Delphi Complete Works of Procopius
Page 143
Ἐνταῦθα ὁ Χοσρόης τοῖς πρέσβεσιν ἔλεξε τοιάδε ‘Οὐκ ἔξω τοῦ ἀληθοῦς τὸν παλαιὸν λόγον οἴομαι εἶναι, ὅτι δὴ οὐκ ἀκραιφνῆ τἀγαθὰ ὁ θεός, ἀλλὰ κεραννύων αὐτὰ τοῖς κακοῖς εἶτα τοῖς ἀνθρώποις παρέχεται. [2] καὶ δἰ αὐτὸ οὐδὲ τὸ γελᾶν ἄκλαυστον ἔχομεν, παραπέπηγε δέ τις ἀεὶ τοῖς μὲν εὐτυχήμασι συμφορά, ταῖς δὲ ἡδοναῖς λύπη, οὐκ ἐῶσαί τινα γνησίας ποτὲ τῆς δεδομένης εὐημερίας ἀπόνασθαι. [3] πόλιν γὰρ τήνδε, ἀξιολογωτάτην ἐς τὰ μάλιστα λεγομένην τε καὶ οὖσαν ἐν γῇ τῇ Ῥωμαίων, ἀπονώτατα μὲν ἑλεῖν ἴσχυσα, τοῦ θεοῦ αὐτοσχεδιάσαντος ἡμῖν, ὡς ὁρᾶτε δήπου, τὴν νίκην. [4] φόνον μέντοι ἀνθρώπων ὁρῶντί μοι τοσούτων τὸ πλῆθος, αἵματί τε πολλῷ βεβαπτισμένον τὸ τρόπαιον, οὐδεμία τῆς ἀπὸ τῆς πράξεως ἡδονῆς γέγονεν αἴσθησις. [5] καὶ τῶνδε οἱ ταλαίπωροι Ἀντιοχεῖς αἴτιοι, οἵ γε τειχομαχοῦντας μὲν οὐχ οἷοί τε γεγόνασι Πέρσας ἀπώσασθαι, πρὸς δὲ νενικηκότας ἤδη καὶ αὐτοβοεὶ τὴν πόλιν ἑλόντας θράσει θανατῶντες ἀλογίστῳ ζυγομαχεῖν ἔγνωσαν. [6] πάντες μὲν οὖν οἱ Περσῶν δόκιμοι πολλὰ ἐνοχλοῦντες σαγηνεῦσαί τέ με τὴν πόλιν ἠξίουν καὶ ξύμπαντας διαφθεῖραι τοὺς ἡλωκότας, ἐγὼ δὲ τοὺς φεύγοντας ἐκέλευον εἰς τὴν ὑπαγωγὴν ἔτι μᾶλλον ὁρμᾶν, ὅπως ὅτι τάχιστα σώζοιντο. τὸ γὰρ ἐπεμβαίνειν τοῖς ἡλωκόσιν οὐχ [7] ὅσιον.’ τοσαῦτα μὲν ὁ Χοσρόης τερατευόμενός τε καὶ διαθρυπτόμενος τοῖς πρέσβεσιν εἶπεν, οὐκ ἔλαθε μέντοι αὐτοὺς ὅτου ἕνεκα τὸν καιρὸν φεύγουσι τοῖς Ῥωμαίοις ἐνδοίη. [8] Ἦν γὰρ δεινότατος ἀνθρώπων ἁπάντων τὰ μὲν οὐκ ὄντα εἰπεῖν, τὰ δὲ ἀληθῆ ἀποκρύψασθαι, καὶ ὧν αὐτὸς ἐξημάρτανε τὰς αἰτίας τοῖς ἠδικημένοις ἐπενεγκεῖν: ἔτι δὲ ὁμολογῆσαι μὲν ἕτοιμος ἅπαντα καὶ ὅρκῳ τὴν ὁμολογίαν πιστώσασθαι, λίαν δὲ τῶν ἔναγχος αὐτῷ ξυγκειμένων τε καὶ ὀμωμοσμένων ἑτοιμότερος ἐς λήθην ἀφῖχθαι, καὶ χρημάτων μὲν ἕνεκεν ἐπὶ πᾶν ἄγος καθεῖναι τὴν ψυχὴν ἄοκνος, τῷ δὲ προσώπῳ σχηματίζεσθαι τὴν εὐλάβειαν ἀτεχνῶς ἔμπειρος, ἀφοσιοῦσθαί τε τῷ λόγῳ τὴν πρᾶξιν. [9] ὃς καὶ Σουρηνούς, πρότερον οὐδὲν τὸ παράπαν ἠδικηκότας, δόλῳ τε περιελθὼν καὶ τρόπῳ ἀπολέσας τῷ εἰρημένῳ, ἐπειδὴ γυναῖκα κοσμίαν τε καὶ οὐκ ἀφανῆ ἁλισκομένης τῆς πόλεως εἶδεν ἐκ χειρὸς μὲν τῆς ἀριστερᾶς πρός του τῶν βαρβάρων ἑλκομένην ξὺν πολλῇ βίᾳ, παιδίον δὲ ὅπερ αὐτῇ ἄρτι τοῦ τιτθοῦ ἦν ἀπαλλαγὲν ἀφεῖναι μὲν οὐ βουλομένην, ἕλκουσαν δὲ θατέρᾳ χειρὶ ἐμπεπτωκὸς εἰς τὸ ἔδαφος, ἐπεί οἱ ξυντρέχειν οὐχ οἷόν τε ἦν τοῦτον δὴ τὸν βίαιον δρόμον, τὸν οἰκεῖον κἀνταῦθα ἐνδέδεικται τρόπον. [10] φασὶ γὰρ αὐτὸν στενάξαντα δῆθεν τῷ λόγῳ, δόκησίν τε ὡς εἴη δεδακρυμένος παρεχόμενον τοῖς τότε παροῦσιν ἄλλοις τε καὶ Ἀναστασίῳ τῷ πρεσβευτῇ, εὔξασθαι τὸν θεὸν τίσασθαι τὸν τῶν γεγονότων κακῶν αἴτιον. [11] Ἰουστινιανὸν δὲ τὸν Ῥωμαίων αὐτοκράτορα παραδηλοῦν ἤθελεν, ἐξεπιστάμενος ὅτι δὴ αὐτὸς αἰτιώτατος ἁπάντων εἴη. [12] τοσαύτῃ χρώμενος φύσεως ἀτοπίᾳ Χοσρόης βασιλεύς τε Περσῶν γέγονε ῾Ζάμου τὸν ὀφθαλμὸν τοῦ δαιμονίου πηρώσαντος, ὅσπερ τῷ χρόνῳ τὰ πρωτεῖα ἐς τὴν βασιλείαν ἐφέρετο μετά γε τὸν Καόσην, ὅνπερ οὐδενὶ λόγῳ ἐμίσει Καβάδης᾿ καὶ πόνῳ οὐδενὶ τῶν οἱ ἐπαναστάντων ἐκράτησε, κακά τε Ῥωμαίους ὅσα ἐβούλευσεν εὐπετῶς ἔδρασε. [13] βουλομένη γάρ τινα μέγαν ἀεὶ ποιεῖν ἡ τύχη πράσσει τοῖς καθήκουσι χρόνοις τὰ δόξαντα, οὐδενὸς τῇ ῥύμῃ τῆς βουλήσεως ἀντιστατοῦντος, οὔτε τὸ τοῦ ἀνδρὸς διασκοπουμένη ἀξίωμα οὔτε ὅπως μὴ γένηταί τι τῶν οὐ δεόντων λογιζομένη, οὐδὲ ὅτι βλασφημήσουσιν ἐς αὐτὴν διὰ ταῦτα πολλοί, τὸ γεγονὸς αὐτῇ παρὰ τὴν ἀξίαν τοῦ τῆς χάριτος τετυχηκότος χλευάζοντες, οὐδὲ ἄλλο τῶν πάντων οὐδὲν ἐν νῷ ποιουμένη, ἢν τὸ δόξαν αὐτῇ περαίνοιτο μόνον. ἀλλὰ ταῦτα μὲν ὅπη τῷ θεῷ φίλον ἐχέτω. [14] Χοσρόης δὲ τὸ μὲν στράτευμα τῶν Ἀντιοχέων τοὺς περιόντας ζωγρεῖν καὶ ἀνδραποδίζειν ἐκέλευε καὶ τὰ χρήματα πάντα ληίζεσθαι, αὐτὸς δὲ ξὺν τοῖς πρέσβεσιν ἐς τὸ ἱερὸν ἀπὸ τῆς ἄκρας κατέβαινεν, ὅπερ ἐκκλησίαν καλοῦσιν. [15] ἐνταῦθα κειμήλια χρυσοῦ τε καὶ ἀργύρου τοσαῦτα τὸ πλῆθος ὁ Χοσρόης εὗρεν, ὥστε τῆς λείας ἄλλο οὐδὲν ὅτι μὴ τὰ κειμήλια ταῦτα λαβὼν πλούτου τι μέγεθος περιβεβλημένος ἀπιὼν ᾤχετο. [16] καὶ μάρμαρά τε πολλὰ καὶ θαυμαστὰ ἐνθένδε ἀφελὼν ἔξω τοῦ περιβόλου ἐκέλευε κατατίθεσθαι, ὅπως καὶ ταῦτα ἐς τὰ Περσῶν ἤθη κομίσωνται. [17] ταῦτα διαπεπραγμένος ξύμπασαν τὴν πόλιν ἐμπρῆσαι Πέρσαις ἐπέστελλε. καὶ αὐτοῦ οἱ πρέσβεις ἐδέοντο τῆς ἐκκλησίας ἀπέχεσθαι μόνης, ἧς τὰ λύτρα κεκομισμένος διαρκῶς εἴη. [18] ὁ δὲ τοῦτο τοῖς πρέσβεσι ξυγκεχωρηκὼς τἄλλα καίειν ἐκέλευε πάντα, ὀλίγους τέ τινας αὐτόθι ἀπολιπὼν τοὺς τὴν πόλιν ἐμπρήσοντας, αὐτὸς ξὺν τοῖς ἄλλοις ἅπασιν ἐς τὸ στρατόπεδον ἀπεχώρησεν οὗ καὶ πρότερον διεσκηνημένοι ἐτύγχανον.
Τούτου τοῦ πάθους χρόνῳ τινὶ πρότερον τέρας ὁ θεὸς ἐνδειξάμενος τοῖς ταύτῃ ᾠκημένοις ἐσήμηνε τὰ ἐσόμενα. τῶν γὰρ στρατιωτῶν, οἵπερ ἐνταῦθα ἐκ παλαιοῦ ἵδρυνται, τὰ σημεῖα πρότερον ἑστῶτα πρὸς δύοντά που τὸν ἥλιον, ἀπὸ ταὐτομάτου στραφέντα πρὸς ἀνίσ�
�οντα ἥλιον ἔστησαν, ἐς τάξιν τε αὖθις ἐπανῆκον τὴν προτέραν οὐδενὸς ἁψαμένου. [2] ταῦτα οἱ στρατιῶται ἄλλοις τε πολλοῖς ἄγχιστά πη παροῦσι καὶ τῷ χορηγῷ τῆς τοῦ στρατοπέδου δαπάνης ἔδειξαν, ἔτι τῶν σημείων κραδαινομένων. ἦν δὲ οὗτος ἀνήρ, Τατιανὸς ὄνομα, ξυνετὸς μάλιστα, ἐκ Μοψουεστίας ὁρμώμενος. [3] ἀλλ̓ οὐδ̓ ὣς ἔγνωσαν οἱ τὸ τέρας τοῦτο ἰδόντες ὡς δὴ ἐκ βασιλέως τοῦ ἑσπερίου ἐπὶ τὸν ἑῷον τὸ τοῦ χωρίου ἀφίξεται κράτος, ὅπως δηλαδὴ διαφυγεῖν μηδεμιᾷ μηχανῇ δύνωνται οὕσπερ ἔδει ταῦτα ἅπερ ξυνηνέχθη παθεῖν. [4] Ἐγὼ δὲ ἰλιγγιῶ πάθος τοσοῦτον γράφων τε καὶ παραπέμπων ἐς μνήμην τῷ μέλλοντι χρόνῳ, καὶ οὐκ ἔχω εἰδέναι τί ποτε ἄρα βουλομένῳ τῷ θεῷ εἴη πράγματα μὲν ἀνδρὸς ἢ χωρίου του ἐπαίρειν εἰς ὕψος, αὖθις δὲ ῥιπτεῖν τε αὐτὰ καὶ ἀφανίζειν ἐξ οὐδεμιᾶς ἡμῖν φαινομένης αἰτίας. [5] αὐτῷ γὰρ οὐ θέμις εἰπεῖν μὴ οὐχὶ ἅπαντα κατὰ λόγον ἀεὶ γίγνεσθαι, ὃς δὴ καὶ Ἀντιόχειαν τότε ὑπέστη ἐς τὸ ἔδαφος πρὸς ἀνδρὸς ἀνοσιωτάτου καταφερομένην ἰδεῖν, ἧς τό τε κάλλος καὶ τὸ ἐς ἅπαντα μεγαλοπρεπὲς οὐδὲ νῦν ἀποκρύπτεσθαι παντάπασιν ἔσχεν. [6] Ἡ μὲν οὖν ἐκκλησία καθαιρεθείσης τῆς πόλεως ἐλείφθη μόνη, πόνῳ τε καὶ προνοίᾳ Περσῶν οἷς τὸ ἔργον ἐπέκειτο τοῦτο. [7] ἐλείφθησαν δὲ καὶ ἀμφὶ τὸ λεγόμενον Κεραταῖον οἰκίαι πολλαί, οὐκ ἐκ προνοίας ἀνθρώπων τινός, ἀλλ̓ ἐπεὶ ἔκειντό που πρὸς ἐσχάτοις τῆς πόλεως, ἑτέρας αὐταῖς οὐδεμιᾶς τινος οἰκοδομίας ξυναπτομένης, τὸ πῦρ ἐς αὐτὰς ἐξικνεῖσθαι οὐδαμῆ ἴσχυσεν. [8] ἐνέπρησάν τε καὶ τὰ ἐκτὸς τοῦ περιβόλου οἱ βάρβαροι, πλὴν τοῦ ἱεροῦ ὅπερ Ἰουλιανῷ ἀνεῖται ἁγίῳ, καὶ τῶν οἰκιῶν αἳ δὴ ἀμφὶ τὸ ἱερὸν τοῦτο τυγχάνουσιν οὖσαι. [9] τοὺς γὰρ πρέσβεις ἐνταῦθα καταλῦσαι ξυνέπεσε. τοῦ μέντοι περιβόλου παντάπασιν ἀπέσχοντο Πέρσαι. [10] Ὀλίγῳ δὲ ὕστερον ἥκοντες αὖθις παρὰ τὸν Χοσρόην οἱ πρέσβεις ἔλεξαν ὧδε, ‘Εἰ μὴ πρὸς παρόντα σέ, ὦ βασιλεῦ, οἱ λόγοι ἐγίνοντο, οὐκ ἄν ποτε ᾠόμεθα Χοσρόην τὸν Καβάδου ἐς γῆν τὴν Ῥωμαίων ἐν ὅπλοις ἥκειν, ἀτιμάσαντα μὲν τοὺς διομωμοσμένους σοι ἔναγχος ὅρκους, ὃ τῶν ἐν ἀνθρώποις ἁπάντων ὕστατόν τε καὶ ὀχυρώτατον εἶναι δοκεῖ τῆς ἐς ἀλλήλους πίστεώς τε καὶ ἀληθείας ἐνέχυρον, διαλύσαντα δὲ τὰς σπονδάς, ὧν ἡ ἐλπὶς ἀπολέλειπται μόνη τοῖς διὰ τὴν ἐν πολέμῳ κακοπραγίαν οὐκ ἐν τῷ ἀσφαλεῖ βιοτεύουσιν. [11] οὐ γὰρ ἄλλο οὐδὲν τὸ τοιοῦτον εἴποι τις ἂν εἶναι ἢ τῶν ἀνθρώπων τὴν δίαιταν ἐς τὴν τῶν θηρίων μεταβεβλῆσθαι. [12] ἐν γὰρ τῷ μηδαμῆ σπένδεσθαι τὸ πολεμεῖν ἀπέραντα λελείψεται πάντως, πόλεμος δὲ ὁ πέρας οὐκ ἔχων ἐξοικίζειν τῆς φύσεως τοὺς αὐτῷ χρωμένους ἐς ἀεὶ πέφυκε. [13] τί δὲ καὶ βουλόμενος πρὸς τὸν σὸν ἀδελφὸν ὀλίγῳ πρότερον γέγραφας ὡς αὐτὸς εἴη τοῦ λελύσθαι τὰς σπονδὰς αἴτιος; ἦ δῆλον ὅτι ὁμολογῶν κακόν τι παμμέγεθες εἶναι τὴν τῶν σπονδῶν λύσιν; [14] εἰ μὲν οὖν ἐκεῖνος οὐδὲν ἥμαρτεν, οὐ δικαίως τανῦν ἐφ̓ ἡμᾶς ἥκεις: εἰ δέ τι τοιοῦτόν τ̓ ἀδελφῷ τῷ σῷ εἰργάσθαι ξυμβαίνει, ἀλλὰ καὶ σοὶ μέχρι τούτου γε καὶ μὴ περαιτέρω διαπεπράχθω τὸ ἔγκλημα, ὅπως αὐτὸς κρείσσων εἶναι δοκῇς. ὁ γὰρ ἐν τοῖς κακοῖς ἐλασσούμενος, [15] οὗτος ἂν ἐν τοῖς ἀμείνοσι νικῴη δικαίως. καίτοι ἡμεῖς ἐξεπιστάμεθα Ἰουστινιανὸν βασιλέα μηδεπώποτε τῆς εἰρήνης ἀπ̓ ἐναντίας ἐληλυθέναι, καὶ σοῦ δεόμεθα μὴ τοιαῦτα ἐργάσασθαι Ῥωμαίους κακά, ἐξ ὧν Πέρσαις μὲν ὄνησις οὐδεμία ἔσται, σὺ δὲ τοῦτο κερδανεῖς μόνον, ἀνήκεστα ἔργα τοὺς ἄρτι σοι σπεισαμένους οὐ δέον εἰργάσθαι.’ οἱ μὲν πρέσβεις τοσαῦτα εἶπον. [16] Χοσρόης δὲ ταῦτα ἀκούσας ἰσχυρίζετο μὲν τὰς σπονδὰς πρὸς Ἰουστινιανοῦ βασιλέως λελύσθαι: καὶ τὰς αἰτίας κατέλεγεν ἅσπερ ἐκεῖνος παρέσχετο, τὰς μέν τινας καὶ λόγου ἀξίας, τὰς δὲ φαύλας τε καὶ οὐδενὶ λόγῳ ξυμπεπλασμένας: μάλιστα δὲ αὐτοῦ τὰς ἐπιστολὰς τοῦ πολέμου αἰτιωτάτας ἠξίου δεικνύναι πρός τε Ἀλαμούνδαρον καὶ Οὔννους αὐτῷ γεγραμμένας, καθάπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη. [17] ἄνδρα μέντοι Ῥωμαῖον ἐς τὴν Περσῶν γῆν ἐσβεβληκέναι ἢ πολέμια ἔργα ἐνδείξασθαι οὔτε λέγειν εἶχεν οὔτε δεικνύναι. [18] οἱ μέντοι πρέσβεις πὴ μὲν τὰς αἰτίας οὐκ ἐς Ἰουστινιανὸν ἀνέφερον, ἀλλ̓ ἐς τῶν ὑπουργηκότων τινάς, πὴ δὲ ὡς οὐχ οὕτω γεγονότων ἐπελαμβάνοντο τῶν εἰρημένων. [19] τέλος δὲ χρήματα μέν οἱ πολλὰ ὁ Χοσρόης ἠξίου διδόναι Ῥωμαίους, παρῄνει δὲ μὴ τὰ χρήματα ἐν τῷ παραυτίκα μόνον παρεχομένους τὴν εἰρήνην ἐθέλειν ἐς τὸν πάντα αἰῶνα κρατύνασθαι. [20] τὴν γὰρ ἐπὶ χρήμασι γινομένην ἀνθρώποις φιλίαν ἀναλισκομένοις ἐκ τοῦ ἐπὶ πλεῖστον ξυνδαπανᾶσθαι τοῖς χρήμασι. [21] δεῖν τοίνυν Ῥωμαίους τακτόν τι φέρειν ἐπέτειον Πέρσαις. ‘Οὕτω γὰρ αὐτοῖς,’ ἔφη, ‘τὴν εἰρήνην Πέρσαι βέβαιον ἕξουσι, τάς τε Κασπίας αὐτοὶ φυλάσσοντες πύλας καὶ οὐκέτι αὐτοῖς ἀχθόμενοι διὰ πόλιν Δάρας, ὑπὲρ ὧν ἔμμισθοι καὶ αὐτοὶ ἐς ἀεὶ ἔσονται.’ ‘Οὐκοῦν,’ οἱ πρέσβεις ἔφασαν, [22] ‘ὑποτελεῖς Πέρσαι βούλονται Ῥωμαίους ἐς φόρου ἀπαγωγὴν ἔχειν.’ ‘Οὔκ, [23] ἀλλὰ στρατιώτας οἰκείους,’ ὁ Χοσρόης εἶπεν, ‘ἕξουσι τὸ λοιπὸν Πέρσας Ῥωμαῖοι, μισθὸν τῆς ὑπο�
�ργίας αὐτοῖς χορηγοῦντες ῥητόν: ἐπεὶ καὶ Οὔννων τισὶ καὶ Σαρακηνοῖς ἐπέτειον χορηγεῖτε χρυσόν, οὐ φόρου αὐτοῖς ὑποτελεῖς ὄντες, ἀλλ̓ ὅπως ἀδῄωτον γῆν τὴν ὑμετέραν φυλάξωσιν ἐς τὸν πάντα [24] αἰῶνα.’ τοιαῦτα Χοσρόης τε καὶ οἱ πρέσβεις πολλὰ πρὸς ἀλλήλους διαλεχθέντες, ξυνέβησαν ὕστερον ἐφ̓ ᾧ Χοσρόην ἐν μὲν τῷ παραυτίκα κεντηνάρια πεντήκοντα πρὸς Ῥωμαίων λαβόντα, πέντε δὲ ἄλλων φερόμενον ἐπέτειον ἐς τὸν πάντα αἰῶνα δασμόν, μηδὲν αὐτοὺς ἐργάσασθαι περαιτέρω κακόν, ἀλλ̓ αὐτὸν μὲν ὁμήρους ἐπὶ ταύτῃ τῇ ὁμολογίᾳ παρὰ τῶν πρέσβεων κεκομισμένον τὴν ἀποπορείαν παντὶ τῷ στρατῷ ἐς τὰ πάτρια ἤθη ποιήσασθαι, ἐνταῦθα δὲ πρέσβεις παρὰ βασιλέως Ἰουστινιανοῦ στελλομένους τὰς ἀμφὶ τῇ εἰρήνῃ ξυνθήκας ἐν βεβαίῳ τὸ λοιπὸν θέσθαι.