Book Read Free

Delphi Complete Works of Procopius

Page 157

by Procopius of Caesarea


  BOOK III.

  ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΤΡΙΤΟΣ

  Ὁ μὲν οὖν Μηδικὸς πόλεμος Ἰουστινιανῷ βασιλεῖ ἐς τοῦτο ἐτελεύτα: ἐγὼ δὲ ὅσα ἔς τε Βανδίλους καὶ Μαυρουσίους αὐτῷ εἴργασται φράσων ἔρχομαι. λελέξεται δὲ πρῶτον ὅθεν ὁ Βανδίλων στρατὸς τῇ Ῥωμαίων ἐπέσκηψε χώρᾳ. [2] ἐπειδὴ Θεοδόσιος ὁ Ῥωμαίων αὐτοκράτωρ ἐξ ἀνθρώπων ἠφάνιστο, ἀνὴρ δίκαιος ἐν τοῖς μάλιστα γεγονὼς καὶ ἀγαθὸς τὰ πολέμια, διεδεξάσθην αὐτοῦ τὴν βασιλείαν ἄμφω τὼ παῖδε, Ἀρκάδιος μὲν ὁ πρεσβύτερος τὴν ἑῴαν μοῖραν, τὴν ἑσπερίαν δὲ Ὁνώριος ὁ νεώτερος. [3] διῄρητο δὲ ὧδε τὸ Ῥωμαίων κράτος ἄνωθεν ἀπό τε Κωνσταντίνου καὶ τῶν αὐτοῦ παίδων, ὃς τὴν βασιλείαν ἐς Βυζάντιον μεταθέμενος μείζω τε τὴν πόλιν καὶ πολλῷ ἐπιφανεστέραν καταστησάμενος ἀπ̓ αὐτοῦ ἀφῆκε προσαγορεύεσθαι. [4] Περιλαμβάνει μὲν κύκλῳ τὴν γῆν ὠκεανὸς ἢ ξύμπασαν ἢ τὴν πολλήν: οὐ γάρ πω σαφές τι ἀμφ̓ αὐτῷ ἴσμεν: σχίζει δὲ αὐτὴν δίχα ἐς ἠπείρους δύο ἐκροή τις ἀπ̓ αὐτοῦ κατὰ τὴν ἑσπέριον εἰσβάλλουσα μοῖραν καὶ ταύτην δὴ ποιουμένη τὴν θάλασσαν, ἀπὸ Γαδείρων μὲν ἀρξαμένη, ἐς αὐτὴν δὲ τὴν Μαιῶτιν διήκουσα λίμνην. [5] ταύταιν ταῖν ἠπείροιν ἁτέρα μὲν ἐν δεξιᾷ εἰσπλέοντι τὴν θάλασσαν μέχρι καὶ ἐς τὴν λίμνην Ἀσία κέκληται, ἀπό τε Γαδείρων καὶ τῆς ἑτέρας τῶν Ἡρακλέους στηλῶν. [6] Σέπτον καλοῦσι τὸ ἐκείνῃ φρούριον οἱ ἐπιχώριοι, λόφων τινῶν ἑπτὰ φαινομένων ἐνταῦθα: τὸ γὰρ σέπτον ἑπτὰ τῇ Λατίνων φωνῇ δύναται. [7] ἡ δὲ ἀντιπέρας αὐτῇ ξύμπασα Εὐρώπη ἐκλήθη. καὶ ὁ μὲν ταύτῃ πορθμὸς τέτταρσι καὶ ὀγδοήκοντα σταδίοις μάλιστα ἤπειρον ἑκατέραν διείργει, τὸ δὲ ἐντεῦθεν πελάγεσι μεγάλοις ἀλλήλαιν διέχετον μέχρις Ἑλλησπόντου. [8] ταύτῃ γὰρ ξυνίασιν αὖθις ἀμφὶ Σηστόν τε καὶ Ἄβυδον, καὶ πάλιν ἔν τε Βυζαντίῳ καὶ Καλχηδόνι μέχρι τῶν πάλαι Κυανέων λεγομένων πετρῶν, οὗ καὶ νῦν Ἱερὸν ὀνομάζεται. ἐν τούτοις γὰρ δὴ τοῖς χωρίοις μέτρῳ δέκα σταδίων τε καὶ τούτου ἐλάσσονι διείργεσθον ἀλλήλαιν. [9] Ἀπὸ δὲ τῆς ἑτέρας τῶν Ἡρακλέους στηλῶν μέχρι ἐς τὴν ἑτέραν διὰ τῆς ἠιόνος ἰόντι καὶ οὐ περιερχομένῳ κόλπον τε τὸν Ἰόνιον καὶ τὸν Εὔξεινον καλούμενον Πόντον, ἀλλ̓ ἔκ τε Καλχηδόνος ἐς Βυζάντιον ἔκ τε Δρυοῦντος ἐς ἤπειρον τὴν ἀντιπέρας καταίροντι, πέντε καὶ ὀγδοήκοντα καὶ διακοσίων ὁδὸς ἡμερῶν ἐστιν εὐζώνῳ ἀνδρί. [10] τὰ γὰρ ἀμφὶ τὸν Εὔξεινον Πόντον, ὃς ἐκ Βυζαντίου χωρεῖ εἰς τὴν λίμνην, ἅπαντα ἀκριβολογεῖσθαι ἀμήχανα ἦν, βαρβάρων τῶν ὑπὲρ ποταμὸν Ἴστρον, ὃν καὶ Δανούβιον καλοῦσι, Ῥωμαίοις βατὴν ἥκιστα ποιουμένων τὴν ἐκείνῃ ἀκτήν, πλήν γε δὴ ὅτι ἐκ Βυζαντίου μὲν ἐς τὰς τοῦ Ἴστρου ἐκβολὰς ἡμερῶν ἐστιν ὁδὸς δύο καὶ εἴκοσιν, ἅσπερ τῇ Εὐρώπῃ λογιζομένους ἐντιθέναι προσήκει. [11] κατὰ δὲ τὴν τῆς Ἀσίας μοῖραν, εἴη δ̓ ἂν ἐκ Καλχηδόνος ἐς ποταμὸν Φᾶσιν, ὃς ῥέων ἐκ Κόλχων κάτεισιν ἐς τὸν Πόντον, ἀνύεται τεσσαράκοντα ὁδὸς ἡμερῶν. [12] ὥστε ξύμπασα ἡ Ῥωμαίων ἐπικράτεια κατά γε τὴν ἐπὶ θαλάσσῃ ὁδὸν ἐς ἑπτὰ καὶ τεσσαράκοντα καὶ τριακοσίων ἡμερῶν ξύνεισι μέτρον, ἤν τις, ὅπερ εἴρηται, τὸν Ἰόνιον κόλπον ἐς ὀκτακοσίους μάλιστα διήκοντα σταδίους ἐκ Δρυοῦντος διαπορθμεύηται. [13] ἡ γὰρ τοῦ κόλπου πάροδος ἐς ὁδὸν ἡμερῶν διήκει οὐχ ἧσσον ἢ τεσσάρων. τοσαύτη μὲν ἡ Ῥωμαίων ἀρχὴ κατά γε τὸν παλαιὸν ἐγένετο χρόνον. [14] Ἐπέβαλλε δὲ τῷ μὲν τὸ τῆς ἑσπερίας ἔχοντι κράτος Λιβύης τὰ πλεῖστα διήκοντα ἐς ἐνενήκοντα ὁδὸν ἡμερῶν: τοσοῦτον γὰρ τὸ ἐκ Γαδείρων ἐς τὰ ὅρια τῆς ἐν Λιβύῃ Τριπόλεώς ἐστιν: ἐν δὲ δὴ τῇ Εὐρώπῃ πέντε καὶ ἑβδομήκοντα ὁδὸν ἡμερῶν ἔλαχε: [15] τοσαύτη γὰρ ἡ ἐκ τῆς ἑτέρας τῶν Ἡρακλεους στηλῶν ἐς κόλπον τὸν Ἰόνιον τυγχάνει οὖσα. προσθείη δὲ ἄν τις καὶ τὴν τοῦ κόλπου περίοδον. [16] βασιλεὺς δὲ ὁ τῆς ἕω ἡμερῶν εἴκοσι καὶ ἑκατὸν ὁδὸν ἐκληρώσατο ἐκ τῶν Κυρήνης ὁρίων τῆς ἐν Λιβύῃ μέχρι Ἐπιδάμνου, ἣ πρὸς αὐτῷ κεῖται τῷ Ἰονίῳ κόλπῳ, Δυρράχιον τανῦν καλουμένη, καὶ ὅση ἀμφὶ τὸν Εὔξεινον Πόντον, ὡς ἔμπροσθεν εἴρηται, ὑπὸ Ῥωμαίοις ἐστί. [17] μιᾶς δὲ ἡμέρας ὁδὸς ἐς δέκα καὶ διακοσίους διήκει σταδίους, ὅσον Ἀθήνηθεν Μέγαράδε ἰέναι. οὕτω μὲν ἤπειρον ἑκατέραν οἱ Ῥωμαίων αὐτοκράτορες διείλοντο σφίσι. [18] τῶν δὲ δὴ νήσων Βρεττανία μέν, ἡ ἐκτὸς στηλῶν τῶν Ἡρακλείων νήσων πασῶν μεγίστη παρὰ πολὺ οὖσα, μετὰ τῆς ἑσπερίας, ὥς γε τὸ εἰκός, ἐτάττετο μοίρας: ἐντὸς δὲ αὐτῶν Ἔβουσα, ὥσπερ ἐν Προποντίδι τῇ μετὰ τὴν ὠκεανοῦ ἐσβολὴν ἐν θαλάσσῃ κειμένη, ἐς ἑπτὰ ἡμερῶν ὁδὸν μάλιστα διήκουσα, καὶ δύο ἀμφ̓ αὐτὴν ἕτεραι, Μαϊορίκα τε καὶ Μινορίκα ἐπιχωρίως καλούμεναι. [19] τῶν δὲ κατὰ θάλασσαν νήσων ἑκάστη θατέρῳ τοῖν βασιλέοιν ἐπέβαλεν, ὡς αὐτῇ ἐντός που τῶν ἐκείνου ὁρίων ξυνέβαινε κεῖσθαι.

  Ὁνωρίου δὲ τὴν πρὸς ἡλίου δυσμαῖς ἔχοντος βασιλείαν βάρβαροι τὴν ἐκείνου κατέλαβον χώραν: οἵτινες δὲ καὶ ὅτῳ τρόπῳ, λελέξεται. [2] Γοτθικὰ ἔθνη πολλὰ μὲν καὶ ἄλλα πρότερόν τε ἦν καὶ τανῦν ἔστι, τὰ δὲ δὴ πάντων μέγιστά τε καὶ ἀξιολογώτατα Γότθοι τέ εἰσι καὶ Βανδίλοι καὶ Οὐισίγοτθοι καὶ Γήπαιδες. πάλαι μέντοι Σαυρομάται καὶ
Μελάγχλαινοι ὠνομάζοντο: εἰσὶ δὲ οἳ καὶ Γετικὰ ἔθνη ταῦτ̓ ἐκάλουν. [3] οὗτοι ἅπαντες ὀνόμασι μὲν ἀλλήλων διαφέρουσιν, ὥσπερ εἴρηται, ἄλλῳ δὲ τῶν πάντων οὐδενὶ διαλλάσσουσι. [4] λευκοί τε γὰρ ἅπαντες τὰ σώματά εἰσι καὶ τὰς κόμας ξανθοί, εὐμήκεις τε καὶ ἀγαθοὶ τὰς ὄψεις, καὶ νόμοις μὲν τοῖς αὐτοῖς χρῶνται, [5] ὁμοίως δὲ τὰ ἐς τὸν θεὸν αὐτοῖς ἤσκηται. τῆς γὰρ Ἀρείου δόξης εἰσὶν ἅπαντες, φωνή τε αὐτοῖς ἐστι μία, Γοτθικὴ λεγομένη: καί μοι δοκοῦν ἐξ ἑνὸς μὲν εἶναι ἅπαντες τὸ παλαιὸν ἔθνους, ὀνόμασι δὲ ὕστερον τῶν ἑκάστοις ἡγησαμένων διακεκρίσθαι. [6] οὗτος ὁ λεὼς ὑπὲρ ποταμὸν Ἴστρον ἐκ παλαιοῦ ᾤκουν. ἔπειτα Γήπαιδες μὲν τὰ ἀμφὶ Σιγγιδόνον τε καὶ Σίρμιον χωρία ἔσχον, ἐντός τε καὶ ἐκτὸς ποταμοῦ Ἴστρου, ἔνθα δὴ καὶ ἐς ἐμὲ ἵδρυνται. [7] Τῶν δὲ δὴ ἄλλων Οὐισίγοτθοι μὲν ἐνθένδε ἀναστάντες τὰ μὲν πρῶτα ἐς ξυμμαχίαν Ἀρκαδίου βασιλέως ἀφίκοντο, χρόνῳ δὲ ὕστερον ῾οὐ γὰρ οἶδε βαρβάροις ἐνδιαιτᾶσθαι ἡ ἐς Ῥωμαίους πίστις᾿, ἡγουμένου αὐτοῖς Ἀλαρίχου, ἐς ἐπιβουλὴν ἑκατέρου βασιλέως ἐτράποντο, ἐκ Θρᾴκης τε ἀρξάμενοι ξυμπάσῃ Εὐρώπῃ ὡς πολεμίᾳ ἐχρήσαντο. [8] βασιλεὺς δὲ Ὁνώριος πρότερον μὲν ἐν Ῥώμῃ καθῆστο, οὐδὲν ὅ τι καὶ πολέμιον ἐν νῷ ἔχων, ἀλλ̓ ἀγαπῶν, οἶμαι, ἤν τις αὐτὸν ἐν τοῖς βασιλείοις ἡσυχάζειν ἐῴη. [9] ἐπεὶ δὲ οὐκ ἄποθεν οἱ βάρβαροι, ἀλλά που ἐν Ταυλαντίοις εἶναι στρατῷ μεγάλῳ ἠγγέλλοντο, καταλιπὼν τὰ βασίλεια οὐδενὶ κόσμῳ ἐς Ῥάβενναν φεύγει, πόλιν ἐχυρὰν ἐς αὐτόν που λήγοντα κειμένην τὸν Ἰόνιον κόλπον. [10] εἰσὶ δὲ οἳ καὶ φασὶν αὐτὸν τοὺς βαρβάρους ἐπαγαγέσθαι, στάσεως αὐτῷ πρὸς τῶν ὑπηκόων γεγενημένης, ἐμοὶ μὲν οὐ πιστὰ λέγοντες, [11] ὅσα γε τὸ τοῦ ἀνθρώπου ἐκλογίζεσθαι ἦθος. οἱ δὲ βάρβαροι, ἐπεὶ οὐδὲν σφίσιν ἀπήντα πολέμιον, γίνονται ὠμότατοι ἀνθρώπων ἁπάντων. πόλεις τε γάρ, ὅσας εἷλον, οὕτω κατειργάσαντο ὥστε οὐδὲν εἰς ἐμὲ αὐταῖς ἀπολέλειπται γνώρισμα, ἄλλως τε καὶ ἐντὸς τοῦ Ἰονίου κόλπου, πλήν γε δὴ ὅτι πύργον ἕνα ἢ πύλην μίαν ἤ τι τοιοῦτο αὐταῖς περιεῖναι ξυνέβη: [12] τούς τε ἀνθρώπους ἅπαντας ἔκτεινον, ὅσοι ἐγένοντο ἐν ποσίν, ὁμοίως μὲν πρεσβύτας, ὁμοίως δὲ νέους, οὔτε γυναικῶν οὔτε παίδων φειδόμενοι. ὅθεν εἰς ἔτι καὶ νῦν ὀλιγάνθρωπον τὴν Ἰταλίαν ξυμβαίνει εἶναι. [13] χρήματα δὲ ἅπαντα ἐληίσαντο ἐκ πάσης Εὐρώπης, καί, τό γε κεφάλαιον, ἐν Ῥώμῃ τῶν τε δημοσίων τῶν τε ἰδίων οὐδ̓ ὁτιοῦν ἀπολιπόντες ἐπὶ Γαλλίας ἐχώρησαν. τρόπῳ δὲ ὅτῳ Ῥώμην Ἀλάριχος εἷλεν, ἐγὼ δηλώσω. [14] Ἐπειδὴ χρόνος τέ οἱ πολὺς ἐν τῇ προσεδρείᾳ ἐτέτριπτο καὶ οὔτε βίᾳ οὔτε τινὶ μηχανῇ ἄλλῃ ἴσχυσε τὸ χωρίον ἑλεῖν, ἐπενόει τάδε. [15] τῶν ἐν στρατῷ νεανιῶν οὔπω γενειασκόντων, ἀλλ̓ ἄρτι ἡβηκότων, τριακοσίους ἀπολεξάμενος, οὕσπερ εὖ τε γεγονέναι καὶ ὑπὲρ τὴν ἡλικίαν ἀρετῆς μεταποιεῖσθαι ἠπίστατο, ἔφασκε μὲν αὐτοῖς κρύφα ὡς σφίσι τῶν ἐν Ῥώμῃ πατρικίων τινάς, ἅτε δούλοις οὖσι δῆθεν τῷ λόγῳ, δωρήσεσθαι μέλλοι. [16] παρήγγελλε δὲ ὥστε, ἐπειδὰν ἐν ταῖς ἐκείνων οἰκίαις τάχιστα γένωνται, πρᾳότητα πολλὴν καὶ σωφροσύνην ἐνδεικνυμένους ἅπαντα προθύμως ὑπηρετεῖν, ἅπερ ἂν αὐτοῖς πρὸς τῶν κεκτημένων ἐπικείμενα ᾖ: [17] ἔπειτα οὐ πολλῷ ὕστερον καὶ ἐν ἡμέρᾳ τακτῇ ἀμφὶ ἡμέραν μάλιστα μέσην, ἁπάντων ἤδη τῶν αὐτοὺς ληψομένων ὕπνον, ὡς τὸ εἰκός, μετὰ τὰ σιτία αἱρουμένων, ἐν πύλῃ ἅπαντας τῇ Σαλαρίᾳ καλουμένῃ γενέσθαι, καὶ τούς τε φύλακας οὐδὲν προαισθομένους ἐξ ἐπιδρομῆς κτεῖναι τάς τε πύλας ἀνοιγνύναι ὡς τάχιστα. [18] ταῦτα ἐπαγγείλας Ἀλάριχος τοῖς νεανίαις, πρέσβεις αὐτίκα πρὸς τοὺς ἐκ βουλῆς ἔπεμψε, δηλῶν ὅτι ἀγασθείη μὲν αὐτοὺς τῆς ἐς τὸν σφῶν βασιλέα εὐνοίας, οὐκέτι δὲ τὸ λοιπὸν ἐνοχλήσει, τῆς τε ἀρετῆς καὶ πίστεως ἕνεκα, ἧς ἐς ἄγαν μεταποιεῖσθαί εἰσιν ἔνδηλοι, ὅπως τε αὐτοῦ μνημεῖα παῤ ἀνδράσι καλοῖς τε καὶ ἀγαθοῖς σώζοιτο, οἰκέταις τισὶ δωρεῖσθαι βούλοιτο αὐτῶν ἕκαστον. [19] ταῦτα σημήνας καὶ τοὺς νεανίας οὐκ ἐς μακρὰν στείλας, συσκευάζεσθαι ἐς τὴν ἄφοδον τοὺς βαρβάρους ἐκέλευε, τούτου τε αἴσθησιν Ῥωμαίοις παρεῖχεν. [20] οἳ δὴ τούς τε λόγους ἄσμενοι ἤκουσαν καὶ τὰ δῶρα δεξάμενοι ἐν πολλῇ εὐπαθείᾳ ἐγένοντο, ἑκαστάτω τῆς τοῦ βαρβάρου ἐπιβουλῆς ὄντες. [21] οἵ τε γὰρ νέοι τῷ εὐπειθέστεροι τοῖς κεκτημένοις εἶναι τὸ ὕποπτον ἀπεκρούοντο, τοῦ τε στρατοπέδου οἱ μὲν ἤδη ἐξανιστάμενοί τε καὶ διαλύοντες τὴν προσεδρείαν ἐφαίνοντο, οἱ δὲ ὅσον οὔπω ταὐτὸ τοῦτο ποιήσειν ἐπίδοξοι ἦσαν. [22] ἐπεὶ δὲ ἡ κυρία παρῆν, Ἀλάριχος μὲν ἅπαν ἐξοπλίσας τὸ στράτευμα ὡς ἐς τὴν ἔφοδον ἐν παρασκευῇ εἶχεν ἄγχιστα πύλης τῆς Σαλαρίας: ἐνταῦθα γὰρ ἐνστρατοπεδευσάμενος τῆς πολιορκίας κατ̓ ἀρχὰς ἔτυχε. [23] ξύμπαντες δὲ οἱ νεανίαι καιρῷ τῆς ἡμέρας τῷ ξυγκειμένῳ ἐς ταύτην δὴ τὴν πύλην γενόμενοι τούς τε φύλακας ἐκ τοῦ αἰφνιδίου ἐπελθόντες ἀπέκτειναν, τάς τε πύλας ἀνακλίναντες κατ̓ ἐξουσίαν Ἀλάριχόν τε καὶ τὴν στρατιὰν τῇ πόλει ἐδέξαντο. [24] οἱ δὲ τάς τε οἰκίας ἐνέπρησαν αἳ τῆς πύλης ἄγχιστα ἦσαν, ἐν αἷς ἦν καὶ ἡ Σαλουστίου, τοῦ Ῥωμαίοις τὸ παλαιὸν τὴν ἱστορίαν γράψαντ�
�ς, ἧς δὴ τὰ πλεῖστα ἡμίκαυτα καὶ ἐς ἐμὲ ἕστηκε: τήν τε πόλιν ὅλην ληισάμενοι καὶ Ῥωμαίων τοὺς πλείστους διαφθείραντες πρόσω ἐχώρουν. [25] τότε λέγουσιν ἐν Ῥαβέννῃ Ὁνωρίῳ τῷ βασιλεῖ τῶν τινα εὐνούχων δηλονότι ὀρνιθοκόμον ἀγγεῖλαι ὅτι δὴ Ῥώμη ἀπόλωλε. καὶ τὸν ἀναβοήσαντα φάναι ‘Καίτοι ἔναγχος ἐδήδοκεν ἐκ χειρῶν τῶν ἐμῶν.’ εἶναι γάρ οἱ ἀλεκτρυόνα ὑπερμεγέθη, [26] Ῥώμην ὄνομα: καὶ τὸν μὲν εὐνοῦχον ξυνέντα τοῦ λόγου εἰπεῖν Ῥώμην τὴν πόλιν πρὸς Ἀλαρίχου ἀπολωλέναι, ἀνενεγκόντα δὲ τὸν βασιλέα ὑπολαβεῖν ‘Ἀλλ̓ ἔγωγε, ὦ ἑταῖρε, Ῥώμην μοι ἀπολωλέναι τὴν ὄρνιν ᾠήθην.’ τοσαύτῃ ἀμαθίᾳ τὸν βασιλέα τοῦτον ἔχεσθαι λέγουσι. [27] Τινὲς δὲ οὐχ οὕτω Ῥώμην Ἀλαρίχῳ ἁλῶναί φασιν, ἀλλὰ Πρόβην γυναῖκα, πλούτῳ τε καὶ δόξῃ ἔν γε τῇ Ῥωμαίων βουλῇ ἐπιφανεστάτην μάλιστα οὖσαν, οἰκτεῖραι μὲν λιμῷ τε καὶ τῇ ἄλλῃ κακοπαθείᾳ διαφθειρομένους Ῥωμαίους, οἵ γε καὶ ἀλλήλων ἤδη ἐγεύοντο: ὁρῶσαν δὲ ὡς πᾶσα αὐτοὺς ἐλπὶς ἀγαθὴ ἐπιλελοίπει, τοῦ τε ποταμοῦ καὶ τοῦ λιμένος ἐχομένου πρὸς τῶν πολεμίων, τοῖς οἰκέταις ἐγκελεύσασθαι νύκτωρ ἀνοιγνύναι τὰς πύλας. [28] Ἐπειδὴ δὲ Ἀλάριχος ἐκ Ῥώμης ἐξανίστασθαι ἔμελλεν, Ἄτταλον τῶν τινα εὐπατριδῶν βασιλέα Ῥωμαίων ἀνεῖπε, περιθέμενος αὐτῷ τό τε διάδημα καὶ τὴν ἁλουργίδα καὶ εἴ τι ἄλλο ἐς βασιλικὸν ἀξίωμα ἥκει. ἔπρασσε δὲ ταῦτα ὡς παραλύσων μὲν τῆς βασιλείας Ὁνώριον, παραδώσων δὲ ἅπαν Ἀττάλῳ τὸ ἑσπέριον κράτος. [29] τοιαύτῃ μὲν γνώμῃ Ἄτταλός τε καὶ Ἀλάριχος ἐπὶ Ῥάβενναν στρατῷ πολλῷ ᾔεσαν. ἦν δὲ ὁ Ἄτταλος οὗτος οὔτε αὐτός τι νοεῖν ἱκανὸς οὔτε τῷ εὖ εἰπόντι πεισθῆναι. [30] Ἀλαρίχου γοῦν ἥκιστα ἐπαινοῦντος ἐς Λιβύην στρατιᾶς χωρὶς ἄρχοντας ἔπεμψε. ταῦτα μὲν οὖν ἐπράσσετο τῇδε. [31] Βρεττανία δὲ ἡ νῆσος Ῥωμαίων ἀπέστη, οἵ τε ἐκείνῃ στρατιῶται βασιλέα σφίσι Κωνσταντῖνον εἵλοντο, οὐκ ἀφανῆ ἄνδρα. ὃς δὴ αὐτίκα στόλον τε ἀγείρας νηῶν καὶ στρατιὰν λόγου ἀξίαν ἐς Ἱσπανίαν τε καὶ Γαλλίαν ὡς δουλωσόμενος στρατῷ μεγάλῳ ἐσέβαλεν. [32] Ὁνώριος δὲ πλοῖα μὲν ἐν παρασκευῇ εἶχε, προσεδέχετο δὲ τὰς ἐκ Λιβύης τύχας, ὅπως, ἢν μὲν ἀποκρουσθεῖεν οἱ παρὰ Ἀττάλου σταλέντες, πλέοι τε αὐτὸς ἐπὶ Λιβύης καὶ μοῖράν τινα τῆς βασιλείας τῆς αὐτοῦ ἔχοι, ἢν δὲ ἀπ̓ ἐναντίας αὐτῷ τὰ ἐκείνῃ πράγματα ἴοι, ἐς Θεοδόσιόν τε ἵκοιτο καὶ σὺν αὐτῷ εἴη. [33] Ἀρκαδίου γὰρ ἤδη πολλῷ πρότερον τελευτήσαντος, Θεοδόσιος ἐκείνου υἱός, ἔτι παῖς ὢν κομιδῆ, εἶχε τῆς ἕω ἀρχήν. [34] ταῦτα Ὁνωρίῳ καραδοκοῦντι καὶ ἐν τρικυμίαις φερομένῳ τῆς τύχης εὐτυχήματα θαυμάσια ἡλίκα ξυνηνέχθη γενέσθαι. [35] φιλεῖ γὰρ ὁ θεὸς τοῖς οὔτε ἀγχίνοις οὔτε τι οἴκοθεν μηχανᾶσθαι οἵοις τε οὖσιν, ἢν μὴ πονηροὶ εἶεν, ἀπορουμένοις τὰ ἔσχατα ἐπικουρεῖν τε καὶ ξυλλαμβάνεσθαι: ὁποῖον δή τι καὶ τῷ βασιλεῖ τούτῳ τετύχηκεν. [36] ἔκ τε γὰρ Λιβύης ὡς διαφθαρεῖεν οἱ Ἀττάλου ἄρχοντες ἄφνω ἠγγέλλετο, καὶ νηῶν πλῆθος ἐκ Βυζαντίου στρατιώτας ἔχουσαι ὅτι πλείστους ἐς ἐπικουρίαν αὐτῷ ἀφικομένους οὐ προσδεχομένῳ παρῆσαν, διάφορός τε Ἀττάλῳ γεγονὼς Ἀλάριχος τό τε τοῦ βασιλέως αὐτὸν ἀφαιρεῖται σχῆμα καὶ ἐν ἰδιώτου ἤδη τελοῦντα μοίρᾳ ἐν φυλακῇ εἶχε. [37] μετὰ δὲ Ἀλάριχος μὲν τελευτᾷ νόσῳ, ὁ δὲ τῶν Οὐισιγότθων στρατός, ἡγουμένου σφίσιν Ἀδαούλφου, ἐπὶ Γαλλίας ἐχώρησαν, καὶ Κωνσταντῖνος μάχῃ ἡσσηθεὶς ξὺν τοῖς παισὶ θνήσκει. [38] Βρεττανίαν μέντοι Ῥωμαῖοι ἀνασώσασθαι οὐκέτι ἔσχον, ἀλλ̓ οὖσα ὑπὸ τυράννοις ἀπ̓ αὐτοῦ ἔμεινε. [39] Γότθοι δὲ τὴν ἐπὶ τοῦ Ἴστρου διάβασιν ποιησάμενοι Παννονίαν μὲν τὰ πρῶτα ἔσχον, ἔπειτα δὲ βασιλέως δόντος ᾤκησαν τὰ ἐπὶ τῆς Θρᾴκης χωρία. [40] ἐνταῦθά τε οὐ πολὺν διατρίψαντες χρόνον τῆς ἑσπερίας ἐκράτησαν. ἀλλὰ ταῦτα μὲν ἐν τοῖς περὶ τῶν Γότθων εἰρήσεται.

 

‹ Prev