Delphi Complete Works of Procopius
Page 175
Σολόμων δὲ τὰ ἐς Ῥουφῖνον καὶ Ἀιγὰν ξυνενεχθέντα ἀκούσας τόν τε πόλεμον ἐν παρασκευῇ ἐποιεῖτο καὶ πρὸς τοὺς Μαυρουσίων ἄρχοντας ἔγραψε τάδε: [2] ‘Ἤδη μὲν καὶ ἄλλοις ἀνθρώπων τισὶν ἀπονενοῆσθαί τε καὶ ἀπολωλέναι τετύχηκεν, οἳ οὐδενὶ πρότερον τεκμηριῶσαι ἔσχον ὅπη ποτὲ αὐτοῖς τὰ τῆς ἀπονοίας ἐκβήσεται. [3] ὑμεῖς δέ, οἷς τὸ παράδειγμα ἐγγύθεν ἐκ τῶν συνοίκων ὑμῖν Βανδίλων ἐστί, τί ποτε ἆρα παθόντες χεῖράς τε ἀνταίρειν ἔγνωτε βασιλεῖ τῷ μεγάλῳ καὶ τὴν ὑμῶν αὐτῶν σωτηρίαν προέσθαι, [4] καὶ ταῦτα ὅρκους τε τοὺς δεινοτάτους ἐν γράμμασι δόντες καὶ τοὺς παῖδας τοὺς ὑμετέρους τῶν ὡμολογημένων ἐνέχυρα παρασχόμενοι; [5] ἢ ἐπίδειξίν τινα ἐγνώκατε ποιεῖσθαι, ὡς ὑμῖν οὔτε θεοῦ οὔτε πίστεως οὔτε τῆς ξυγγενείας αὐτῆς οὔτε τῆς σωτηρίας οὔτε ἄλλου ὁτουοῦν ἐστί τις λόγος; [6] καίτοι, εἰ τὰ ἐς τὸ θεῖον ὑμῖν οὕτως ἤσκηται, τίνι ξυμμάχῳ πιστεύοντες ἐπὶ τὸν Ῥωμαίων βασιλέα χωρεῖτε; [7] εἰ δὲ τοὺς παῖδας ἀπολοῦντες στρατεύεσθε, τί ποτέ ἐστιν ὑπὲρ ὅτου κινδυνεύειν βεβούλησθε; [8] ἀλλ̓ εἰ μὲν ἤδη τις εἰσῆλθεν ὑμᾶς τῶν φθασάντων μετάμελος, γράψατε ὅπως ὑμῖν εὖ τὰ πεπραγμένα θησόμεθα: εἰ δὲ τὰ τῆς ἀπονοίας ὑμῖν οὔπω λελώφηκε, δέξασθε Ῥωμαϊκὸν πόλεμον μετὰ τῶν ὅρκων οἷς ἐλωβήσασθε καὶ τῆς ἐς τοὺς παῖδας τοὺς ὑμετέρους ἀδικίας ὑμῖν προσιόντα.’ [9] Τοσαῦτα μὲν Σολόμων ἔγραψεν. οἱ δὲ Μαυρούσιοι ἀπεκρίναντο ὧδε: ‘Βελισάριος μὲν ἐπαγγελίαις μεγάλαις ἡμᾶς περιελθὼν ἔπεισε βασιλέως Ἰουστινιανοῦ κατηκόους εἶναι: Ῥωμαῖοι δὲ τῶν ἀγαθῶν ἡμῖν οὐδενὸς μεταδόντες λιμῷ πιεζομένους ἠξίουν φίλους τε ἡμᾶς καὶ ξυμμάχους ἔχειν. [10] ὥστε εἰκότως ἂν μᾶλλον ὑμῖν ἢ Μαυρουσίοις τὸ μὴ πιστοῖς καλεῖσθαι προσήκει. [11] λύουσι γὰρ τὰς σπονδὰς οὐχ ὅσοι ἀδικούμενοι ἐκ τοῦ ἐμφανοῦς τῶν πέλας κατηγοροῦντες ἀφίστανται, ἀλλ̓ ὅσοι ὑποσπόνδους ἔχειν ἀξιοῦντές τινας εἶτα βιάζονται. [12] καὶ τὸν θεὸν πολέμιον σφίσι ποιοῦνται οὐχ οἳ ἂν τὰ σφέτερα αὐτῶν κομιούμενοι ἐφ̓ ἑτέρους χωροῖεν, ἀλλ̓ ὅσοι τῶν ἀλλοτρίων ἐπιβατεύοντες ἐς κίνδυνον πολέμου καθίστανται. [13] παίδων μέντοι ἕνεκεν ὑμῖν μελήσει, οἷς μίαν ἄγεσθαι γυναῖκα ἀνάγκη: ἡμᾶς γάρ, οἷς καὶ κατὰ πεντήκοντα, ἂν οὕτω τύχῃ, συνοικοῦσι γυναῖκες, παίδων οὐκ ἄν ποτε ἐπιλίποι γονή.’ [14] Ταῦτα ἀναλεξαμένῳ Σολόμωνι τὸ στράτευμα ὅλον ἐπὶ Μαυρουσίους ἐπάγειν ἔδοξε. διαθέμενός τε τὰ ἐν Καρχηδόνι πράγματα, παντὶ τῷ στρατῷ ἐς Βυζάκιον ᾔει. [15] γενόμενος δὲ ἐς Μάμμης τὸ χωρίον, ἔνθα δὴ οἱ τέτταρες τῶν Μαυρουσίων ἄρχοντες ἐστρατοπεδεύσαντο ὧν ὀλίγῳ πρότερον ἐπεμνήσθην, χαράκωμα ἐποιήσατο. [16] ὄρη δέ εἰσιν ἐνταῦθα ὑψηλὰ καὶ χωρίον ὁμαλὲς περὶ τὸν πρόποδα τῶν ὀρῶν, ἔνθα οἱ βάρβαροι παρασκευασάμενοι ἐς τὴν μάχην ἐποιοῦντο τὴν παράταξιν ὧδε. [17] κύκλον ἐκ τῶν καμήλων ταξάμενοι, ὅπερ καὶ τὸν Καβάωνα ἐν τοῖς ἔμπροσθεν λόγοις εἰργάσθαι ἐρρήθη, κατὰ δυοκαίδεκα μάλιστα τοῦ μετώπου βάθος ἐποίουν. [18] καὶ γυναῖκας μὲν ξὺν τοῖς παισὶ κατέθεντο τοῦ κύκλου ἐντός: ῾τοῖς γὰρ Μαυρουσίοις καὶ γυναῖκας ὀλίγας ξὺν τοῖς παισὶν ἐς παράταξιν ἐπάγεσθαι νόμος, αἵπερ αὐτοῖς χαρακώματά τε καὶ καλύβας ποιοῦσι, καὶ ἱπποκομοῦσιν ἐμπείρως, καὶ τῶν τε καμήλων τῆς τε τροφῆς ἐπιμελοῦνται: [19] καὶ θήγουσαι τὰ τῶν ὅπλων σιδήρια πολλοὺς σφίσι παραιροῦνται τῶν ἐν ταῖς παρατάξεσι πόνων:᾿ αὐτοὶ δὲ πεζοὶ ἐς μέσους τῶν καμήλων τοὺς πόδας ἵσταντο, ἀσπίδας τε καὶ ξίφη ἔχοντες καὶ δοράτια, οἷς ἀκοντίζειν εἰώθασι. τινὲς δὲ αὐτῶν ἐν τοῖς ὄρεσιν ἔχοντες τοὺς ἵππους ἡσύχαζον. [20] Σολόμων δὲ τὸ μὲν ἥμισυ τοῦ Μαυρουσίων κύκλου ὃ πρὸς τῷ ὄρει ἐτύγχανεν ὂν ἀφῆκεν, οὐδένα ἐνταῦθα καταστησάμενος. [21] ἔδεισε γὰρ μὴ κατιόντες τε οἱ ἐν τῷ ὄρει πολέμιοι καὶ οἱ ἐν τῷ κύκλῳ ἐπιστρεφόμενοι ἀμφιβόλους ἐν τῇ παρατάξει τοὺς ἐκείνῃ ταττομένους ποιήσωνται. [22] ἐς δὲ τοῦ κύκλου τὸ λειπόμενον ὅλον ἀντιτάξας τὸ στράτευμα, ἐπειδὴ αὐτῶν τοὺς πολλοὺς εἶδε πεφοβημένους τε καὶ ἀθαρσοῦντας, διὰ τὰ ἐς Ἀιγάν τε καὶ Ῥουφῖνον ξυνενεχθέντα, βουλόμενος ὑπόμνησιν ποιήσασθαι αὐτοῖς τοῦ θαρσεῖν ἔλεξε τάδε: [23] ‘Ἄνδρες οἱ Βελισαρίῳ ξυστρατευσάμενοι, μηδεὶς ὑμᾶς τῶν ἀνδρῶν τῶνδε φόβος εἰσίτω, μηδέ, εἰ Μαυρούσιοι κατὰ μυριάδας πέντε συνειλεγμένοι Ῥωμαίων ἤδη πεντακοσίων ἐκράτησαν, τοῦτο ὑμῖν ἐν παραδείγματος μοίρᾳ γινέσθω. [24] ἀλλ̓ ἀναμνήσθητε μὲν τῆς ἀρετῆς τῆς ὑμετέρας, ἐκλογίζεσθε δὲ ὡς Βανδίλοι μὲν Μαυρουσίων ἐκράτουν, ὑμεῖς δὲ Βανδίλων ἀκονιτὶ κύριοι τῷ πολέμῳ γεγένησθε, καὶ ὡς τοὺς τῶν μειζόνων κεκρατηκότας περὶ τῶν καταδεεστέρων πεφοβῆσθαι οὐ δίκαιον. [25] καίτοι πάντων ἀνθρώπων ἐς ἀγῶνα πολέμου φαυλότατον εἶναι δοκεῖ τὸ Μαυρουσίων ἔθνος. [26] γυμνοί τε γὰρ οἱ πλεῖστοί εἰσι καὶ αὐτῶν ὅσοι ἀσπίδας ἔχουσι, βραχείας τε ταύτας καὶ οὐκ εὖ πεποιημένας οὐδὲ ἀπωθεῖσθαι τὰ προσιόντα δυναμένας προβέβληνται. [27] καὶ τὰ δύο ταῦτα δοράτια ἀπορρίψαντες, ἢν μή τι δράσωσιν, [28] αὐτόματοι ἐς φυγὴν τρέπονται. ὥστε πάρεστιν ὑμῖν τὴν πρώτην φυλαξαμένοις τῶν βαρβάρων ὁρμὴν ἀνελέσθαι ο�
��δενὶ πόνῳ τὸ τοῦ πολέμου κράτος. [29] τῆς δὲ ὑμετέρας ὁπλίσεως ἡλίκον πρὸς τοὺς ἐναντίους τὸ διαλλάσσον ἐστὶν ὁρᾶτε δήπου. [30] καὶ τούτων ἔξω, ψυχῶν μὲν ἀρετὴ καὶ σωμάτων ἀλκὴ καὶ πολέμων ἐμπειρία καὶ τὸ θαρσεῖν, διὰ τὸ πάντας ἤδη νενικηκέναι τοὺς πολεμίους, ὑμῖν πρόσεστιν: οἱ δὲ Μαυρούσιοι τούτων ἁπάντων ἐστερημένοι μόνῳ τῷ σφῶν αὐτῶν ὁμίλῳ πιστεύουσι. [31] ῥᾷον δὲ ὀλίγοι ὡς ἄριστα παρεσκευασμένοι πλῆθος οὐκ ἀγαθῶν τὰ πολέμια νικῶσιν ἀνθρώπων ἢ πρὸς αὐτῶν ἡσσῶνται. [32] τῷ μὲν γὰρ ἀγαθῷ στρατιώτῃ τὸ θαρσεῖν ἐφ̓ ἑαυτῷ πάρεστι, τῷ δὲ ἀνάνδρῳ τὸ τῶν συντεταγμένων πλῆθος ἐς ἐπισφαλῆ στενοχωρίαν ὡς τὰ πολλὰ περιίσταται. [33] καὶ μὴν καὶ καμήλων τῶνδε ὑμᾶς ὑπερφρονεῖν ἄξιον, αἳ οὔτε ἀμύνειν τοῖς πολεμίοις οἷαί τέ εἰσι καὶ πληγεῖσαι, ὡς τὸ εἰκός, μείζονος ταραχῆς τε καὶ ἀταξίας αἴτιαι τούτοις γενήσονται. [34] καὶ τὸ προπετὲς ὃ διὰ τὸ πρότερον εὐημερῆσαι οἱ πολέμιοι κέκτηνται, ὑμῖν συναγωνιεῖσθαι ξυμβήσεται. [35] τόλμα γὰρ τῇ μὲν δυνάμει ξυμμετρουμένη τάχα τι καὶ τοὺς αὐτῇ χρωμένους ὀνήσει, [36] ὑπεραίρουσα δὲ ταύτην ἐς κίνδυνον ἄγει. ὧν ἐνθυμούμενοι καὶ τῶν πολεμίων καταφρονοῦντες σιγήν τε καὶ κόσμον ἀσκεῖτε: τούτων γὰρ ἐπιμελούμενοι ῥᾷόν τε καὶ ἀπονώτερον τῆς τῶν βαρβάρων ἀκοσμίας κρατήσομεν.’ ταῦτα μὲν Σολόμων εἶπεν. [37] Οἱ δὲ τῶν Μαυρουσίων ἄρχοντες ἐπειδὴ καὶ αὐτοὶ τοὺς βαρβάρους καταπεπληγμένους τὴν τῶν Ῥωμαίων εὐκοσμίαν εἶδον, βουλόμενοι αὐτῶν τὸ πλῆθος ἐπὶ τὸ θαρσεῖν αὖθις ἀντικαθιστάναι τοιάδε παρεκελεύσαντο: [38] ‘Ὡς μὲν ἀνθρώπεια Ῥωμαῖοι σώματα ἔχουσι καὶ οἷα σιδήρῳ πλησσόμεν̣̣̔̓ εἴκειν μεμαθήκαμεν, ὦ ξυστρατιῶται, οἷς αὐτῶν ἔναγχος τοὺς πάντων ἀρίστους πὴ μὲν καταχωσθέντας τοῖς δόρασι τοῖς ἡμετέροις ἐκτείναμεν, πὴ δὲ ἁρπάσαντες δορυαλώτους ἡμῶν αὐτῶν πεποιήμεθα. [39] τούτων δὲ τοιούτων ὄντων, ὡς καὶ νῦν αὐτῶν τῷ πλήθει παρὰ πολὺ προέχειν αὐχοῦμεν ὁρᾶν πάρεστι. [40] καὶ μὴν καὶ ὑπὲρ τῶν μεγίστων ἡμῖν ὁ ἀγών ἐστιν, ἢ Λιβύης πάσης κυρίοις εἶναι, [41] ἢ τοῖς ἀλαζόσι τοῖσδε δουλεύειν. ὥστε ἡμῖν ἀνάγκη ὡς μάλιστα ἐν τῷ παρόντι ἀνδραγαθίζεσθαι. οἷς γὰρ ὑπὲρ τῶν ὅλων ὁ κίνδυνος, μὴ οὐχὶ εὐψυχοτάτοις εἶναι ἀξύμφορον. [42] τῆς δὲ τῶν πολεμίων ὁπλίσεως ὑπερφρονεῖν ἡμᾶς προσήκει. ἤν τε γὰρ πεζῇ ἐφ̓ ἡμᾶς ἴωσιν, οὐκ εὐσταλεῖς ἔσονται, ἀλλ̓ ἡσσηθήσονται τοῦ Μαυρουσίων τάχους, καὶ τὴν ἵππον αὐτοῖς ἥ τε τῶν καμήλων ὄψις ἐκπλήξασα καὶ τὸν ἄλλον τοῦ πολέμου θόρυβον ἡ τούτων κραυγὴ ὑπερηχοῦσα εἰς ἀταξίαν, ὥς γε τὸ εἰκός, καταστήσεται. [43] καὶ τὴν ἐς Βανδίλους νίκην εἴ τις ἐκλογιζόμενος μὴ ἀνταγωνίστους αὐτοὺς οἴεται εἶναι, γνώμης ἁμαρτάνει. [44] ἡ μὲν γὰρ τοῦ πολέμου ῥοπὴ τῇ τοῦ στρατηγοῦντος ἀρετῇ ἢ τύχῃ κρίνεσθαι πέφυκε: Βελισάριον δέ, ὃς τῆς Βανδίλων ἐπικρατήσεως αἴτιος γέγονεν, ἐκποδὼν νῦν ἡμῖν ἑστηκέναι πεποίηκε τὸ δαιμόνιον. [45] ἄλλως τε καὶ ἡμεῖς Βανδίλους πολλάκις νενικηκότες περιελόντες τε τὴν αὐτῶν δύναμιν, ἑτοιμότερόν τε καὶ ἀπονώτερον Ῥωμαίοις τὸ κατ̓ αὐτῶν πεποιήμεθα κράτος. [46] καὶ νῦν δὲ πολεμίων τῶνδε κρατήσειν, ἢν ἐν τῷ ἔργῳ ἀνδραγαθίζησθε, ἐλπίδα ἔχομεν.’ [47] Τοσαῦτα καὶ οἱ Μαυρουσίων ἄρχοντες παρακελευσάμενοι τῆς ξυμβολῆς ἦρχον. καὶ τὰ μὲν πρῶτα πολλὴ ἀκοσμία ἐς τὸ Ῥωμαίων στράτευμα ἐγεγόνει. [48] οἱ γὰρ ἵπποι αὐτοῖς τῇ τε κραυγῇ καὶ τῇ ὄψει τῶν καμήλων ἀχθόμενοι ἀνεχαιτίζοντό τε καὶ ἀπορριπτοῦντες τοὺς ἐπιβάτας οὐδενὶ κόσμῳ οἱ πλεῖστοι ἔφευγον. [49] καὶ ἐν τούτῳ ἐπεκδρομὰς ποιούμενοι οἱ Μαυρούσιοι καὶ τὰ δοράτια ὅσα σφίσιν ἐν ταῖς χερσὶν ἦν ἀκοντίζοντες, θορύβου τε αὐτῶν ἐμπίπλασθαι τὸ στράτευμα ἐποίουν καὶ οὔτε ἀμυνομένους οὔτε ἐν τάξει μένοντας ἔπλησσον. [50] ὕστερον δὲ Σολόμων, κατιδὼν τὰ πρασσόμενα, ἔκ τε τοῦ ἵππου ἀποθρώσκει πρῶτος καὶ τοὺς ἄλλους ἅπαντας ἐς τοῦτο ἐνάγει. [51] καὶ ἐπειδὴ ἀπέβησαν, τοῖς μὲν ἄλλοις ἐνετέλλετο ἡσυχάζουσι καὶ τὰς ἀσπίδας προβαλλομένοις δεχομένοις τε τὰ παρὰ τῶν πολεμίων πεμπόμενα ἐν τῇ τάξει μένειν: αὐτὸς δὲ στρατιώτας οὐχ ἧσσον ἢ πεντακοσίους ἐπαγόμενος ἐς τὴν τοῦ κύκλου ἐπέσκηψε μοῖραν. [52] οὓς δὴ τὰ ξίφη ἀνελομένους ἐκέλευε τὰς καμήλους αἳ ταύτῃ εἱστήκεσαν κτείνειν. [53] τότε Μαυρούσιοι μὲν ὅσοι ἐκείνῃ ἐτετάχατο ἐς φυγὴν ὥρμηντο, οἱ δὲ ξὺν τῷ Σολόμωνι κτείνουσι καμήλους ἀμφὶ διακοσίας, αὐτίκα τε ὁ κύκλος, ἐπεὶ αἱ κάμηλοι ἔπεσον, [54] ἐσβατὸς Ῥωμαίοις ἐγένετο. καὶ αὐτοὶ μὲν δρόμῳ ἐς τὸ τοῦ κύκλου μέσον ἐχώρουν, ἔνθα αἱ Μαυρουσίων γυναῖκες ἐκάθηντο: οἱ δὲ βάρβαροι ἐκπεπληγμένοι ἐς τὸ ὄρος ὅπερ ἄγχιστα ἦν ἀποχωροῦσι, φεύγοντάς τε αὐτοὺς ξὺν πάσῃ ἀκοσμίᾳ ἐπισπόμενοι Ῥωμαῖοι ἔκτεινον. [55] καὶ λέγονται Μαυρουσίων μύριοι ἐν τούτῳ τῷ πόνῳ ἀποθανεῖν: γυναῖκές τε πᾶσαι ξὺν τοῖς παισὶν ἐν ἀνδραπόδων λόγῳ ἐγένοντο. [56] καὶ καμήλους οἱ στρατιῶται πάσας, ὅσας οὐκ ἔκτειναν, ἐληίσαντο. οὕτω τε Ῥωμαῖοι μὲν ξὺν πάσῃ τῇ λείᾳ ἐς Καρχηδόνα ᾔεσαν, τὴν ἐπινίκιον ἑορτὴν ἄξοντες.