Book Read Free

Delphi Complete Works of Aristophanes (Illustrated) (Delphi Ancient Classics)

Page 112

by Aristophanes


  κωμῳδηθεὶς ἐν ταῖς πατρίοις τελεταῖς ταῖς τοῦ Διονύσου:

  τούτοις αὐδῶ καὖθις ἀπαυδῶ καὖθις τὸ τρίτον μάλ᾽ ἀπαυδῶ

  370 ἐξίστασθαι μύσταισι χοροῖς: ὑμεῖς δ᾽ ἀνεγείρετε μολπὴν

  καὶ παννυχίδας τὰς ἡμετέρας αἳ τῇδε πρέπουσιν ἑορτῇ. Χορός

  χώρει νυν πᾶς ἀνδρείως

  ἐς τοὺς εὐανθεῖς κόλπους

  λειμώνων ἐγκρούων

  375 κἀπισκώπτων

  καὶ παίζων καὶ χλευάζων,

  ἠρίστηται δ᾽ ἐξαρκούντως. Χορός

  ἀλλ᾽ ἔμβα χὤπως ἀρεῖς

  τὴν Σώτειραν γενναίως

  380 τῇ φωνῇ μολπάζων,

  ἣ τὴν χώραν

  σῴζειν φήσ᾽ ἐς τὰς ὥρας,

  κἂν Θωρυκίων μὴ βούληται. Χορός

  ἄγε νυν ἑτέραν ὕμνων ἰδέαν τὴν καρποφόρον βασίλειαν

  Δήμητρα θεὰν ἐπικοσμοῦντες ζαθέαις μολπαῖς κελαδεῖτε. Χορός

  Δήμητερ ἁγνῶν ὀργίων

  ἄνασσα συμπαραστάτει,

  καὶ σῷζε τὸν σαυτῆς χορόν,

  καί μ᾽ ἀσφαλῶς πανήμερον

  390 παῖσαί τε καὶ χορεῦσαι: Χορός

  καὶ πολλὰ μὲν γέλοιά μ᾽ εἰ-

  πεῖν, πολλὰ δὲ σπουδαῖα, καὶ

  τῆς σῆς ἑορτῆς ἀξίως

  παίσαντα καὶ σκώψαντα νικήσαντα

  395 ταινιοῦσθαι. Χορός

  ἄγ᾽ εἶα

  νῦν καὶ τὸν ὡραῖον θεὸν παρακαλεῖτε δεῦρο

  ᾠδαῖσι, τὸν ξυνέμπορον τῆσδε τῆς χορείας.

  Χορός

  Ἴακχε πολυτίμητε, μέλος ἑορτῆς

  400 ἥδιστον εὑρών, δεῦρο συνακολούθει

  πρὸς τὴν θεὸν

  καὶ δεῖξον ὡς ἄνευ πόνου

  πολλὴν ὁδὸν περαίνεις.

  Ἴακχε φιλοχορευτὰ συμπρόπεμπέ με.

  Χορός

  σὺ γὰρ κατεσχίσω μὲν ἐπὶ γέλωτι

  κἀπ᾽ εὐτελείᾳ τόδε τὸ σανδαλίσκον

  καὶ τὸ ῥάκος,

  κἀξηῦρες ὥστ᾽ ἀζημίους

  παίζειν τε καὶ χορεύειν.

  410 Ἴακχε φιλοχορευτὰ συμπρόπεμπέ με. Χορός

  καὶ γὰρ παραβλέψας τι μειρακίσκης

  νῦν δὴ κατεῖδον καὶ μάλ᾽ εὐπροσώπου

  συμπαιστρίας

  χιτωνίου παραρραγέν-

  415 τος τιτθίον προκύψαν.

  Ἴακχε φιλοχορευτὰ συμπρόπεμπέ με. Διόνυσος

  ἐγὼ δ᾽ ἀεί πως φιλακόλου-

  θός εἰμι καὶ μετ᾽ αὐτῆς

  παίζων χορεύειν βούλομαι.

  Ξανθίας

  κἄγωγε πρός.

  Χορός

  βούλεσθε δῆτα κοινῇ

  σκώψωμεν Ἀρχέδημον;

  ὃς ἑπτέτης ὢν οὐκ ἔφυσε φράτερας. Χορός

  νυνὶ δὲ δημαγωγεῖ

  ἐν τοῖς ἄνω νεκροῖσι,

  425 κἀστὶν τὰ πρῶτα τῆς ἐκεῖ μοχθηρίας. Χορός

  τὸν Κλεισθένους δ᾽ ἀκούω

  ἐν ταῖς ταφαῖσι πρωκτὸν

  τίλλειν ἑαυτοῦ καὶ σπαράττειν τὰς γνάθους: Χορός

  κἀκόπτετ᾽ ἐγκεκυφώς,

  430 κἄκλαε κἀκεκράγει

  Σεβῖνον ὅστις ἐστὶν ἁναφλύστιος. Χορός

  καὶ Καλλίαν γέ φασι

  τοῦτον τὸν Ἱπποβίνου

  κύσθου λεοντῆν ναυμαχεῖν ἐνημμένον. Διόνυσος

  435 ἔχοιτ᾽ ἂν οὖν φράσαι νῷν

  Πλούτων᾽ ὅπου ‘νθάδ᾽ οἰκεῖ;

  ξένω γάρ ἐσμεν ἀρτίως ἀφιγμένω. Χορός

  μηδὲν μακρὰν ἀπέλθῃς,

  μηδ᾽ αὖθις ἐπανέρῃ με,

  440 ἀλλ᾽ ἴσθ᾽ ἐπ᾽ αὐτὴν θύραν ἀφιγμένος.

  Διόνυσος

  αἴροι᾽ ἂν αὖθις ὦ παῖ.

  Ξανθίας

  τουτὶ τί ἦν τὸ πρᾶγμα;

  ἀλλ᾽ ἢ Διὸς Κόρινθος ἐν τοῖς στρώμασιν.

  Χορός

  χωρεῖτε

  445 νῦν ἱερὸν ἀνὰ κύκλον θεᾶς, ἀνθοφόρον ἀν᾽ ἄλσος

  παίζοντες οἷς μετουσία θεοφιλοῦς ἑορτῆς:

  ἐγὼ δὲ σὺν ταῖσιν κόραις εἶμι καὶ γυναιξίν,

  οὗ παννυχίζουσιν θεᾷ, φέγγος ἱερὸν οἴσων.

  Χορός

  χωρῶμεν ἐς πολυρρόδους

  450 λειμῶνας ἀνθεμώδεις,

  τὸν ἡμέτερον τρόπον

  τὸν καλλιχορώτατον

  παίζοντες, ὃν ὄλβιαι

  Μοῖραι ξυνάγουσιν.

  Χορός

  455 μόνοις γὰρ ἡμῖν ἥλιος

  καὶ φέγγος ἱλαρόν ἐστιν,

  ὅσοι μεμυήμεθ᾽ εὐ-

  σεβῆ τε διήγομεν

  τρόπον περὶ τοὺς ξένους

  καὶ τοὺς ἰδιώτας.

  Διόνυσος

  460 ἄγε δὴ τίνα τρόπον τὴν θύραν κόψω; τίνα;

  πῶς ἐνθάδ᾽ ἄρα κόπτουσιν οὑπιχώριοι;

  Ξανθίας

  οὐ μὴ διατρίψεις, ἀλλὰ γεύσει τῆς θύρας,

  καθ᾽ Ἡρακλέα τὸ σχῆμα καὶ τὸ λῆμ᾽ ἔχων.

  Διόνυσος

  παῖ παῖ.

  Ἄιακος

  τίς οὗτος;

  Διόνυσος

  Ἡρακλῆς ὁ καρτερός.

  Ἄιακος

  465 ὦ βδελυρὲ κἀναίσχυντε καὶ τολμηρὲ σὺ

  καὶ μιαρὲ καὶ παμμίαρε καὶ μιαρώτατε,

  ὃς τὸν κύν᾽ ἡμῶν ἐξελάσας τὸν Κέρβερον

  ἀπῇξας ἄγχων κἀποδρὰς ᾤχου λαβών,

  ὃν ἐγὼ ‘φύλαττον. ἀλλὰ νῦν ἔχει μέσος:

  470 τοία Στυγός σε μελανοκάρδιος πέτρα

  Ἀχερόντιός τε σκόπελος αἱματοσταγὴς

  φρουροῦσι, Κωκυτοῦ τε περίδρομοι κύνες,

  ἔχιδνά θ᾽ ἑκατογκέφαλος, ἣ τὰ σπλάγχνα σου

  διασπαράξει, πλευμόνων τ᾽ ἀνθάψεται

  475 Ταρτησία μ�
�ραινα: τὼ νεφρὼ δέ σου

  αὐτοῖσιν ἐντέροισιν ᾑματωμένω

  διασπάσονται Γοργόνες Τειθράσιαι,

  ἐφ᾽ ἃς ἐγὼ δρομαῖον ὁρμήσω πόδα.

  Ξανθίας

  οὗτος τί δέδρακας;

  Διόνυσος

  ἐγκέχοδα: κάλει θεόν.

  Ξανθίας

  480 ὦ καταγέλαστ᾽ οὔκουν ἀναστήσει ταχὺ

  πρίν τινά σ᾽ ἰδεῖν ἀλλότριον;

  Διόνυσος

  ἀλλ᾽ ὡρακιῶ.

  ἀλλ᾽ οἶσε πρὸς τὴν καρδίαν μου σφογγιάν.

  Ξανθίας

  ἰδοὺ λαβέ, προσθοῦ.

  Διόνυσος

  ποῦ ‘στιν;

  Ξανθίας

  ὦ χρυσοῖ θεοὶ

  ἐνταῦθ᾽ ἔχεις τὴν καρδίαν;

  Διόνυσος

  δείσασα γὰρ

  485 ἐς τὴν κάτω μου κοιλίαν καθείρπυσεν.

  Ξανθίας

  ὦ δειλότατε θεῶν σὺ κἀνθρώπων.

  Διόνυσος

  ἐγώ;

  πῶς δειλὸς ὅστις σφογγιὰν ᾔτησά σε;

  οὐκ ἂν ἕτερός γ᾽ αὔτ᾽ ἠργάσατ᾽ ἀνήρ.

  Ξανθίας

  ἀλλὰ τί;

  Διόνυσος

  κατέκειτ᾽ ἂν ὀσφραινόμενος, εἴπερ δειλὸς ἦν:

  490 ἐγὼ δ᾽ ἀνέστην καὶ προσέτ᾽ ἀπεψησάμην.

  Ξανθίας

  ἀνδρεῖά γ᾽ ὦ Πόσειδον.

  Διόνυσος

  οἶμαι νὴ Δία.

  σὺ δ᾽ οὐκ ἔδεισας τὸν ψόφον τῶν ῥημάτων

  καὶ τὰς ἀπειλάς;

  Ξανθίας

  οὐ μὰ Δί᾽ οὐδ᾽ ἐφρόντισα.

  Διόνυσος

  ἴθι νυν ἐπειδὴ ληματίας κἀνδρεῖος εἶ,

  495 σὺ μὲν γενοῦ ‘γὼ τὸ ῥόπαλον τουτὶ λαβὼν

  καὶ τὴν λεοντῆν, εἴπερ ἀφοβόσπλαγχνος εἶ:

  ἐγὼ δ᾽ ἔσομαί σοι σκευοφόρος ἐν τῷ μέρει.

  Ξανθίας

  φέρε δὴ ταχέως αὔτ᾽: οὐ γὰρ ἀλλὰ πειστέον:

  καὶ βλέψον ἐς τὸν Ἡρακλειοξανθίαν,

  500 εἰ δειλὸς ἔσομαι καὶ κατὰ σὲ τὸ λῆμ᾽ ἔχων.

  Διόνυσος

  μὰ Δί᾽ ἀλλ᾽ ἀληθῶς οὑκ Μελίτης μαστιγίας.

  φέρε νυν ἐγὼ τὰ στρώματ᾽ αἴρωμαι ταδί.

  Θεράπαινα

  ὦ φίλταθ᾽ ἥκεις Ἡράκλεις; δεῦρ᾽ εἴσιθι.

  ἡ γὰρ θεός σ᾽ ὡς ἐπύθεθ᾽ ἥκοντ᾽, εὐθέως

  505 ἔπεττεν ἄρτους, ἧψε κατερεικτῶν χύτρας

  ἔτνους δύ᾽ ἢ τρεῖς, βοῦν ἀπηνθράκιζ᾽ ὅλον,

  πλακοῦντας ὤπτα κολλάβους. ἀλλ᾽ εἴσιθι.

  Ξανθίας

  κάλλιστ᾽, ἐπαινῶ.

  Θεράπαινα

  μὰ τὸν Ἀπόλλω οὐ μή σ᾽ ἐγὼ

  περιόψομἀπελθόντ᾽, ἐπεί τοι καὶ κρέα

  510 ἀνέβραττεν ὀρνίθεια, καὶ τραγήματα

  ἔφρυγε, κᾦνον ἀνεκεράννυ γλυκύτατον.

  ἀλλ᾽ εἴσιθ᾽ ἅμ᾽ ἐμοί.

  Ξανθίας

  πάνυ καλῶς.

  Θεράπαινα

  ληρεῖς ἔχων

  οὐ γάρ σ᾽ ἀφήσω. καὶ γὰρ αὐλητρίς γέ σοι

  ἥδ᾽ ἔνδον ἔσθ᾽ ὡραιοτάτη κὠρχηστρίδες

  515 ἕτεραι δύ᾽ ἢ τρεῖς.

  Ξανθίας

  πῶς λέγεις; ὀρχηστρίδες;

  Θεράπαινα

  ἡβυλλιῶσαι κἄρτι παρατετιλμέναι.

  ἀλλ᾽ εἴσιθ᾽, ὡς ὁ μάγειρος ἤδη τὰ τεμάχη

  ἔμελλ᾽ ἀφαιρεῖν χἠ τράπεζ᾽ εἰσῄρετο.

  Ξανθίας

  ἴθι νυν φράσον πρώτιστα ταῖς ὀρχηστρίσιν

  520 ταῖς ἔνδον οὔσαις αὐτὸς ὅτι εἰσέρχομαι.

  ὁ παῖς ἀκολούθει δεῦρο τὰ σκεύη φέρων.

  Διόνυσος

  ἐπίσχες οὗτος. οὔ τί που σπουδὴν ποιεῖ,

  ὁτιή σε παίζων Ἡρακλέα ‘νεσκεύασα;

  οὐ μὴ φλυαρήσεις ἔχων ὦ Ξανθία,

  525 ἀλλ᾽ ἀράμενος οἴσεις πάλιν τὰ στρώματα.

  Ξανθίας

  τί δ᾽ ἔστιν; οὔ τι πού μ᾽ ἀφελέσθαι διανοεῖ

  ἅδωκας αὐτός;

  Διόνυσος

  οὐ τάχ᾽, ἀλλ᾽ ἤδη ποιῶ.

  κατάθου τὸ δέρμα.

  Ξανθίας

  ταῦτ᾽ ἐγὼ μαρτύρομαι

  καὶ τοῖς θεοῖσιν ἐπιτρέπω.

  Διόνυσος

  ποίοις θεοῖς;

  530 τὸ δὲ προσδοκῆσαί σ᾽ οὐκ ἀνόητον καὶ κενὸν

  ὡς δοῦλος ὢν καὶ θνητὸς Ἀλκμήνης ἔσει;

  Ξανθίας

  ἀμέλει καλῶς: ἔχ᾽ αὔτ᾽. ἴσως γάρ τοί ποτε

  ἐμοῦ δεηθείης ἄν, εἰ θεὸς θέλοι.

  Χορός

  ταῦτα μὲν πρὸς ἀνδρός ἐστι

  νοῦν ἔχοντος καὶ φρένας καὶ

  535 πολλὰ περιπεπλευκότος,

  μετακυλίνδειν αὑτὸν ἀεὶ

  πρὸς τὸν εὖ πράττοντα τοῖχον

  μᾶλλον ἢ γεγραμμένην

  εἰκόν᾽ ἑστάναι, λαβόνθ᾽ ἓν

  σχῆμα: τὸ δὲ μεταστρέφεσθαι

  πρὸς τὸ μαλθακώτερον

  540 δεξιοῦ πρὸς ἀνδρός ἐστι

  καὶ φύσει Θηραμένους.

  Διόνυσος

  οὐ γὰρ ἂν γέλοιον ἦν, εἰ

  Ξανθίας μὲν δοῦλος ὢν ἐν

  στρώμασιν Μιλησίοις

  ἀνατετραμμένος κυνῶν ὀρ-

  χηστρίδ᾽ εἶτ᾽ ᾔτησεν ἀμίδ᾽, ἐγὼ

  δὲ πρὸς τοῦτον βλέπων

  545 τοὐρεβίνθου ‘δραττόμην, οὗ-

  τος δ᾽ ἅτ᾽ ὢν αὐτὸς πανοῦργος

  εἶδε, κᾆτ᾽ ἐκ τῆς γνάθου

  πὺξ πατάξας μοὐξέκοψε

  τοῦ χοροῦ τοὺς προσθίους;

  Πανδοκευτρία

  Πλαθάνη Πλαθάνη δεῦρ᾽ ἔλθ᾽, ὁ πανοῦργος οὑτοσί,

  550 ὃς ἐς τὸ πανδοκεῖον εἰσελθών ποτε

  ἑκκαίδεκ᾽ ἄρτους κατέφαγ᾽ ἡμ
ῶν.

  Πλαθάνη

  νὴ Δία

  ἐκεῖνος αὐτὸς δῆτα.

  Ξανθίας

  κακὸν ἥκει τινί.

  Πανδοκευτρία

  καὶ κρέα γε πρὸς τούτοισιν ἀνάβραστ᾽ εἴκοσιν

  ἀν᾽ ἡμιωβολιαῖα.

  Ξανθίας

  δώσει τις δίκην.

  Πανδοκευτρία

  555 καὶ τὰ σκόροδα τὰ πολλά.

  Διόνυσος

  ληρεῖς ὦ γύναι

  κοὐκ οἶσθ᾽ ὅ τι λέγεις.

  Πανδοκευτρία

  οὐ μὲν οὖν με προσεδόκας,

  ὁτιὴ κοθόρνους εἶχες, ἂν γνῶναί σ᾽ ἔτι;

  τί δαί; τὸ πολὺ τάριχος οὐκ εἴρηκά πω.

  Πλαθάνη.

  μὰ Δί᾽ οὐδὲ τὸν τυρόν γε τὸν χλωρὸν τάλαν,

  560 ὃν οὗτος αὐτοῖς τοῖς ταλάροις κατήσθιεν

  Πανδοκευτρία

  κἄπειτ᾽ ἐπειδὴ τἀργύριον ἐπραττόμην,

  ἔβλεψεν ἔς με δριμὺ κἀμυκᾶτό γε.

  Ξανθίας

  τούτου πάνυ τοὔργον: οὗτος ὁ τρόπος πανταχοῦ.

  Πανδοκευτρία

  καὶ τὸ ξίφος γ᾽ ἐσπᾶτο μαίνεσθαι δοκῶν.

  Πλαθάνη

  565 νὴ Δία τάλαινα.

  Πανδοκευτρία

  νὼ δὲ δεισάσα γέ που

  ἐπὶ τὴν κατήλιφ᾽ εὐθὺς ἀνεπηδήσαμεν:

  ὁ δ᾽ ᾤχετ᾽ ἐξᾴξας γε τὰς ψιάθους λαβών.

  Ξανθίας

  καὶ τοῦτο τούτου τοὔργον.

  Πλαθάνη

  ἀλλ᾽ ἐχρῆν τι δρᾶν.

  Πανδοκευτρία

  ἴθι δὴ κάλεσον τὸν προστάτην Κλέωνά μοι.

  Πλαθάνη

  570 σὺ δ᾽ ἔμοιγ᾽ ἐάνπερ ἐπιτύχῃς Ὑπέρβολον,

  ἵν᾽ αὐτὸν ἐπιτρίψωμεν.

  Πανδοκευτρία

  ὦ μιαρὰ φάρυξ,

  ὡς ἡδέως ἄν σου λίθῳ τοὺς γομφίους

  κόπτοιμ᾽ ἄν, οἷς μου κατέφαγες τὰ φορτία.

  Πλαθάνη

  ἐγὼ δέ γ᾽ ἐς τὸ βάραθρον ἐμβάλοιμί σε.

  Πανδοκευτρία

 

‹ Prev