Delphi Complete Works of Procopius
Page 177
Ἐν δὲ Ἰταλίᾳ κατὰ τοὺς χρόνους τοὺς αὐτοὺς τάδε γενέσθαι τετύχηκε. Βελισάριος ἐπὶ Θευδᾶτόν τε καὶ τὸ Γότθων ἔθνος πρὸς Ἰουστινιανοῦ βασιλέως ἐστέλλετο, καταπλεύσας δὲ ἐς Σικελίαν ταύτην δὴ τὴν νῆσον πόνῳ οὐδενὶ ἔσχεν. [2] ὅντινα δὲ τρόπον, ἐν τοῖς ὄπισθέν μοι λόγοις λελέξεται, ὅτε με ὁ λόγος ἐς τῶν Ἰταλικῶν πραγμάτων τὴν ἱστορίαν ἄγει. [3] νῦν γάρ μοι οὐκ ἀπὸ τρόπου ἔδοξεν εἶναι ξύμπαντα ἀναγραψάμενον τὰ ἐν Λιβύῃ ξυνενεχθέντα οὕτω δὴ ἐπὶ τὸν λόγον τὸν ἀμφὶ Ἰταλίαν τε καὶ Γότθους ἰέναι. [4] Τὸν μὲν οὖν χειμῶνα τοῦτον Βελισάριος μὲν ἐν Συρακούσαις, Σολόμων δὲ ἐν Καρχηδόνι διέτριψε. [5] καὶ τέρας ἐν τῷδε τῷ ἔτει ξυνηνέχθη γενέσθαι δεινότατον. ὁ γὰρ ἥλιος ἀκτίνων χωρὶς τὴν αἴγλην, ὥσπερ ἡ σελήνη, ἐς τοῦτον δὴ τὸν ἐνιαυτὸν ἅπαντα ἠφίει, ἐκλείποντί τε ἐπὶ πλεῖστον ἐῴκει, τὴν ἀμαρυγὴν τὴν αὑτοῦ οὐ καθαρὰν οὐδὲ ᾗπερ εἰώθει ποιούμενος. [6] ἐξ οὗ τε ξυμβῆναι τοῦτο τετύχηκεν, οὔτε πόλεμος οὔτε λοιμὸς οὔτε τι ἄλλο ἐς θάνατον φέρον τοὺς ἀνθρώπους ἀπέλιπε. χρόνος δὲ ἦν ὅτε δέκατον ἔτος Ἰουστινιανὸς τὴν βασιλείαν εἶχεν. [7] Ἅμα δὲ ἦρι ἀρχομένῳ, ὅτε οἱ Χριστιανοὶ ἑορτὴν ἦγον ἣν δὴ Πασχαλίαν καλοῦσι, στρατιώταις στάσις ἐν Λιβύῃ ἐνέπεσεν. ἣ ὅπως τε ἐφύη καὶ ἐς ὅ τι ἐτελεύτησεν, ἐρῶν ἔρχομαι. [8] Ἐπειδὴ Βανδίλοι ἡσσήθησαν τῇ μάχῃ, ὥσπερ μοι ἔμπροσθεν εἴρηται, οἱ Ῥωμαίων στρατιῶται τὰς αὐτῶν παῖδάς τε καὶ γυναῖκας ἐν γαμετῶν ἐποιήσαντο λόγῳ. [9] ἡ δὲ αὐτῶν ἑκάστη τὸν ἄνδρα ἐνῆγε τῶν χωρίων τῆς κτήσεως μεταποιεῖσθαι ὧν αὐτὴ πρότερον κυρία ἐτύγχανεν οὖσα, οὐχ ὅσιον λέγουσα εἶναι, εἰ Βανδίλοις μὲν ξυνοικοῦσαι τούτων ἀπώναντο, τοῖς δὲ αὐτοὺς νενικηκόσιν ἐς γάμον ἐλθοῦσαι οὕτω δὴ τῶν σφίσιν ὑπαρχόντων στερήσονται. [10] ταῦτα δὲ οἱ στρατιῶται ἐν νῷ ἔχοντες Σολόμωνι εἴκειν οὐκ ᾤοντο χρῆναι τὰ Βανδίλων χωρία ἔς τε τὸ δημόσιον καὶ ἐς τὸν βασιλέως οἶκον ἐθέλοντι ἀναγράψασθαι, φάσκοντί τε ὡς τὰ μὲν ἀνδράποδα καὶ τὰ ἄλλα πάντα χρήματα τοῖς στρατιώταις ἐς λάφυρα ἰέναι οὐκ ἀπεικὸς εἶναι, γῆν μέντοι αὐτὴν βασιλεῖ τε καὶ τῇ Ῥωμαίων ἀρχῇ προσήκειν, ἥπερ αὐτοὺ ἐξέθρεψέ τε καὶ στρατιώτας καλεῖσθαί τε κἁ̣̣̓ εἶναι πεποίηκεν, οὐκ ἐφ̓ ᾧ σφίσιν αὐτοῖς τ̣̣̔̓ χωρία κεκτήσονται ὅσα ἂν βαρβάρους ἐπι βατεύοντας τῆς Ῥωμαίων βασιλείας ἀφέλοιντὁ̣̣̓ ἀλλ̓ ἐφ̓ ᾧ ἐς τὸ δημόσιον ταῦτα ἰέναι, ὅθεν σφίς τε ξυμβαίνει καὶ τοῖς ἄλλοις ἅπασι τὰς σιτήσει κομίζεσθαι. [11] αὕτη μὲν τῆς στάσεως αἰτία ξυνέπεσε μία. καὶ ἑτέραν δέ τινα ξυνηνέχθη γενέσθἁ̣̣̓ τοιάνδε, ἣ οὐδέν τι ἧσσον, εἰ μὴ καὶ μᾶλλον ἅπαντα ξυνταράξαι τὰ ἐν Λιβύῃ πράγματ̣̣̔̓ ἴσχυσεν. [12] ἐν τῷ Ῥωμαίων στρατοπέδῳ τἧ̣̣̓ Ἀρείου δόξης οὐχ ἧσσον ἢ χιλίους στρατιώτἁ̣̣̓ εἶναι ξυνέπεσεν: ὧν δὴ οἱ πολλοὶ βάρβαροι ἦσἁ̣̣̓ καὶ αὐτῶν τινες ἐκ τοῦ Ἐρούλων ἔθνους. [13] τούτοὑ̣̣̓ δὴ οἱ τῶν Βανδίλων ἱερεῖς ἐς τὴν στάσιν τὸ μάλιστα ὥρμων. οὐ γὰρ σφίσιν ἦν δυνατὰ τ̣̣̔̓ θεῷ ἐξοσιοῦσθαι τὰ εἰωθότα, ἀλλὰ ἀπεκέκλειντ̣̣̔̓ καὶ μυστηρίων καὶ ἱερῶν ἁπάντων. [14] οὐ γὰρ εἰ̔´̣̣̓ βασιλεὺς Ἰουστινιανὸς ἄνδρα Χριστιανὸν ὁ̣̣̓ μεταλαχόντα δόξης ὀρθῆς ἢ βαπτίσματι ἢ ἄλλῳ τῳ μυστηρίῳ χρῆσθαι. [15] μάλιστα δὲ αὐτοὺς ῾̣̣̓ Πασχαλία ἑορτὴ ξυνετάραξε, καθ̓ ἣν οὐχ οἷὁ̣̣̓ τε ἐγίνοντο τὰ σφέτερα αὐτῶν παιδία τῷ θεἵ̣̣̓ βαπτίζειν λουτρῷ, ἢ ἄλλο τι ἐργάζεσθαι ἐ̣̣̔̓ ταύτην δὴ τὴν ἑορτὴν ἄγον. [16] ὥσπερ δὲ οὐχ ἱκαν̣̣̔̓ ταῦτα τῷ δαιμονίῳ διαφθεῖραι τὰ Ῥωμαίων πράγματα ἐν σπουδῇ ἔχοντι, ξυνέπεσέ τι κἁ̣̣̓ ἄλλο τοῖς τὴν στάσιν μελετῶσιν ἐφόδιον. [17] τοὓ̣̣̓ γὰρ Βανδίλους, οὓς Βελισάριος ἐς Βυζάντιον ἤνεγκε, κατεστήσατο βασιλεὺς ἐς καταλόγους ἱππικοὺς πέντε, ὅπως ἐν πόλεσι ταῖς ἑῴαις τὸν ἅπαντα ἱδρύσωνται χρόνον: οὓς καὶ Ἰουστινιανοὺς Βανδίλους καλέσας ἐκέλευσε ξὺν ναυσὶν ἐς τὴν ἕω κομίζεσθαι. [18] τούτων δὴ τῶν Βανδίλων στρατιωτῶν οἱ μὲν πλεῖστοι ἐς τὴν ἕω ἀφίκοντο καὶ τοὺς καταλόγους πληροῦντες ἐς οὓς διατετάχαται. ἄχρι τοῦδε ἐπὶ Πέρσας στρατεύονται: οἱ δὲ ἄλλοι, ἀμφὶ τετρακοσίους ὄντες, ἐπεὶ ἐν Λέσβῳ ἐγένοντο, κεκολπωμένων σφίσι τῶν ἱστίων τοὺς ναύτας βιασάμενοι Πελοποννήσῳ προσέσχον. [19] ἐνθένδε τε ἀπάραντες ἐς Λιβύην κατέπλευσαν ἐν χωρίῳ ἐρήμῳ, οὗ δὴ τὰς ναῦς ἀπολιπόντες καὶ συσκευασάμενοι ἐς τὸ ὄρος τὸ Αὐράσιον καὶ ἐς Μαυριτανίαν ἀνέβησαν. [20] οἷς δὴ ἐπηρμένοι οἱ στρατιῶται οἷς ἦν ἐν ἐπιμελείᾳ ἡ στάσις, ἔτι μᾶλλον ξυνίσταντο ἐν σφίσιν αὐτοῖς. [21] καὶ λόγοι τε πολλοὶ περὶ τούτου καὶ ὅρκοι ἤδη ἐν τῷ στρατοπέδῳ ἐγίνοντο. ἐπειδή τε τὴν ἑορτὴν ἄγειν ἔμελλον, ἀχθόμενοι τῇ κωλύμῃ τῶν ἱερῶν οἱ Ἀρειανοὶ σφόδρα ἐνέκειντο. [22] Ἔδοξέ τε αὐτῶν τοῖς κορυφαίοις ἐν τῷ ἱερῷ τῇ πρώτῃ τῆς ἑορτῆς ἡμέρᾳ, ἣν μεγάλην καλοῦσι, [23] Σολόμωνα κτεῖναι. καὶ ἔλαθόν γε οὐδενὸς τοῦτο δὴ ἐξενεγκόντος τὸ βούλευμα. ἅτε γὰρ πολλῶν ὄντων τῶν τὰ δεινὰ βουλευομένων ὁ λόγος περιφερόμενος ἐς δυσμενῆ οὐδένα ἐξέπιπτε, ταύτῃ τε λανθάνειν ἐξίσχυσαν, ἐπεὶ καὶ Σολόμωνος οἱ πολλοὶ δορυφόροι τε καὶ ὑπασπισταὶ καὶ τῶν οἰκετῶν οἱ πλεῖστοι ἐς τα�
�την δὴ τὴν στάσιν ξυνετετάχατο τῇ τῶν χωρίων ἐπιθυμίᾳ. [24] ἡμέρας δὲ ἤδη τῆς κυρίας παρούσης Σολόμων μὲν ἐν τῷ ἱερῷ ἐκάθητο, μακρὰν τῶν αὑτοῦ ἀπολελειμμένος κακῶν. [25] ἐσελθόντες δὲ οἷς τὸν ἄνδρα τοῦτον κτεῖναι ἐδέδοκτο, νεύμασί τε ἀλλήλοις ἐγκελευσάμενοι, τῶν ξιφῶν ἥπτοντο, ἔδρασαν μέντὁ̣̣̓ οὐδέν, ἢ τὰ τελούμενα τηνικαῦτα ἐν τῷ ἱερῷ αἰσχυνόμενοι, ἢ διὰ τὴν τοῦ στρατηγοῦ δόξαν ἐρυθριῶντες, ἢ καί τι θεῖον αὐτοὺς διεκώλυσεν. [26] Ἐπειδὴ δὲ τά τε ἱερὰ ἐκείνῃ τῇ ἡμέρᾳ ἤσκητο ἤδη καὶ οἴκαδε ἐκομίζοντο ἕκαστοι, ἀλλήλους ᾐτιῶντο οἱ στασιῶται ἅτε μαλθακοὺς οὐκ ἐν δέοντ̣̣̔̓ γεγενημένους, καὶ αὖθις ἀπετίθεντο ἐς τὴν ἐπιοῦσαν τὸ βούλευμα. [27] ὁμοίως δὲ καὶ τῇ ὑστεραίᾳ διαγεγονότες ἄπρακτοι ἐκ τοῦ ἱεροῦ ἀνεχώρησαν ἔς τε τὴν ἀγορὰν ἐλθόντες ἀλλήλοις ἐκ τοῦ ἐμφανοῦς ἐλοιδοροῦντο, αὐτός τε ἕκαστος μαλθακόν τε τὸν πέλας καὶ τῆς ἑταιρίας διαλυτὴν ἀποκαλῶν τὴν ἐς Σολόμωνα αἰδῶ ὀνειδίζειν οὐκ ἀπηξίου. [28] διὸ δὴ οὐκέτι ἀκίνδυνον σφίσιν ᾤοντο ἔσεσθαι τὴν ἐν Καρχηδόνι διατριβὴν ἅτε ἐς τὸ πᾶν ἐξενεγκόντες τὸ βούλευμα. [29] οἱ μὲν οὖν πολλὁ̣̣̓ τῆς πόλεως ἔξω κατὰ τάχος γενόμενοι τά τε χωρία ἐληίζοντο καὶ Λίβυσιν οἷς ἂν ἐντύχοιεν ὡς πολεμίοις ἐχρῶντο: οἱ δὲ ἄλλοι ἐν τῇ πόλἑ̣̣̓ διαμείναντες οὐ παρεῖχον αἴσθησιν ἧς εἶχον αὐτοὶ γνώμης, ἀλλ̓ ἀγνοεῖν τὰ βεβουλευμένα προσεποιοῦντο. [30] Σολόμων δὲ ἀκούσας ὅσα πρὸς τῶν στρατιωτῶν ἐν τῇ χώρᾳ ἐπράσσετο, ἐς θόρυβόν τε πολὺν ἐμπεσὼν τοῖς ἐν τῇ πόλει ἐγκελευόμενος οὐκ ἀνίἑ̣̣̓ ἐς εὔνοιαν τὴν βασιλέως παρακαλῶν. [31] οἱ δὲ κατ̓ ἀρχὰς μὲν ἐνδέχεσθαι τοὺς λόγους ἐδόκουν, ἡμέῥ̣̣̓ δὲ τῇ πέμπτῃ, ἐπεὶ τοὺς ἐξεληλυθότας ἐν βεβαίῳ τυραννεῖν ἤκουσαν, ἐς τὸν ἱππόδρομον ξυλλεγέντες ἔς τε Σολόμωνα καὶ τοὺς ἄλλους ἄρχοντας ἀνέδην ὕβριζον. [32] ἔνθα δὴ πρὸς Σολόμωνος σταλεὶς Θεόδωρος ὁ Καππαδόκης παρηγορεῖν τε καὶ τι θασσεύειν αὐτοὺς ἐνεχείρει, οὐδέν τι ἐπαΐοντας τῶν λεγομένων. [33] ἦν δέ τις Θεοδώρῳ τούτῳ δυσμένειά τε καὶ ἐπιβουλῆς ὑποψία ἐς Σολόμωνα. [34] διὸ δὴ οἱ στασιῶται στρατηγόν τε αὐτὸν σφίσιν αὐτίκα τῇ βοῇ ἐψηφίσαντο, καὶ ξὺν αὐτῷ σιδηροφοροῦντες καὶ θορύβῳ πολλῷ χρώμενοι ἐς τὸ Παλάτιον κατὰ τάχος ἧκον. [35] ἔνθα δὴ Θεόδωρον μὲν ἕτερον, ὃς τῶν φυλάκων ἡγεῖτο, κτείνουσιν, ἄνδρα τῆς τε ἄλλης ἀρετῆς ἐπὶ πλεῖστον ἥκοντα καὶ διαφερόντως ἀγαθὸν τὰ πολέμια. [36] ἐπεὶ δὲ τοῦ φόνου τούτου ἐγεύσαντο, ἅπαντα ἤδη τὸν ἐν ποσὶν ἔκτεινον, εἴτε Λίβυν εἴτε Ῥωμαῖον, Σολόμωνι γνώριμον εἴτε χρήματα ἐν χερσὶν ἔχοντα, ἐνθένδε τε ἐς τὸ ληίζεσθαι ἀπεχώρησαν, ἀναβαίνοντες δὲ ἐς τὰς οἰκίας ἔνθα δὴ μὴ στρατιῶται ἠμύνοντο, ἅπαντα τὰ τιμιώτατα ἥρπαζον, ἄχρι νύξ τε ἐπιγενομένη καὶ μέθη τὸν πόνον διαδεξαμένη κατέπαυσε. [37] Σολόμων δὲ ἐς τὸ ἱερόν, ὅ ἐστι μέγα ἐν Παλατίῳ, καταφυγὼν ἔλαθεν, ἔνθα δὴ καὶ Μαρτῖνος αὐτῷ ἀμφὶ δείλην ὀψίαν ἦλθεν. [38] ἐπεὶ δὲ οἱ στασιῶται πάντες ἐκάθευδον, ἐξελθόντες ἐκ τοῦ ἱεροῦ ἐς τὴν Θεοδώρου τοῦ ἐκ Καππαδοκίας οἰκίαν ἦλθον, ὃς αὐτοὺς δειπνῆσαί τε οὔ τι προθυμουμένους ἠνάγκασε, καὶ ἐς τὸν λιμένα διακομίσας ἐς λέμβον νεὼς δή τινος ἐσεκόμισεν, ὃς δὴ ἐνταῦθα Μαρτίνῳ παρεσκευασμένος ἐτύγχανεν. [39] εἵποντο δὲ Προκόπιός τε, ὃς τάδε ξυνέγραψε, καὶ τῆς Σολόμωνος οἰκίας ἄνδρες πέντε μάλιστα. [40] σταδίους τε τριακοσίους ἀνύσαντες ἀφίκοντο ἐς Μισούαν τὸ Καρχηδονίων ἐπίνειον, καὶ ἐπεὶ ἐγένοντο ἐν τῷ ἀσφαλεῖ, αὐτίκα Σολόμων ἐκέλευε Μαρτῖνον ἐς Νουμιδίαν παρὰ Βαλεριανόν τε καὶ τῶν ξυναρχόντων τοὺς ἄλλους ἰέναι, πειρᾶσθαί τε, εἴ πως δύναιτο αὐτῶν ἕκαστος τῶν τινας γνωρίμων στρατιωτῶν ἢ χρήμασιν ἢ τρόπῳ ἑτέρῳ τῳ ὑπελθὼν ἐς εὔνοιαν τὴν βασιλέως μεταγαγεῖν. [41] καὶ πρὸς Θεόδωρον γράμματα ἔπεμπε, Καρχηδόνος τε ἐπιστέλλων ἐπιμελεῖσθαι καὶ τὰ ἄλλα διέπειν ὅπη ἂν αὐτῷ δοκῇ δυνατὰ εἶναι, αὐτὸς δὲ ξὺν Προκοπίῳ παρὰ Βελισάριον ἐς Συρακούσας ἀφίκετο. [42] ἅπαντά τε αὐτῷ ἀγγείλας ὅσα ἐν Λιβύῃ γενέσθαι ξυνέπεσεν, ἐδεῖτο κατὰ τάχος ἰέναι τε ἐς Καρχηδόνα καὶ βασιλεῖ ἀμῦναι πάσχοντι πρὸς στρατιωτῶν τῶν αὐτοῦ τὰ ἀνόσια. καὶ Σολόμων μὲν ταῦτα ἐποίει.