Delphi Complete Works of Procopius

Home > Other > Delphi Complete Works of Procopius > Page 163
Delphi Complete Works of Procopius Page 163

by Procopius of Caesarea


  Ταῦτα βασιλεὺς οὔπω πεπυσμένος τετρακοσίους τε στρατιώτας καὶ ἄρχοντα Κύριλλον ὡς τὴν νῆσον ξυμφυλάξοντας Γώδᾳ ἡτοίμαζεν. [2] ἤδη δὲ ξὺν αὐτοῖς καὶ τὴν ἐς Καρχηδόνα στρατείαν ἐν παρασκευῇ εἶχε, πεζοὺς μὲν στρατιώτας μυρίους, ἱππέας δὲ πεντακισχιλίους, ἔκ τε στρατιωτῶν καὶ φοιδεράτων συνειλεγμένους. [3] ἐν δὲ δὴ φοιδεράτοις πρότερον μὲν μόνοι βάρβαροι κατελέγοντο, ὅσοι οὐκ ἐπὶ τῷ δοῦλοι εἶναι, ἅτε μὴ πρὸς Ῥωμαίων ἡσσημένοι, ἀλλ̓ ἐπὶ τῇ ἴσῃ καὶ ὁμοίᾳ ἐς τὴν πολιτείαν ἀφίκοιντο: [4] φοίδερα γὰρ τὰς πρὸς τοὺς πολεμίους σπονδὰς καλοῦσι Ῥωμαῖοι: τὸ δὲ νῦν ἅπασι τοῦ ὀνόματος τούτου ἐπιβατεύειν οὐκ ἐν κωλύμῃ ἐστί, τοῦ χρόνου τὰς προσηγορίας ἐφ̓ ὧν τέθεινται ἥκιστα ἀξιοῦντος τηρεῖν, ἀλλὰ τῶν πραγμάτων ἀεὶ περιφερομένων, ᾗ ταῦτα ἄγειν ἐθέλουσιν ἄνθρωποι, τῶν πρόσθεν αὐτοῖς ὠνομασμένων ὀλιγωροῦντες. [5] ἄρχοντες δὲ ἦσαν φοιδεράτων μὲν Δωρόθεός τε, ὁ τῶν ἐν Ἀρμενίοις καταλόγων στρατηγός, καὶ Σολόμων, ὃς τὴν Βελισαρίου ἐπετρόπευε στρατηγίαν: [6] ῾δομέστικον τοῦτον καλοῦσι Ῥωμαῖοι. ὁ δὲ Σολόμων οὗτος εὐνοῦχος μὲν ἦν, οὐκ ἐξ ἐπιβουλῆς δὲ ἀνθρώπου τὰ αἰδοῖα ἐτύγχανεν ἀποτμηθείς, ἀλλά τις αὐτῷ τύχη ἐν σπαργάνοις ὄντι τοῦτο ἐβράβευσε:᾿ καὶ Κυπριανὸς καὶ Βαλεριανὸς καὶ Μαρτῖνος καὶ Ἀλθίας καὶ Ἰωάννης καὶ Μάρκελλος καὶ Κύριλλος, οὗ πρόσθεν ἐμνήσθην: [7] στρατιωτῶν δὲ ἱππέων μὲν Ῥουφῖνός τε καὶ Ἀϊγάν, ἐκ τῆς Βελισαρίου οἰκίας ὄντες, καὶ Βαρβᾶτος καὶ Πάππος, πεζῶν δὲ Θεόδωρος, ὅνπερ Κτεάνον ἐπίκλησιν ἐκάλουν, καὶ Τερέντιός τε καὶ Ζάϊδος καὶ Μαρκιανὸς καὶ Σάραπις. [8] Ἰωάννης δέ τις ἐξ Ἐπιδάμνου ὁρμώμενος, ἣ νῦν Δυρράχιον καλεῖται, τοῖς τῶν πεζῶν ἡγεμόσιν ἅπασιν ἐφειστήκει. [9] τούτων ἁπάντων Σολόμων μὲν ἑῷος ἐτύγχανεν ὢν ἐκ τῆς Ῥωμαίων ἐσχατιᾶς αὐτῆς, οὗ νῦν πόλις οἰκεῖται Δάρας, Ἀϊγὰν δὲ ἦν Μασσαγέτης γένος, οὓς νῦν Οὔννους καλοῦσιν: [10] οἱ δὲ λοιποὶ σχεδόν τι ἅπαντες τὰ ἐπὶ τῆς Θρᾴκης χωρία ᾤκουν. [11] εἵποντο δὲ αὐτοῖς Ἔρουλοι τετρακόσιοι, ὧν Φάρας ἦρχε, καὶ ξύμμαχοι βάρβαροι ἑξακόσιοι μάλιστα ἐκ τοῦ Μασσαγετῶν ἔθνους, ἱπποτοξόται πάντες: [12] ὧν δὴ ἡγοῦντο Σιννίων τε καὶ Βάλας, ἀνδρίας τε καὶ καρτερίας ἐς ἄκρον ἥκοντε. [13] ναῦς δὲ ἡ σύμπασα στρατιὰ πεντακοσίας ἦγε, καὶ αὐτῶν οὐδεμία πλέον ἢ κατὰ μυριάδας πέντε μεδίμνων φέρειν οἵα τε ἦν, οὐ μὴν οὐδὲ ἔλασσον ἢ κατὰ τρισχιλίους. [14] ναῦται δὲ τρισμύριοι ἐπέπλεον ἁπάσαις, Αἰγύπτιοί τε καὶ Ἴωνες οἱ πλεῖστοι καὶ Κίλικες, ἀρχηγός τε εἷς ἐπὶ ταῖς ναυσὶν ἁπάσαις Καλώνυμος Ἀλεξανδρεὺς ἀπεδέδεικτο. [15] ἦσαν δὲ αὐτοῖς καὶ πλοῖα μακρά, ὡς ἐς ναυμαχίαν παρεσκευασμένα, ἐνενήκοντα δύο, μονήρη μέντοι καὶ ὀροφὰς ὕπερθεν ἔχοντα, ὅπως οἱ ταῦτα ἐρέσσοντες πρὸς τῶν πολεμίων ἥκιστα βάλλοιντο. [16] δρόμωνας καλοῦσι τὰ πλοῖα ταῦτα οἱ νῦν ἄνθρωποι: πλεῖν γὰρ κατὰ τάχος δύνανται μάλιστα. ἐν τούτοις δὴ Βυζάντιοι δισχίλιοι ἔπλεον, αὐτερέται πάντες: περίνεως γὰρ ἦν ἐν τούτοις οὐδείς. [17] ἐστέλλετο δὲ καὶ Ἀρχέλαος, ἀνὴρ ἐς πατρικίους τελῶν, ἤδη μὲν τῆς αὐλῆς ἔπαρχος ἔν τε Βυζαντίῳ καὶ Ἰλλυριοῖς γεγονώς, τότε δὲ τοῦ στρατοπέδου καταστὰς ἔπαρχος: οὕτω γὰρ ὁ τῆς δαπάνης χορηγὸς ὀνομάζεται. [18] στρατηγὸν δὲ αὐτοκράτορα ἐφ̓ ἅπασι Βελισάριον βασιλεὺς ἔστελλεν, ὃς τῶν ἑῴων αὖθις καταλόγων ἦρχε. [19] καὶ αὐτῷ πολλοὶ μὲν δορυφόροι, πολλοὶ δὲ ὑπασπισταὶ εἵποντο, ἄνδρες τε ἀγαθοὶ τὰ πολέμια καὶ τῶν περὶ ταῦτα κινδύνων ἀτεχνῶς ἔμπειροι. [20] γράμματά τε αὐτῷ βασιλεὺς ἔγραφε, δρᾶν ἕκαστα ὅπη ἂν αὐτῷ δοκῇ ἄριστα ἔχειν, ταῦτά τε κύρια εἶναι ἅτε αὐτοῦ βασιλέως αὐτὰ διαπεπραγμένου. βασιλέως γὰρ αὐτῷ ῥοπὴν τὰ γράμματα ἐποίει. [21] ὥρμητο δὲ ὁ Βελισάριος ἐκ Γερμανίας, ἣ Θρᾳκῶν τε καὶ Ἰλλυριῶν μεταξὺ κεῖται. ταῦτα μὲν οὖν ἐγίνετο τῇδε. [22] Γελίμερ δὲ Τριπόλεώς τε πρὸς Πουδεντίου καὶ Σαρδοῦς πρὸς Γώδα ἐστερημένος, Τρίπολιν μὲν ἀνασώσασθαι μόλις ἤλπισεν, ἀπωτέρω τε ᾠκημένην καὶ Ῥωμαίων ἤδη τοῖς ἀποστᾶσι ξυλλαμβανόντων, ἐφ̓ οὓς δὴ μὴ αὐτίκα στρατεύειν ἔδοξέν οἱ ἄριστα ἔχειν: ἐς δὲ τὴν νῆσον προτερῆσαι ἠπείγετο, πρὶν ἢ καὶ ἐς ταύτην ξυμμαχίαν ἐκ βασιλέως ἥκειν. [23] ἀπολέξας οὖν Βανδίλων χιλιάδας πέντε καὶ ναῦς εἴκοσι καὶ ἑκατὸν τὰς ἄριστα πλεούσας στρατηγόν τε ἀποδείξας Τζάζωνα τὸν ἀδελφὸν ἔστελλε. [24] καὶ οἱ μὲν ἐπὶ Γώδαν τε καὶ Σαρδὼ θυμῷ τε πολλῷ καὶ σπουδῇ χρώμενοι ἔπλεον, βασιλεὺς δὲ Ἰουστινιανὸς Βαλεριανόν τε καὶ Μαρτῖνον προτέρους ἔστελλεν, ἐφ̓ ᾧ προσδέξονται τὴν ἄλλην στρατιὰν ἐς τὰ ἐν Πελοποννήσῳ χωρία. [25] καὶ ἐπειδὴ ὲν ταῖς ναυσὶν ἄμφω ἐγενέσθην, ἐνθύμιον βασιλεῖ ἐγένετο ἐντέλλεσθαί τι αὐτοῖν: ὃ καὶ πρότερον ἐθέλοντα λέγειν ἀσχολία τις λόγων ἑτέρων τὴν διάνοιαν περιλαβοῦσα ἐξέκρουσε. [26] μεταπεμψάμενος οὖν αὐτὼ λέγειν ἔμελλεν ἃ ἐβούλετο, ἀλλὰ ξυμβαλὼν εὕρισκεν ὡς οὐκ ἂν αὐτοῖν αἴσιον εἴη τὴν πορείαν ἐκκόψαι. [27] ἔπεμπεν οὖν τινας ἀπεροῦντας αὐτοῖν μήτε ἀναστρέφειν ἐς αὐτὸν αὖθις μήτε ἐκ τῶν νεῶν ἀποβαίνειν. [28] οἱ δέ, ἐπεὶ τῶν νεῶν ἀγχοῦ ἐγένοντο, ἐκέλευον ξὺν βοῇ τε κ
αὶ θορύβῳ πολλῷ μηδαμῶς ἀναστρέφειν, ἔδοξέ τε τοῖς παροῦσιν οἰωνός τε εἶναι οὐκ ἀγαθὸς τὸ γινόμενον καὶ οὔποτε τῶν ἐν ταῖς ναυσὶν ἐκείναις τινὰ ἐκ Λιβύης ἐς Βυζάντιον ἐπανήξειν. [29] πρὸς γὰρ δὴ τῷ οἰωνῷ καὶ ἀρὰν ἐς αὐτοὺς ἥκειν ἐκ βασιλέως οὔτι ἑκόντος, ὥστε μὴ ἀναστρέφειν ὑπώπτευον. καὶ εἰ μέν τις αὐτὰ ἐς τὼ ἄρχοντε τούτω, Βαλεριανόν τε καὶ Μαρτῖνον, ξυμβάλλοιτο, οὐκ ἀληθῆ εὑρήσει τὰ ἐξ ἀρχῆς δόξαντα. [30] ἦν δέ τις ἐν τοῖς Μαρτίνου δορυφόροις Στότζας, ὃς δὴ καὶ βασιλεῖ πολέμιος ἔμελλεν ἔσεσθαι καὶ τυραννίδι ἐπιθέσθαι καὶ ἐς Βυζάντιον ἥκιστα ἀναστρέφειν, ἐφ̓ ὃν δὴ τὴν ἀρὰν ἐκείνην ὑποπτεύσειεν ἄν τις ξυνενεγκεῖν τὸ δαιμόνιον. [31] ἀλλὰ ταῦτα μὲν εἴτε ταύτῃ εἴτε πη ἄλλῃ ἔχει, ἀφίημι ἑκάστῳ ὅπη ἄν τις βούληται ἐκλογίζεσθαι. ὅπως δὲ ὅ τε στρατηγὸς Βελισάριος καὶ τὸ στράτευμα ἐστάλη, ἐρῶν ἔρχομαι.

  Ἕβδομον ἤδη ἔτος τὴν αὐτοκράτορα ἀρχὴν ἔχων Ἰουστινιανὸς βασιλεὺς ἀμφὶ θερινὰς τροπὰς τὴν στρατηγίδα ἐκέλευσε ναῦν ὁρμίσασθαι ἐς τὴν ἀκτὴν ἣ πρὸ τῆς βασιλέως αὐλῆς τυγχάνει οὖσα. [2] ἐνταῦθα Ἐπιφάνιος ἀφικόμενος, ὁ τῆς πόλεως ἀρχιερεύς, εὐξάμενός τε ὅσα εἰκὸς ἦν τῶν τινα στρατιωτῶν ἄρτι βεβαπτισμένον τε καὶ τοῦ Χριστιανῶν ὀνόματος μεταλαχόντα εἰς τὴν ναῦν εἰσεβίβασεν. οὕτω τοίνυν ὅ τε στρατηγὸς Βελισάριος καὶ Ἀντωνίνα ἡ γυνὴ ἔπλεον. [3] ξυνῆν δὲ αὐτοῖς καὶ Προκόπιος, ὃς τάδε ξυνέγραψε, πρότερον μὲν καὶ μάλα κατορρωδήσας τὸν κίνδυνον, ὄψιν δὲ ὀνείρου ἰδὼν ὕστερον ἣ αὐτὸν θαρσῆσαί τε ἐποίησε καὶ ἐς τὸ στρατεύεσθαι ὥρμησεν. [4] ἐδόκει γὰρ ἐν τῷ ὀνείρῳ εἶναι μὲν ἐν τῇ Βελισαρίου οἰκίᾳ, εἰσελθόντα δὲ ἀγγεῖλαι τῶν οἰκετῶν ἕνα ὡς ἥκοιέν τινες δῶρα φέροντες: καὶ Βελισάριον διασκοπεῖσθαι κελεύειν αὐτὸν ὁποῖά ποτε εἴη τὰ δῶρα, καὶ αὐτὸν ἐν τῇ μεταύλῳ γενόμενον ἄνδρας ἰδεῖν οἳ ἔφερον ἐπὶ τῶν ὤμων γῆν αὐτοῖς ἄνθεσι. [5] τούτους δὲ εἰς τὴν οἰκίαν εἰσαγαγόντα κελεῦσαι καταθεῖναι ἐν τῷ προστώῳ ἣν ἔφερον γῆν: οὗ δὴ Βελισάριον ἅμα τοῖς δορυφόροις ἥκοντα, αὐτόν τε κατακλίνεσθαι ἐν τῇ γῇ ἐκείνῃ καὶ τὰ ἄνθη ἐσθίειν, τοῖς τε ἄλλοις αὐτὸ δὴ τοῦτο ποιεῖν ἐγκελεύεσθαι, κατακλινομένοις τε σφίσι καὶ ἐσθίουσιν ὥσπερ ἐπὶ στιβάδος ἡδεῖαν κομιδῆ τὴν βρῶσιν φανῆναι. τὰ μὲν δὴ τῆς ὄψεως τοῦ ὀνείρου ταύτῃ πη ἔσχεν. [6] Ὁ δὲ ξύμπας στόλος τῇ στρατηγίδι νηὶ εἵπετο, καὶ προσέσχον Περίνθῳ, ἣ νῦν Ἡράκλεια ἐπικαλεῖται, ἔνθα δὴ πέντε ἡμερῶν χρόνος τῇ στρατιᾷ ἐτρίβη, ἐπεὶ βασιλεὺς ἵπποις ὅτι μάλιστα πλείστοις τὸν στρατηγὸν ἐνταῦθα ἐδωρεῖτο ἐκ τῶν βασιλικῶν ἱπποφορβίων, ἅ οἱ νέμονται ἐς τὰ ἐπὶ Θρᾴκης χωρία. [7] ὅθεν δὴ ἀπάραντες Ἀβύδῳ προσωρμίσαντο, καὶ σφίσι ξυνέπεσε τῇδε διὰ τὴν νηνεμίαν ἡμέρας διατρίβουσι τέσσαρας πρᾶγμα τοιόνδε ξυνενεχθῆναι. [8] Μασσαγέται δύο τῶν τινα ἑταίρων ἐν τῇ ἀκρατοποσίᾳ ἐρεσχελοῦντα σφᾶς, ἅτε οἰνωμένω, ἀνειλέτην. πάντων γὰρ ἀνθρώπων μάλιστά εἰσιν ἀκρατοπόται οἱ Μασσαγέται. [9] Βελισάριος οὖν αὐτίκα τὼ ἄνδρε τούτω ἐν τῷ κολωνῷ ὃς ἄγχι Ἀβύδου ἐστὶν ἀνεσκολόπισε. [10] καὶ ἐπειδὴ οἵ τε ἄλλοι καὶ οἱ τοῖν ἀνδροῖν ξυγγενεῖς ἐδυσχέραινόν τε καὶ ἔφασκον οὐκ ἐπὶ τιμωρίᾳ οὐδ̓ ἐπὶ τῷ ὑπεύθυνοι εἶναι Ῥωμαίων νόμοις ἐς ξυμμαχίαν ἥκειν ῾τὰ γὰρ δὴ σφῶν νόμιμα οὐ τοιάσδε τῶν φόνων ποιεῖσθαι τὰς τίσεις᾿, ξυνεθρύλλουν δὲ αὐτοῖς τὴν ἐς τὸν στρατηγὸν αἰτίαν καὶ στρατιῶται Ῥωμαῖοι οἷς δὴ ἐπιμελὲς ἐγεγόνει τῶν ἁμαρτανομένων μὴ εἶναι δίκας, τούς τε Μασσαγέτας καὶ τὸ ἄλλο στράτευμα ξυγκαλέσας Βελισάριος ἔλεξε τοιάδε: [11] ‘Εἰ μὲν πρὸς ἄνδρας νῦν πρῶτον εἰς πόλεμον καθισταμένους οἱ λόγοι ἐγίνοντο, μακροῦ ἄν μοι ἐδέησε χρόνου λέξαντα πεῖσαι ὑμᾶς ἡλίκον ἐστὶν ἐφόδιον εἰς τροπαίου κτῆσιν τὸ δίκαιον. [12] οἱ γὰρ οὐκ ἐξεπιστάμενοι τὰς τῶν τοιούτων ἀγώνων τύχας ἐν ταῖς χερσὶ μόναις οἴονται εἶναι τὸ τοῦ πολέμου πέρας. [13] ὑμεῖς δέ, οἳ πολλάκις μὲν νενικήκατε πολεμίους οὔτε τοῖς σώμασιν ἐλασσουμένους καὶ πρὸς ἀνδρίαν ἱκανῶς πεφυκότας, πολλάκις δὲ τῶν ἐναντίων ἐν πείρᾳ γεγένησθε, οὐκ ἀγνοεῖτε, οἶμαι, ὡς μάχονται μὲν ἐξ ἑκατέρας ἀεὶ στρατιᾶς ἄνθρωποι, βραβεύει δὲ ὁ θεὸς ὅπως ποτὲ αὐτῷ δοκεῖ καὶ τὸ τοῦ πολέμου δίδωσι κράτος. [14] ὅτε τοίνυν ταῦτα οὕτως ἔχει, τήν τε τοῦ σώματος εὐεξίαν καὶ τὴν ἐν τοῖς ὅπλοις ἐπιμέλειαν καὶ τὴν ἄλλην τοῦ πολέμου παρασκευὴν περὶ ἐλάσσονος προσήκει τοῦ τε δικαίου καὶ τῶν εἰς θεὸν ἡκόντων ποιεῖσθαι. [15] τὸ γὰρ μάλιστα ξυνενεγκεῖν τοῖς δεομένοις δυνάμενον μᾶλλον ἂν εἰκότως πρὸς ἐκείνων τιμῷτο. [16] πρῶτον δ̓ ἂν τοῦ δικαίου γένοιτο γνώρισμα ἡ τῶν ἀδίκως ἀνῃρηκότων ποινή. εἰ γὰρ τό τε δίκαιον καὶ τὸ ἄδικον κρίνειν τε καὶ ὀνομάζειν ἐκ τῶν εἰς τοὺς πέλας ἀεὶ πρασσομένων ἐπάναγκες, οὐδὲν ἂν γένοιτο μᾶλλον ἀνθρώπῳ τῆς ψυχῆς ἔντιμον. [17] εἰ δέ τις βάρβαρος, ὅτι τὸν ξυγγενῆ μεθύων ἀνεῖλεν, ἀξιοῖ συγγνώμονα ἔχειν τὴν δίκην, δἰ ὧν ἀπολύεσθαι τὰς αἰτίας φησὶ χείρω εἰκότως εἶναι ποιεῖ τὰ ἐγκλήματα. [18] οὔτε γὰρ οὕτω μεθύειν ἄξιον ἄλλως τε καὶ τὸν ἐν στρατοπέδῳ βαδίζοντα, ὥστ
ε ἀναιρεῖν τοὺς φιλτάτους ἑτοίμως, ἀλλ̓ αὐτή γε ἡ μέθη, κἂν ὁ φόνος ἥκιστα ἐπιγένηται, ποινῆς ἀξία, τό τε ξυγγενὲς ἀδικούμενον περὶ πλείονος ἂν τῶν οὐ προσηκόντων ἐς τιμωρίαν τοῖς γε νοῦν ἔχουσι φαίνοιτο. [19] τὸ μὲν οὖν παράδειγμα καὶ ἡ τῶν πραττομένων ἀπόβασις ὁποία ποτέ ἐστιν ὁρᾶν πάρεστιν. [20] ὑμᾶς δὲ προσήκει μήτε χειρῶν ἄρχειν ἀδίκων μήτε τι φέρεσθαι τῶν ἀλλοτρίων: ὡς οὐ περιόψομαί γε οὐδὲ ὑμῶν τινα συστρατιώτην ἐμὸν ἡγήσομαι εἶναι, κἂν πάνυ φοβερὸς τοῖς πολεμίοις εἶναι δοκῇ ὃς ἂν μὴ καθαραῖς ταῖς χερσὶν ἐς τοὺς ἀντιπάλους δύνηται χρῆσθαι. [21] τὸ γὰρ ἀνδρεῖον οὐκ ἂν νικῴη μὴ μετὰ τοῦ δικαίου ταττόμενον.’ Βελισάριος μὲν τοσαῦτα εἶπεν. [22] ἡ δὲ στρατιὰ ξύμπασα, ἐπειδὴ τά τε λεγόμενα ἤκουσαν καὶ ἐς τὼ ἀνεσκολοπισμένω ἀνέβλεψαν, ἐς δέος τι ἀμήχανον ἦλθον καὶ σωφρόνως βιοτεύειν ἐν νῷ ἔλαβον, ὡς οὐκ ἔξω κινδύνου μεγάλου ἐσόμενοι, ἤν τι οὐκ ἔννομον ποιοῦντες ἁλοῖεν.

 

‹ Prev