by Aristophanes
Νέκρος
πόσ᾽ ἄττα;
Διόνυσος
ταυτί.
Νέκρος
δύο δραχμὰς μισθὸν τελεῖς;
Διόνυσος
μὰ Δί᾽ ἀλλ᾽ ἔλαττον.
Νέκρος
ὑπάγεθ᾽ ὑμεῖς τῆς ὁδοῦ.
Διόνυσος
175 ἀνάμεινον ὦ δαιμόνι᾽, ἐὰν ξυμβῶ τί σοι.
Νέκρος
εἰ μὴ καταθήσεις δύο δραχμάς, μὴ διαλέγου.
Διόνυσος
λάβ᾽ ἐννέ᾽ ὀβολούς.
Νέκρος
ἀναβιοίην νυν πάλιν.
Ξανθίας
ὡς σεμνὸς ὁ κατάρατος: οὐκ οἰμώξεται;
ἐγὼ βαδιοῦμαι.
Διόνυσος
χρηστὸς εἶ καὶ γεννάδας.
180 χωρῶμεν ἐπὶ τὸ πλοῖον.
Χάρων
ὠὸπ παραβαλοῦ.
Ξανθίας
τουτὶ τί ἔστι;
Διόνυσος
τοῦτο; λίμνη νὴ Δία
αὕτη ‘στὶν ἣν ἔφραζε, καὶ πλοῖόν γ᾽ ὁρῶ.
Ξανθίας
νὴ τὸν Ποσειδῶ κἄστι γ᾽ ὁ Χάρων οὑτοσί.
Διόνυσος
χαῖρ᾽ ὦ Χάρων, χαῖρ᾽ ὦ Χάρων, χαῖρ᾽ ὦ Χάρων.
Χάρων
185 τίς εἰς ἀναπαύλας ἐκ κακῶν καὶ πραγμάτων;
τίς ἐς τὸ Λήθης πεδίον, ἢ σ᾽ Ὄνου πόκας,
ἢ σ᾽ Κερβερίους, ἢ σ᾽ κόρακας, ἢ ‘πὶ Ταίναρον;
Διόνυσος
ἐγώ.
Χάρων
ταχέως ἔμβαινε.
Διόνυσος
ποῖ σχήσειν δοκεῖς;
ἐς κόρακας ὄντως;
Χάρων
ναὶ μὰ Δία σοῦ γ᾽ οὕνεκα.
190 ἔσβαινε δή.
Διόνυσος
παῖ δεῦρο.
Χάρων
δοῦλον οὐκ ἄγω,
εἰ μὴ νεναυμάχηκε τὴν περὶ τῶν κρεῶν.
Ξανθίας
μὰ τὸν Δί᾽ οὐ γὰρ ἀλλ᾽ ἔτυχον ὀφθαλμιῶν.
Χάρων
οὔκουν περιθρέξει δῆτα τὴν λίμνην κύκλῳ;
Ξανθίας
ποῦ δῆτ᾽ ἀναμενῶ;
Χάρων
παρὰ τὸν Αὑαίνου λίθον
195 ἐπὶ ταῖς ἀναπαύλαις.
Διόνυσος
μανθάνεις;
Ξανθίας
πάνυ μανθάνω.
οἴμοι κακοδαίμων, τῷ ξυνέτυχον ἐξιών;
Χάρων
κάθιζ᾽ ἐπὶ κώπην. εἴ τις ἔτι πλεῖ, σπευδέτω.
οὗτος τί ποιεῖς;
Διόνυσος
ὅ τι ποιῶ; τί δ᾽ ἄλλο γ᾽ ἢ
ἵζω ‘πὶ κώπην, οὗπερ ἐκέλευές με σύ;
Χάρων
οὔκουν καθεδεῖ δῆτ᾽ ἐνθαδὶ γάστρων;
Διόνυσος
ἰδού.
Χάρων
οὔκουν προβαλεῖ τὼ χεῖρε κἀκτενεῖς;
Διόνυσος
ἰδού.
Χάρων
οὐ μὴ φλυαρήσεις ἔχων ἀλλ᾽ ἀντιβὰς
ἐλᾷς προθύμως;
Διόνυσος
κᾆτα πῶς δυνήσομαι
ἄπειρος ἀθαλάττωτος ἀσαλαμίνιος
ὢν εἶτ᾽ ἐλαύνειν;
Χάρων
ῥᾷστ᾽: ἀκούσει γὰρ μέλη
κάλλιστ᾽, ἐπειδὰν ἐμβάλῃς ἅπαξ,
Διόνυσος
τίνων;
Χάρων
βατράχων κύκνων θαυμαστά.
Διόνυσος
κατακέλευε δή.
Χάρων
ὦ ὀπὸπ ὦ ὀπόπ.
Βάτραχοι
βρεκεκεκὲξ κοὰξ κοάξ,
210 βρεκεκεκὲξ κοὰξ κοάξ.
λιμναῖα κρηνῶν τέκνα,
ξύναυλον ὕμνων βοὰν
φθεγξώμεθ᾽, εὔγηρυν ἐμὰν ἀοιδάν,
κοὰξ κοάξ,
215 ἣν ἀμφὶ Νυσήιον
Διὸς Διόνυσον ἐν
Λίμναισιν ἰαχήσαμεν,
ἡνίχ᾽ ὁ κραιπαλόκωμος
τοῖς ἱεροῖσι Χύτροισι
χωρεῖ κατ᾽ ἐμὸν τέμενος λαῶν ὄχλος.
220 βρεκεκεκὲξ κοὰξ κοάξ.
Διόνυσος
ἐγὼ δέ γ᾽ ἀλγεῖν ἄρχομαι
τὸν ὄρρον ὦ κοὰξ κοάξ:
ὑμῖν δ᾽ ἴσως οὐδὲν μέλει.
Βάτραχοι
225 βρεκεκεκὲξ κοὰξ κοάξ.
Διόνυσος
ἀλλ᾽ ἐξόλοισθ᾽ αὐτῷ κοάξ:
οὐδὲν γάρ ἐστ᾽ ἀλλ᾽ ἢ κοάξ.
Βάτραχοι
εἰκότως γ᾽ ὦ πολλὰ πράττων.
ἐμὲ γὰρ ἔστερξαν εὔλυροί τε Μοῦσαι
230 καὶ κεροβάτας Πὰν ὁ καλαμόφθογγα παίζων:
προσεπιτέρπεται δ᾽ ὁ φορμικτὰς Ἀπόλλων,
ἕνεκα δόνακος, ὃν ὑπολύριον
ἔνυδρον ἐν λίμναις τρέφω.
235 βρεκεκεκὲξ κοάξ κοάξ.
Διόνυσος
ἐγὼ δὲ φλυκταίνας γ᾽ ἔχω,
χὠ πρωκτὸς ἰδίει πάλαι,
κᾆτ᾽ αὐτίκ᾽ ἐκκύψας ἐρεῖ —
Βάτραχοι
βρεκεκεκὲξ κοὰξ κοάξ.
Διόνυσος
240 ἀλλ᾽ ὦ φιλῳδὸν γένος
παύσασθε.
Βάτραχοι
μᾶλλον μὲν οὖν
φθεγξόμεσθ᾽, εἰ δή ποτ᾽ εὐηλίοις
ἐν ἁμέραισιν
ἡλάμεσθα διὰ κυπείρου
καὶ φλέω, χαίροντες ᾠδῆς
245 πολυκολύμβοισι μέλεσιν,
ἢ Διὸς φεύγοντες ὄμβρον
ἔνυδρον ἐν βυθῷ χορείαν
αἰόλαν ἐφθεγξάμεσθα
πομφολυγοπαφλάσμασιν.
Διόνυσος
βρεκεκεκὲξ κοὰξ κοάξ.
τουτὶ παρ᾽ ὑμῶν λαμβάνω.
Βάτραχοι
δεινά τἄρα πεισόμεσθα.
Διόνυσος
δεινότερα δ᾽ ἔγωγ᾽, ἐλαύνων
255 εἰ διαρραγήσομαι.
Βάτραχοι
βρεκεκεκὲξ κοὰξ κοάξ.
Διόνυσος
 
; οἰμώζετ᾽: οὐ γάρ μοι μέλει.
Βάτραχοι
ἀλλὰ μὴν κεκραξόμεσθά γ᾽
ὁπόσον ἡ φάρυξ ἂν ἡμῶν
260 χανδάνῃ δι᾽ ἡμέρας.
Διόνυσος
βρεκεκεκὲξ κοὰξ κοάξ.
τούτῳ γὰρ οὐ νικήσετε.
Βάτραχοι
οὐδὲ μὴν ἡμᾶς σὺ πάντως.
Διόνυσος
οὐδὲ μὴν ὑμεῖς γ᾽ ἐμὲ
οὐδέποτε: κεκράξομαι γὰρ
265 κἂν δέῃ δι᾽ ἡμέρας
βρεκεκεκὲξ κοὰξ κοάξ,
ἕως ἂν ὑμῶν ἐπικρατήσω τῷ κοάξ,
βρεκεκεκὲξ κοὰξ κοάξ.
Διόνυσος
ἔμελλον ἄρα παύσειν ποθ᾽ ὑμᾶς τοῦ κοάξ.
Χάρων
ὢ παῦε παῦε, παραβαλοῦ τὼ κωπίω,
270 ἔκβαιν᾽, ἀπόδος τὸν ναῦλον.
Διόνυσος
ἔχε δὴ τὠβολώ.
ὁ Ξανθίας. ποῦ Ξανθίας; ἦ Ξανθία.
Ξανθίας
ἰαῦ.
Διόνυσος
βάδιζε δεῦρο.
Ξανθίας
χαῖρ᾽ ὦ δέσποτα.
Διόνυσος
τί ἔστι τἀνταυθοῖ;
Ξανθίας
σκότος καὶ βόρβορος.
Διόνυσος
κατεῖδες οὖν που τοὺς πατραλοίας αὐτόθι
275 καὶ τοὺς ἐπιόρκους, οὓς ἔλεγεν ἡμῖν;
Ξανθίας
σὺ δ᾽ οὔ;
Διόνυσος
νὴ τὸν Ποσειδῶ ‘γωγε, καὶ νυνί γ᾽ ὁρῶ.
ἄγε δὴ τί δρῶμεν;
Ξανθίας
προϊέναι βέλτιστα νῷν,
ὡς οὗτος ὁ τόπος ἐστὶν οὗ τὰ θηρία
τὰ δείν᾽ ἔφασκ᾽ ἐκεῖνος.
Διόνυσος
ὡς οἰμώξεται.
280 ἠλαζονεύεθ᾽ ἵνα φοβηθείην ἐγώ,
εἰδώς με μάχιμον ὄντα φιλοτιμούμενος.
οὐδὲν γὰρ οὕτω γαῦρόν ἐσθ᾽ ὡς Ἡρακλῆς.
ἐγὼ δέ γ᾽ εὐξαίμην ἂν ἐντυχεῖν τινι
λαβεῖν τ᾽ ἀγώνισμ᾽ ἄξιόν τι τῆς ὁδοῦ.
Ξανθίας
285 νὴ τὸν Δία καὶ μὴν αἰσθάνομαι ψόφου τινός.
Διόνυσος
ποῦ ποῦ ‘στιν;
Ξανθίας
ἐξόπισθεν.
Διόνυσος
ἐξόπισθ᾽ ἴθι.
Ξανθίας
ἀλλ᾽ ἐστὶν ἐν τῷ πρόσθε.
Διόνυσος
πρόσθε νυν ἴθι.
Ξανθίας
καὶ μὴν ὁρῶ νὴ τὸν Δία θηρίον μέγα.
Διόνυσος
ποῖόν τι;
Ξανθίας
δεινόν: παντοδαπὸν γοῦν γίγνεται
290 τοτὲ μέν γε βοῦς, νυνὶ δ᾽ ὀρεύς, τοτὲ δ᾽ αὖ γυνὴ
ὡραιοτάτη τις.
Διόνυσος
ποῦ ‘στι; φέρ᾽ ἐπ᾽ αὐτὴν ἴω.
Ξανθίας
ἀλλ᾽ οὐκέτ᾽ αὖ γυνή ‘στιν, ἀλλ᾽ ἤδη κύων.
Διόνυσος
Ἔμπουσα τοίνυν ἐστί.
Ξανθίας
πυρὶ γοῦν λάμπεται
ἅπαν τὸ πρόσωπον.
Διόνυσος
καὶ σκέλος χαλκοῦν ἔχει;
Ξανθίας
295 νὴ τὸν Ποσειδῶ, καὶ βολίτινον θάτερον,
σάφ᾽ ἴσθι.
Διόνυσος
ποῖ δῆτ᾽ ἂν τραποίμην;
Ξανθίας
ποῖ δ᾽ ἐγώ;
Διόνυσος
ἱερεῦ διαφύλαξόν μ᾽, ἵν᾽ ὦ σοι ξυμπότης.
Ξανθίας
ἀπολούμεθ᾽ ὦναξ Ἡράκλεις.
Διόνυσος
οὐ μὴ καλεῖς μ᾽
ὦνθρωφ᾽, ἱκετεύω, μηδὲ κατερεῖς τοὔνομα.
Ξανθίας
300 Διόνυσε τοίνυν.
Διόνυσος
τοῦτό γ᾽ ἧττον θατέρου.
ἴθ᾽ ᾗπερ ἔρχει.
Ξανθίας
δεῦρο δεῦρ᾽ ὦ δέσποτα.
Διόνυσος
τί δ᾽ ἔστι;
Ξανθίας
θάρρει: πάντ᾽ ἀγαθὰ πεπράγαμεν,
ἔξεστί θ᾽ ὥσπερ Ἡγέλοχος ἡμῖν λέγειν,
‘ἐκ κυμάτων γὰρ αὖθις αὖ γαλῆν ὁρῶ.’
305 ἥμπουσα φρούδη.
Διόνυσος
κατόμοσον.
Ξανθίας
νὴ τὸν Δία.
Διόνυσος
καὖθις κατόμοσον.
Ξανθίας
νὴ Δί᾽.
Διόνυσος
ὄμοσον.
Ξανθίας
νὴ Δία.
Διόνυσος
οἴμοι τάλας, ὡς ὠχρίασ᾽ αὐτὴν ἰδών.
Ξανθίας
ὁδὶ δὲ δείσας ὑπερεπυρρίασέ σου.
Διόνυσος
οἴμοι, πόθεν μοι τὰ κακὰ ταυτὶ προσέπεσεν;
310 τίν᾽ αἰτιάσομαι θεῶν μ᾽ ἀπολλύναι;
Ξανθίας
αἰθέρα Διὸς δωμάτιον ἢ χρόνου πόδα;
αὐλεῖ τις ἔνδοθεν)
Διόνυσος
οὗτος.
Ξανθίας
τί ἔστιν;
Διόνυσος
οὐ κατήκουσας;
Ξανθίας
τίνος;
Διόνυσος
αὐλῶν πνοῆς.
Ξανθίας
ἔγωγε, καὶ δᾴδων γέ με
αὔρα τις εἰσέπνευσε μυστικωτάτη.
Διόνυσος
315 ἀλλ᾽ ἠρεμὶ πτήξαντες ἀκροασώμεθα.
Χορός
Ἴακχ᾽ ὦ Ἴακχε.
Ἴακχ᾽ ὦ Ἴακχε.
Ξανθίας
τοῦτ᾽ ἔστ᾽ ἐκεῖν᾽ ὦ δέσποθ᾽: οἱ μεμυημένοι
ἐνταῦθά που παίζουσιν, οὓς ἔφραζε νῷν.
320 ᾁδουσι γοῦν τὸν Ἴακχον ὅνπερ Διαγόρας.
Διόνυσος
κἀμοὶ δοκοῦσιν. ἡσυχίαν τοίνυν ἄγειν
βέλτιστόν ἐσθ᾽, ἕως ἂν εἰδῶμεν σαφῶς.
Χορός
Ἴακχ᾽ ὦ πολυτίμητ᾽ ἐν ἕδραις ἐνθάδε ναίων,
325 Ἴακχ᾽ ὦ Ἴακχε,
ἐ
λθὲ τόνδ᾽ ἀνὰ λειμῶνα χορεύσων
ὁσίους ἐς θιασώτας,
πολύκαρπον μὲν τινάσσων
περὶ κρατὶ σῷ βρύοντα
330 στέφανον μύρτων, θρασεῖ δ᾽ ἐγκατακρούων
ποδὶ τὰν ἀκόλαστον
φιλοπαίγμονα τιμάν,
335 χαρίτων πλεῖστον ἔχουσαν μέρος, ἁγνάν, ἱερὰν
ὁσίοις μύσταις χορείαν. Ξανθίας
ὦ πότνια πολυτίμητε Δήμητρος κόρη,
ὡς ἡδύ μοι προσέπνευσε χοιρείων κρεῶν.
Διόνυσος
οὔκουν ἀτρέμ᾽ ἕξεις, ἤν τι καὶ χορδῆς λάβῃς;
Χορός
†ἔγειρε φλογέας λαμπάδας ἐν χερσὶ γὰρ ἥκει τινάσσων†,
Ἴακχ᾽ ὦ Ἴακχε,
νυκτέρου τελετῆς φωσφόρος ἀστήρ.
φλογὶ φέγγεται δὲ λειμών:
345 γόνυ πάλλεται γερόντων:
ἀποσείονται δὲ λύπας
χρονίους τ᾽ ἐτῶν παλαιῶν ἐνιαυτοὺς
350 ἱερᾶς ὑπὸ τιμᾶς.
σὺ δὲ λαμπάδι † φλέγων†
προβάδην ἔξαγ᾽ ἐπ᾽ ἀνθηρὸν ἕλειον δάπεδον
χοροποιὸν μάκαρ ἥβαν. Χορός
εὐφημεῖν χρὴ κἀξίστασθαι τοῖς ἡμετέροισι χοροῖσιν,
355 ὅστις ἄπειρος τοιῶνδε λόγων ἢ γνώμῃ μὴ καθαρεύει,
ἢ γενναίων ὄργια Μουσῶν μήτ᾽ εἶδεν μήτ᾽ ἐχόρευσεν,
μηδὲ Κρατίνου τοῦ ταυροφάγου γλώττης Βακχεῖ᾽ ἐτελέσθη,
ἢ βωμολόχοις ἔπεσιν χαίρει μὴ ν᾽ καιρῷ τοῦτο ποιοῦσιν,
ἢ στάσιν ἐχθρὰν μὴ καταλύει μηδ᾽ εὔκολός ἐστι πολίταις,
360 ἀλλ᾽ ἀνεγείρει καὶ ῥιπίζει κερδῶν ἰδίων ἐπιθυμῶν,
ἢ τῆς πόλεως χειμαζομένης ἄρχων καταδωροδοκεῖται,
ἢ προδίδωσιν φρούριον ἢ ναῦς, ἢ τἀπόρρητ᾽ ἀποπέμπει
ἐξ Αἰγίνης Θωρυκίων ὢν εἰκοστολόγος κακοδαίμων,
ἀσκώματα καὶ λίνα καὶ πίτταν διαπέμπων εἰς Ἐπίδαυρον,
365 ἢ χρήματα ταῖς τῶν ἀντιπάλων ναυσὶν παρέχειν τινὰ πείθει,
ἢ κατατιλᾷ τῶν Ἑκαταίων κυκλίοισι χοροῖσιν ὑπᾴδων,
ἢ τοὺς μισθοὺς τῶν ποιητῶν ῥήτωρ ὢν εἶτ᾽ ἀποτρώγει,