Μετὰ δὲ ταῦτα ἐφρόντιζε Βελισάριος ὅπως τε ὁ ξύμπας στόλος ἀεὶ κατὰ ταὐτὰ πλέοι καὶ ἐς χωρίον ταὐτὸ προσορμίζοιτο. [2] ᾔδει γὰρ ὡς ἐν μεγάλῳ στόλῳ, ἄλλως τε καὶ ἢν τραχεῖς σφίσιν ἄνεμοι ἐπιπέσοιεν, ἐπάναγκες ἀπολείπεσθαί τε τῶν νεῶν πολλὰς καὶ σκεδάννυσθαι ἐς τὸ πέλαγος, οὐκ εἰδέναι τε αὐτῶν τοὺς κυβερνήτας ὁποίαις ποτὲ τῶν ἔμπροσθεν ἀναγομένων ἕπεσθαι ἄμεινον. [3] λογισάμενος οὖν ἐποίει τάδε. τριῶν νεῶν, ἐν αἷς αὐτός τε καὶ ἡ θεραπεία ἔπλει, τὰ ἱστία ἐκ γωνίας τῆς ἄνω καὶ ἐς τριτημόριον μάλιστα ἔχρισε μίλτῳ, κοντούς τε ὀρθοὺς ἀναστήσας ἐν πρύμνῃ ἑκάστῃ ἀπεκρέμασεν ἀπ̓ αὐτῶν λύχνα, ὅπως ἔν τε ἡμέρᾳ καὶ νυκτὶ αἱ τοῦ στρατηγοῦ νῆες ἔκδηλοι εἶεν: αἷς δὴ ἕπεσθαι τοὺς κυβερνήτας ἐκέλευε πάντας. [4] οὕτω τε τῶν νεῶν τῶν τριῶν ἡγουμένων παντὶ τῷ στόλῳ τετύχηκεν αὐτῶν οὐδεμίαν ἀπολελεῖφθαι. ὅτε μέντοι ἐκ λιμένος ἀπαίρειν μέλλοιεν, ἐσήμαινον αὐτοῖς αἱ σάλπιγγες τοῦτο. [5] Ἐκ δὲ Ἀβύδου ἀναχθεῖσιν αὐτοῖς ἄνεμοι σκληροὶ ἐπιπεσόντες ἤγαγον εἰς τὸ Σίγειον. αὖθίς τε νηνεμίᾳ χρησάμενοι σχολαίτεροι ἐς Μαλέαν ἦλθον, ἔνθα δὴ αὐτοῖς ἡ νηνεμία ξυνήνεγκεν ἐς τὰ μάλιστα. [6] ἅτε γὰρ ἐν στόλῳ μεγάλῳ καὶ ναυσὶν ὑπερμεγέθεσι, νυκτὸς ἐπιγενομένης, ἡ στενοχωρία ξυνετάραξέ τε ἅπαντα καὶ ἐς ἔσχατον κινδύνου ἤνεγκεν. [7] ἐνταῦθα οἵ τε κυβερνῆται καὶ οἱ ἄλλοι ναῦται ἀρετὴν ἐπεδείξαντο, βοῇ τε καὶ πατάγῳ πολλῷ χρώμενοι καὶ τοῖς κοντοῖς διωθούμενοι, ἐμπείρως τε ἀπ̓ ἀλλήλων τὰς διαστάσεις ποιούμενοι, ὥστε εἰ καὶ πνεῦμα ἐπίφορον ἢ καὶ ἀπ̓ ἐναντίας αὐτοῖς ἐπεγένετο, μόλις ἂν οἱ ναῦταί μοι δοκεῖ σφᾶς τε αὐτοὺς καὶ τὰς ναῦς διεσώσαντο. [8] νῦν δὲ οὕτως ὥσπερ εἴρηται διαφυγόντες Ταινάρῳ προσέμιξαν, ἣ νῦν Καινούπολις ἐπικαλεῖται. [9] εἶτα ἐνθένδε ὁρμηθέντες Μεθώνῃ προσέσχον, εὗρόν τε ὀλίγῳ πρότερον τοὺς ἀμφὶ Βαλεριανόν τε καὶ Μαρτῖνον αὐτόσε ἀφικομένους. [10] καὶ ἐπεὶ ἄνεμοι οὐκ ἐπέπνεον σφίσι, τὰς μὲν ναῦς Βελισάριος ἐνταῦθα ὥρμισε, τὸ δὲ στράτευμα ἀπεβίβασεν ἅπαν, καὶ ἀποβάντας τούς τε ἄρχοντας διεκόσμησε καὶ τοὺς στρατιώτας διέτασσε. [11] ταῦτά τε αὐτοῦ διέποντος καὶ ἀνέμων ἥκιστα ἐπιγινομένων, ἐπῆλθε πολλοῖς τῶν στρατιωτῶν νόσῳ διαφθαρῆναι ἐξ αἰτίας τοιᾶσδε. [12] Ὁ τῆς αὐλῆς ἔπαρχος Ἰωάννης φλαῦρός τε ἦν τὸν τρόπον καὶ οὕτω δυνατὸς εἰς τὸ προσαγαγεῖν εἰς τὸ δημόσιον ἐπινοῆσαι χρήματα ἐπὶ λύμῃ ἀνθρώπων, ὡς οὐκ ἄν ποτε ἔγωγε φράσαι ἱκανῶς ἔχοιμι. [13] ἀλλὰ ταῦτα μὲν καὶ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, ἡνίκα πρὸς τῆς ἱστορίας ἐς τόδε ἠγόμην τοῦ λόγου. [14] τὰ δὲ νῦν ὅτῳ ποτὲ τρόπῳ τούτους δὴ τοὺς στρατιώτας διεχρήσατο ἐρῶν ἔρχομαι. [15] τὸν ἄρτον ᾧ δὴ μέλλουσιν ἐν τῷ στρατοπέδῳ οἱ στρατιῶται σιτίζεσθαι, δὶς μὲν ἐπάναγκες ἐς τὸν πνιγέα εἰσάγεσθαι, ἐπιμελῶς δὲ οὕτως ὀπτᾶσθαι ὥστε ἐξικνεῖσθαί τε ἐπὶ πλεῖστον καὶ μὴ χρόνῳ βραχεῖ διαφθείρεσθαι, τόν τε οὕτως ὀπτώμενον ἄρτον ἀνάγκη ἐλάσσω τὸν σταθμὸν ἕλκειν: καὶ διὰ τοῦτο ἐν ταῖς τοιαῖσδε ἀρτοδαισίαις εἰώθασιν οἱ στρατιῶται τοῦ συνειθισμένου σταθμοῦ τὸ τεταρτημόριον ἀποτέμνεσθαι. [16] Ἰωάννης οὖν λογισάμενος ὅπως ἐλάσσω τε τὰ ξύλα καὶ τὸν μισθὸν τοῖς ἀρτοποιοῖς ἥσσονα δοίη, καὶ ὅπως οἱ οὐκ ἐνδεὴς ὁ σταθμὸς εἴη, ὠμὸν ἔτι τὸν ἄρτον ἐς τὸ δημόσιον βαλανεῖον ἐσκομίσας τὸν Ἀχιλλέα, οὗ δὴ ἔνερθεν τὸ πῦρ καίεται, καταθέσθαι ἐκέλευσε. [17] καὶ ἐπειδὴ ἀμωσγέπως ὀπτᾶσθαι ἐδόκει, ἐμβαλὼν θυλακίοις ἐνθέμενός τε ἐν ταῖς ναυσὶν ἔστελλε. [18] καὶ ἐπεὶ ὁ στόλος ἐς Μεθώνην ἀφίκετο, διαρρυέντες οἱ ἄρτοι ἐπανῆκον αὖθις ἐς ἄλευρα, οὐχ ὑγιᾶ μέντοι, σεσηπότα δὲ καὶ εὐρωτιῶντα καί τινα ὀσμὴν ἤδη βαρεῖαν φέροντα. [19] ἐχορήγουν τε αὐτὰ τοῖς στρατιώταις πρὸς μέτρον οἷς προσέκειτο ἡ τιμὴ αὕτη, χοίνιξί τε ἤδη καὶ μεδίμνοις τὴν ἀρτοδαισίαν ποιούμενοι. [20] τούτοις δὲ οἱ στρατιῶται ὥρᾳ θέρους ἐν χωρίῳ αὐχμοὺς ἔχοντι σιτιζόμενοι ἐνόσησάν τε καὶ αὐτῶν ἀπέθανον οὐχ ἧσσον ἢ πεντακόσιοι: ὃ δὴ καὶ τοῖς πλείοσι ξυμπεσεῖν ἔμελλεν, ἀλλὰ Βελισάριος διεκώλυσεν, ἄρτους αὐτοῖς ἐπιχωρίους χορηγεῖσθαι κελεύσας. βασιλεῖ δὲ τὸ πρᾶγμα δηλώσας αὐτὸς μὲν ηὐδοκίμησεν, οὐ μήν τινα τότε Ἰωάννῃ ζημίαν ἤνεγκε. [21] Ταῦτα μὲν δὴ οὕτως ἐγένετο. ἐκ δὲ Μεθώνης ὁρμηθέντες ἀφίκοντο ἐς τὸν Ζακυνθίων λιμένα, ἔνθα δὴ ὕδωρ τε ἐμβεβλημένοι ὅσον σφίσιν ἐξικνεῖσθαι ἔμελλε τὸ Ἀδριατικὸν πέλαγος διαπλέουσι καὶ τὰ ἄλλα παρασκευασάμενοι ἔπλεον. [22] ἀνέμου δὲ σφίσι μαλακοῦ τε καὶ νωθροῦ κομιδῆ ἐπιπνεύσαντος ἑκκαιδεκαταῖοι κατέπλευσαν τῆς Σικελίας ἐς χῶρον ἔρημον, οὗ τὸ ὄρος ἐγγὺς ἡ Αἴτνη ἀνέχει. [23] ἐν δὲ τῷ διάπλῳ τούτῳ διατρίψασιν αὐτοῖς ὥσπερ εἴρηται, ξυνέπεσεν ἅπασι διαφθαρῆναι τὰ ὕδατα, πλήν γε δὴ οὗ Βελισάριός τε αὐτὸς καὶ οἱ ξυμπόται ἔπινον. [24] τοῦτο γὰρ διεσώσατο μόνον ἡ Βελισαρίου γυνὴ τρόπῳ τοιῷδε. ἀμφορέας ἐξ ὑάλου πεποιημένους ὕδατος ἐμπλησαμένη οἰκίσκον τε ἐκ σανίδων ποιήσασα ἐν κοίλῃ νηὶ ἔνθα δὴ τῷ ἡλίῳ ἐσιέναι ἀδύνατα ἦν, ἐνταῦθα ἐς ψάμμον τοὺς ἀμφορέας κατέχωσε, ταύτῃ τε ἀπαθὲς τὸ ὕδωρ διέμε
ινε. τοῦτο μὲν οὖν οὕτως ἔσχε.
Βελισάριος δέ, ἐπειδὴ τάχιστα ἐς τὴν νῆσον ἀπέβη, ἀπορούμενός τε ἤσχαλλε καὶ ἔστρεφεν αὐτοῦ τὴν διάνοιαν τὸ μὴ εἰδέναι ἐπὶ τίνας ποτὲ ἀνθρώπων τοὺς Βανδίλους ἴοι, ἢ ὁποίους ποτὲ τὰ πολέμια, μηδὲ ὅτῳ τρόπῳ ἢ ὁπόθεν ποτὲ σφίσιν ὁρμωμένοις πολεμητέα εἴη. [2] μάλιστα δὲ αὐτὸν οἱ στρατιῶται ξυνετάρασσον, κατωρρωδηκότες τε τὴν ναυμαχίαν καὶ προλέγειν ἥκιστα αἰσχυνόμενοι ὡς, ἢν μέν τις σφᾶς εἰς τὴν γῆν ἀποβήσειε, πειράσονται ἄνδρες ἀγαθοὶ ἐν τῇ μάχῃ γίγνεσθαι, ἢν δὲ πολέμια πλοῖα ἐπ̓ αὐτοὺς ἴοι, ἐς φυγὴν τραπήσονται: οὐ γὰρ οἷοί τέ εἰσι πολεμίοις τε ἀνδράσι καὶ ὕδασι διαμάχεσθαι. [3] τούτοις οὖν ἅπασιν ἀπορούμενος Προκόπιον τὸν αὑτοῦ πάρεδρον ἔστελλεν ἐς Συρακούσας, πευσόμενόν τε ἤν τινες τοῖς πολεμίοις ἐνέδραι εἰσὶ προλοχίζουσαι τὸν διάπλουν ἢ ἐν νήσῳ ἢ ἐν ἠπείρῳ, καὶ ὅπη μὲν τῆς Λιβύης προσορμίσασθαι σφίσιν ἄμεινον ἂν εἴη, ὁπόθεν δὲ ὁρμωμένοις τὸν πόλεμον πρὸς Βανδίλους διενεγκεῖν ξυνοίσει. [4] ἐπὰν δὲ τὰ ἐντεταλμένα ποιοίη, ἐπανήκοντά οἱ ἐκέλευεν ἐς Καύκανα τὸ χωρίον ξυμμῖξαι, διακοσίοις μάλιστα σταδίοις Συρακουσῶν διέχον, οὗ δὴ αὐτός τε καὶ ὁ ξύμπας στόλος ὁρμίσασθαι ἔμελλε. [5] τῷ δὲ λόγῳ τροφὰς αὐτὸν ἔπεμπεν ὠνησόμενον, ἅτε τῶν Γότθων ἀγορὰν σφίσιν ἐθελόντων διδόναι, δόξαν τοῦτο βασιλεῖ τε Ἰουστινιανῷ καὶ Ἀμαλασούνθῃ τῇ Ἀταλαρίχου μητρί, ὃς τότε παῖς τε ὢν καὶ ὑπὸ τῇ μητρὶ Ἀμαλασούνθῃ τρεφόμενος εἶχε τὸ Γότθων τε καὶ Ἰταλιωτῶν κράτος. [6] ἐπειδὴ γὰρ Θευδέριχος τετελευτήκει καὶ ἐς τὸν θυγατριδοῦν Ἀταλάριχον, ὀρφανὸν τοῦ πατρὸς ἤδη πρότερον γεγονότα, ἡ βασιλεία ἧκε, δειμαίνουσα ἡ Ἀμαλασοῦνθα περί τε τῷ παιδὶ καὶ τῇ βασιλείᾳ φίλον Ἰουστινιανὸν ἐς τὰ μάλιστα ἑταιρισαμένη τά τε ἄλλα ἐπήκουεν αὐτῷ ἐπιτάττοντι καὶ τότε ἀγορὰν διδόναι τῷ στρατοπέδῳ ἐπηγγέλλετο καὶ ἐποίει ταῦτα. [7] Γενόμενος δὲ ἐν ταῖς Συρακούσαις Προκόπιος καὶ ἀνδρὸς παρὰ δόξαν ἐπιτυχὼν πολίτου μέν οἱ καὶ φίλου ὑπάρχοντος ἐκ παιδός, ἐπ̓ ἐργασίᾳ δὲ τῇ κατὰ θάλασσαν ἀπὸ παλαιοῦ ἐν Συρακούσαις ᾠκημένου, ἐπύθετο ὅσων ἔχρῃζεν: [8] οὗτος γὰρ ὁ ἀνὴρ οἰκέτην αὐτῷ ἐπέδειξε, τριταῖόν οἱ ἐκείνῃ τῇ ἡμέρᾳ ἐκ Καρχηδόνος ἥκοντα, ὃς δὴ ἔφασκεν ὡς οὐδέ τινα πρὸς Βανδίλων ἐνέδραν τῷ στόλῳ ἔσεσθαι ἄξιον εἶναι ὑφορᾶσθαι. [9] πρὸς οὐδενὸς γὰρ ἐκείνους ἀνθρώπων πεπύσθαι στράτευμα ἐπ̓ αὐτοὺς ἐν τούτῳ τῷ χρόνῳ ἰέναι, ἀλλὰ καὶ στρατεύσασθαι ὀλίγῳ ἔμπροσθεν ἐπὶ Γώδαν εἴ τι ἐν Βανδίλοις δραστήριον ἦν. [10] καὶ διὰ ταῦτα Γελίμερα πολέμιον οὐδὲν ἐννοοῦντα, Καρχηδόνος τε καὶ τῶν ἄλλων ἁπάντων ὠλιγορηκότα τῶν ἐπὶ θαλάσσῃ χωρίων, ἐν Ἑρμιόνῃ διατριβὴν ἔχειν, ἥ ἐστιν ἐν Βυζακίῳ ἡμερῶν τεττάρων ὁδῷ τῆς ἠιόνος διέχουσα: ὥστε πάρεστιν αὐτοῖς πλεῖν τε οὐδὲν δειμαίνουσι δύσκολον καὶ προσορμίζεσθαι ἔνθα ἂν αὐτοὺς τὸ πνεῦμα καλοίη. [11] ταῦτα Προκόπιος ἀκούσας τῆς τε χειρὸς τοῦ οἰκέτου λαβόμενος ἐπὶ τὸν λιμένα ἐβάδιζε τὴν Ἀρέθουσαν, ἔνθα δή οἱ τὸ πλοῖον ὡρμίζετο, πυνθανόμενός τε τοῦ ἀνθρώπου συχνὰ καὶ διερευνώμενος ἕκαστα. ἐσβὰς δὲ ξὺν αὐτῷ ἐς τὴν ναῦν αἴρεσθαί τε τὰ ἱστία ἐκέλευσε καὶ πλεῖν κατὰ τάχος ἐς Καύκανα. [12] καὶ ἐπεὶ ὁ τοῦ οἰκέτου δεσπότης ἐπὶ τῆς ἠιόνος θαυμάζων εἱστήκει ὅτι οἱ οὐκ ἀπεδίδου τὸν ἄνθρωπον, ἀναβοήσας Προκόπιος, πλεούσης ἤδη τῆς νεώς, παρῃτεῖτο μή οἱ χαλεπῶς ἔχειν: [13] χρῆναι γὰρ τὸν οἰκέτην τῷ τε στρατηγῷ συμμῖξαι καὶ ἐς τὴν Λιβύην τῷ στρατῷ καθηγησάμενον οὐκ ἐς μακρὰν εἰς τὰς Συρακούσας ἐπανήκειν, χρήματα μεγάλα περιβαλλόμενον. [14] Ἀφικόμενοι δὲ ἐς τὰ Καύκανα εὑρίσκουσιν ἅπαντας ἐν πένθει μεγάλῳ. Δωρόθεος γὰρ ὁ τῶν ἐν Ἀρμενίοις καταλόγων στρατηγὸς ἐνταῦθα ἐτετελευτήκει, πολὺν αὑτοῦ πόθον τῷ παντὶ στρατοπέδῳ ἀπολιπών. [15] Βελισάριος δέ, ἐπεί οἱ ὅ τε οἰκέτης ἐς ὄψιν ἦλθε καὶ τὸν πάντα λόγον ἔφρασε, περιχαρὴς γενόμενος καὶ Προκόπιον πολλὰ ἐπαινέσας, ἐκέλευσε σημῆναι τὸν ἀπόπλουν ταῖς σάλπιγξιν. [16] ἀράμενοί τε κατὰ τάχος τὰ ἱστία, Γαύλῳ τε καὶ Μελίτῃ ταῖς νήσοις προσέσχον, αἳ τό τε Ἀδριατικὸν καὶ Τυρρηνικὸν πέλαγος διορίζουσιν. [17] ἔνθα δὴ αὐτοῖς Εὔρου πολύ τι πνεῦμα ἐπιπεσὸν τῇ ὑστεραίᾳ τὰς ναῦς ἐς τὴν Λιβύης ἀκτὴν ἤνεγκεν ἐς χωρίον, ὃ δὴ Κεφαλὴν Βράχους τῇ σφετέρᾳ γλώσσῃ καλοῦσι Ῥωμαῖοι. Καπούτβαδα γὰρ ὁ τόπος προσαγορεύεται, πέντε ἡμερῶν ὁδὸν εὐζώνῳ ἀνδρὶ Καρχηδόνος διέχων.
Delphi Complete Works of Procopius Page 164