σε τέρπει
ἥλικος ἠιθέου βρότεον δέμας, οὔ ποτε Θησεὺς
εἰς ἀρετὴν καὶ κάλλος ἐριδμαίνει Διονύσῳ.
ἀλλ᾽ ἐρέεις: ᾿ ναετῆρα πεδοσκαφέος λαβυρίνθου
δισσοφυῆ φοίνιξεν ὁμόζυγον ἀνέρα ταύρᾠ:
435 οἶδας ἀοσσητῆρα τεὸν μίτον: οὐ γὰρ ἀγῶνα
εὗρεν ἀεθλεύειν κορυνηφόρος ἀστὸς Ἀθήνης,
εἰ μὴ θῆλυς ἄμυνε ῥοδόχροος: οὔ σε διδάξω
καὶ Παφίην καὶ Ἔρωτα καὶ ἠλακάτην Ἀριάδνης.
αἰθέρος οὐκ ἐρέεις ὅτι μείζονές εἰσιν Ἀθῆναι:
440 οὐ Διὶ παμμεδέοντι πανείκελος ἔπλετο Μίνως,
σὸς γενέτης: οὐ Κνωσσὸς ὁμοίιός ἐστιν Ὀλύμπῳ.
οὐδὲ μάτην στόλος οὗτος ἐμῆς ἀπεβήσατο Νάξου,
ἀλλὰ Πόθος σε φύλαξεν ἀρειοτέροις ὑμεναίοις:
ὀλβίη, ὅττι λιποῦσα χερείονα Θησέος εὐνὴν
445 δέμνιον ἱμερόεντος ἐσαθρήσεις Διονύσου.
τί πλέον ἤθελες εὖχος ὑπέρτερον; ἀμφότερον γὰρ
οὐρανὸν οἶκον ἔχεις, ἑκυρὸς δέ σοί ἐστι Κρονίων.
οὔ σοι Κασσιέπεια δυνήσεται ἰσοφαρίζειν
παιδὸς ἑῆς διὰ κόσμον Ὀλύμπιον: αἰθερίους γὰρ
450 δεσμοὺς Ἀνδρομέδῃ καὶ ἐν ἄστρασιν ὤπασε Περσεύς:
ἀλλά σοι ἀστερόεν τελέσω στέφος, ὥς κεν ἀκούσῃς
εὐνέτις αἰγλήεσσα φιλοστεφάνου Διονύσου.’
εἶπε παρηγορέων: καὶ ἐπάλλετο χάρματι κούρη
μνῆστιν ὅλην Θησῆος ἀπορρίψασα θαλάσσῃ,
455 οὐρανίου μνηστῆρος ὑποσχεσίην ὑμεναίων
δεξαμένη. καὶ παστὸν Ἔρως ἐπεκόσμεε Βάκχῳ:
καὶ χορὸς ἐσμαράγησε γαμήλιος: ἀμφὶ δὲ παστῷ
ἄνθεα πάντα τέθηλε: καὶ εἰαρινοῖσι πετήλοις
Νάξον ἐκυκλώσαντο χορίτιδες Ὀρχομενοῖο:
460 καὶ θαλάμους ἐλίγαινεν Ἁμαδρυάς, ἀμφὶ δὲ πηγαῖς
νηιὰς ἀκρήδεμνος ἀσάμβαλος ᾔνεσε Νύμφη
δαίμονι βοτρυόεντι συναπτομένην Ἀριάδνην:
Ὀρτυγίη δ᾽ ὀλόλυζε, πολισσούχοιο δὲ Φοίβου
γνωτῷ νυμφίον ὕμνον ἀνακρούουσα Λυαίῳ
465 εἰς χορὸν ἐσκίρτησε καὶ ἀστυφέλικτος ἐοῦσα.
πορφυρέοις δὲ ῥόδοισι περίτροχον ἄνθος ἐρέπτων
μάντις Ἔρως πυρόεις στέφος ἔπλεκε, σύγχροον ἄστρων,
οὐρανίου Στεφάνοιο προάγγελον: ἀμφὶ νύμφης
Ναξιάδος σκίρτησε γαμοστόλος ἐσμὸς Ἐρώτων.
470 καὶ ζυγίοις θαλάμοισιν ὁμιλήσας ὑμεναίοις
Χρυσοπάτωρ πολύπαιδα γονὴν ἔσπειρεν ἀκοίτης.
καὶ δολιχὴν πολιοῖο χρόνου στροφάλιγγα κυλίνδων
μητέρος εὐώδινος ἑῆς ἐμνήσατο Ῥείης:
καὶ Χαρίτων πλήθουσαν ἀμεμφέα Νάξον ἐάσας
475 Ἑλλάδος ἄστεα πάντα μετήιεν: �
�πποβότου δὲ
Ἄργεος ἐγγὺς ἵκανε, καὶ εἰ λάχεν Ἴναχον Ἥρη.
οἱ δέ μιν οὐκ ἐδέχοντο, χοροπλεκέας δὲ γυναῖκας
καὶ Σατύρους ἐδίωκον, ἀπηρνήσαντο δὲ θύρσους,
μή ποτε δηλήσαιτο Πελασγικὸν ἕδρανον Ἥρη
480 ζηλήμων, βαρύμηνις ἐπιβρίθουσα Λυαίῳ:
Σειληνοὺς δὲ γέροντας ἐρήτυον. ἀχνύμενος δὲ
Ἰναχίδας Διόνυσος ὅλας οἴστρησε γυναῖκας:
μυκηθμῷ δ᾽ ἀλάλαζον Ἀχαιίδες: ἀντομένοις δὲ
ἔχραον ὲν τριόδοισιν: ἐπὶ σφετέροισι δὲ δειλαὶ
485 ἀρτιτόκοις βρεφέεσσιν ἐπωξύνοντο μαχαίρας,
ὦν ἡ μὲν ξίφος εἷλκε καὶ ἔκτανεν υἱέα μήτηρ,
ἄλλη δὲ τριέτηρον ἀπηλοίησε γενέθλην,
καί τις ἀνηκόντιζεν ἐς ἠέρα κοῦρον ἀλήτην
εἰσέτι μαστεύοντα φίλον γλάγος: ὀλλυμένων δὲ
490 Ἴναχος ἀρτιτόκων βρεφέων ἐπεμαίνετο πότμῳ:
μήτηρ δ᾽ ἔκτανεν υἷα, καὶ οὐ πόθος ἔπλετο μαζῶν
παιδοκόμων, οὐ μνῆστις ἀναγκαίου τοκετοῖο:
Ἀστερίων δ᾽ , ὅθι πολλὰ θαλύσια μείζονος ἤβης
ἠιθέων κείροντο λιπότριχος ἄνθεα κόρσης,
495 αὐτοὺς παῖδας ἔδεκτο καὶ οὐκέτι βόστρυχα χαίτης.
καί τις ἰδών τινα λάτριν ἐπερχομένοιο Λυαίου
τοῖον ἔπος κατέλεξε Πελασγίδας ἀστὸς ἀρούρης:
‘Οὗτος ὁ βότρυν ἔχων, διφυὲς γένος: ἄξιον Ἥρης
Αργος ἔχει Περσῆα καὶ οὐ χατέει Διονύσου:
500 ἄλλον ἔχω Διὸς υἷα καὶ οὐ Βάκχοιο χατίζω.
ποσσὶ πολυσκάρθμοισι πατεῖ Διόνυσος ὀπώρην: