Book Read Free

Delphi Complete Works of Procopius

Page 179

by Procopius of Caesarea


  Ταῦτα ἐπεὶ βασιλεὺς ἔμαθε, Γερμανὸν τὸν ἀνεψιὸν τὸν αὑτοῦ, ἄνδρα πατρίκιον, ἐς Λιβύην ξὺν ὀλίγοις τισὶν ἔπεμψε. [2] καὶ Σύμμαχος δὲ αὐτῷ καὶ Δόμνικος, ἄνδρες ἐκ βουλῆς, εἵποντο, ἅτερος μὲν ἔπαρχός τε καὶ χορηγὸς τῆς δαπάνης ἐσόμενος, Δόμνικος δὲ τῷ πεζῷ στρατῷ ἐπιστατήσων. Ἰωάννης γὰρ ἐτελεύτα ἤδη νοσήσας, ᾧ δὴ ἐπέκειτο ἡ τιμὴ αὕτη. [3] ἐπειδή τε ἐς Καρχηδόνα κατέπλευσαν, τούς τε παρόντας σφίσι στρατιώτας ὁ Γερμανὸς ἠρίθμει καὶ τῶν γραμματέων ἀναλεγόμενος τὰ βιβλία οὗ πάντα ἀναγέγραπται τῶν στρατιωτῶν τὰ ὀνόματα, εὕρισκε τὸ μὲν τριτημόριον τοῦ στρατοῦ ἔν τε Καρχηδόνι καὶ ταῖς ἄλλαις πόλεσιν ἄν, τοὺς δὲ ἄλλους ἅπαντας τῷ τυράννῳ ἐπὶ Ῥωμαίους ξυντεταγμένους. [4] μάχης μὲν οὖν διὰ ταῦτα οὐκ ἦρχε, τοῦ δὲ στρατοπέδου ἐπεμελεῖτο ὡς μάλιστα. λογισάμενός τε ὡς τῶν πολεμίων ξυγγενεῖς ἢ ὁμοσκήνους τοὺς ἐν Καρχηδόνι ἀπολελειμμένους ξυμβαίνει εἶναι, ἄλλα τε πολλὰ ἐπαγωγὰ πᾶσιν ἐφθέγγετο καὶ σταλῆναι πρὸς βασιλέως ἐς Λιβύην αὐτὸς ἔφασκεν, ἐφ̓ ᾧ ἠδικημένοις μὲν στρατιώταις ἀμυνεῖ, κολάσει δὲ τοὺς ἀδικίας τινὸς ἐς αὐτοὺς ἄρξαντας. [5] ἅπερ οἱ στασιῶται πυνθανόμενοι κατ̓ ὀλίγους αὐτῷ προσχωρεῖν ἤρχοντο. καὶ αὐτοὺς ὁ Γερμανὸς τῇ τε πόλει ξὺν φιλοφροσύνῃ ἐδέχετο καὶ τὰ πιστὰ δοὺς ἐν τιμῇ εἶχε, τάς τε συντάξεις αὐτοῖς τοῦ χρόνου ἐδίδου καθ̓ ὃν ἐπὶ Ῥωμαίους ἐν ὅπλοις ἦσαν. [6] ἐπεὶ δὲ ὁ περὶ τούτων λόγος περιφερόμενος ἐς ἅπαντας ἦλθἑ̣̣̓ κατὰ πολλοὺς ἤδη τοῦ τυράννου ἀποτασσόμενὁ̣̣̓ ἐς Καρχηδόνα ἐσήλαυνον. [7] καὶ τότε δὴ Γερμανὸς ἐξ ἀντιπάλου τῆς δυνάμεως ἔσεσθαί οἱ πρὸς τοὺς ἐναντίους τὴν μάχην ἐλπίσας τὰ ἐς τὴν παράταξιν ἐξηρτύετο. [8] Ἐν τούτῳ δὲ ὁ Στότζας τοῦ μὲν κακοῦ ἤδη αἰσθόμενος, δεδιὼς δὲ μή οἱ καὶ πλειόνων στρατιωτῶν τῇ ἀποστάσει ἔτι μᾶλλον τὸ στράτευμα ἐλασσοῦσθαι ξυμβαίη, διακινδυνεύειν τε ἐν τῷ παραυτίκα ἠπείγετο καὶ τοῦ πολέμου ὀξύτερον ἀντιλαμβάνεσθαι. [9] καὶ ἦν γάρ τις αὐτῷ ἐκ τῶν ἐν Καρχηδόνι στρατιωτῶν ἐλπὶς ἀποστάσεως πέρι, ᾤετό τε αὐτούς, ἤν πὁ̣̣̓ σφίσιν ἄγχιστα γένηται, πόνῳ οὐδενὶ αὐτομολήσειν, ἐς πάντας τὴν ἐλπίδα ἐξενεγκών: ταύτῃ τε αὐτοὺς μάλιστα ἐπιρρώσας παντὶ τῷ στρατῷ ἐπὶ Καρχηδόνα κατὰ τάχος ᾔει. [10] γενόμενός τε αὐτῆς ἄπο σταδίων πέντε καὶ τριάκοντα, ἐστρατοπεδεύσατο τῆς θαλάσσης οὐ μακρὰν ἄποθεν, καὶ Γερμανὸς ἅπαν ἐξοπλίσας τὸ στράτευμα διατάξας τε ὡς ἐς μάχην ἐξῆγε. [11] καὶ ἐπεὶ τῆς πόλεως ἔξω ἐγένοντο, ἠκηκόει γὰρ ὅσα ἐν ἐλπίδι ὁ Στότζας εἶχε, ξυγκαλέσας ἅπαντας ἔλεξε τοιάδε: [12] ‘Ὡς μὲν οὐδὲν ἂν δικαίως, ὦ ξυστρατιῶται, βασιλεῖ μέμψεσθε οὐδέ τι αἰτιάσεσθε τῶν εἰς ὑμᾶς αὐτῷ πεπραγμένων, οὐδεὶς ἄν, οἶμαι, τῶν πάντων ἀντείποι: [13] ὅς γε ὑμᾶς ἐξ ἀγροῦ ἥκοντας ξύν τε τῇ πήρᾳ καὶ χιτωνίσκῳ ἑνὶ ξυναγαγὼν ἐς Βυζάντιον τηλικούσδε εἶναι πεποίηκεν ὥστε τὰ Ῥωμαίων πράγματα νῦν ἐφ̓ ὑμῖν κεῖσθαι. [14] ὡς δὲ οὐ περιυβρίσθαι μόνον, ἀλλὰ καὶ τὰ πάντων δεινότατα παῤ ὑμῶν αὐτὸν πεπονθέναι τετύχηκε, [15] ξυνεπίστασθε καὶ ὑμεῖς δήπουθεν. ὧν δὴ τὴν μνήμην ὑμῖν ἐς ἀεὶ βουλόμενος διασώζεσθαι τὰς τῶν ἐγκλημάτων αἰτίας ἀφῆκεν, ὄφλημα τοῦτό γε αὐτῷ μόνον ὀφείλεσθαι παῤ ὑμῶν ἀξιῶν, τὴν ὑπὲρ τῶν πεπραγμένων αἰσχύνην. [16] ταύτῃ τοίνυν ἠγμένους ὑμᾶς μεταμανθάνειν τε τὴν πίστιν εἰκὸς καὶ τὴν πρόσθεν ἀγνωμοσύνην ἐπανορθοῦν. [17] μετάμελος γὰρ ἐν δέοντι τοῖς ἐπταικόσιν ἐπιγινόμενος συγγνώμονας αὐτοῖς τοὺς ἠδικημένους ποιεῖν εἴωθεν, ὑπουργία τε εἰς καιρὸν ἐλθοῦσα τὸ τῶν ἀχαρίστων ὄνομα μεταβάλλειν φιλεῖ.’ [18] ‘Εὖ δὲ ὑμᾶς δεήσει κἀκεῖνο εἰδέναι, ὡς, ἢν ἐν τῷ παρόντι εὖνοι μάλιστα βασιλεῖ γένησθε, οὐδεμία τοῖς προλαβοῦσι λελείψεται μνήμη. [19] πᾶσα γὰρ πρᾶξις πέφυκεν ἀεὶ τοῖς ἀνθρώποις ἐκ τῆς καταστροφῆς ὀνομάζεσθαι: ἁμάρτημά τε γεγονὸς ἅπαξ ἀποίητον μὲν οὐδ̓ ἂν ἐν χρόνῳ τῷ παντὶ γένοιτο, ἐπανορθωθὲν δὲ πράξεσι τῶν αὐτὸ εἰργασμένων ἀμείνοσιν εὐπρεποῦς τε τῆς σιωπῆς ἐπιτυγχάνει καὶ ἐς λήθην ὡς τὰ πολλὰ περιίσταται. [20] καίτοι, ἢν μὲν ὀλιγωρίᾳ τινὶ ἐς τούτους δὴ τοὺς καταράτους τὰ νῦν χρήσησθε, ὕστερον δὲ πολλοὺς πολέμους ὑπὲρ Ῥωμαίων ἀγωνιζόμενοι τὸ κατὰ τῶν πολεμίων πολλάκις ἀναδήσησθε κράτος, οὐκ ἂν ἔτι ὁμοίως ἀνθυπουργηκέναι βασιλεῖ δόξαιτε. [21] οἱ γὰρ ἐν αὐτοῖς εὐδοκιμοῦντες οἷς ἥμαρτον εὐπρεπεστέραν τὴν ἀπολογίαν ἐς ἀεὶ φέρονται. τὰ μὲν οὖν ἐς βασιλέα ταύτῃ πη λογιζέσθω ὑμῶν ἕκαστος. [22] ἐγὼ δὲ οὔτε ἀδικίας τινὸς εἰς ὑμᾶς ἄρξας, ἐνδειξάμενός τε πάσῃ δυνάμει τὴν εἰς ὑμᾶς εὔνοιαν, καὶ τὰ νῦν καθιστάμενος ἐς κίνδυνον τόνδε, τοσοῦτον αἰτεῖσθαι ἅπαντας ἔγνωκα: μηδεὶς ξὺν ἡμῖν ἐπὶ τοὺς πολεμίους παρὰ γνώμην χωρείτω. [23] ἀλλ̓ εἴ τῳ ὑμῶν ἐκείνοις ἤδη βουλομένῳ ἐστὶ ξυντάττεσθαι, μηδὲν μελλήσας ξὺν τοῖς ὅπλοις ἐπὶ τὸ τῶν ἐναντίων στρατόπεδον ἴτω, τοῦτο μόνον ἡμῖν χαριζόμενος, ὅτι οὐ λάθρα ἡμᾶς, ἀλλ̓ ἐκ τοῦ ἐμφανοῦς ἀδικεῖν ἔγνω. [24] τούτου γὰρ ἕνεκα οὐκ ἐν Καρχηδόνι, ἀλλ̓ ἐν μεταιχμίῳ γενόμενος τοὺς λόγους ποιοῦμαι, ὅπως ἂν μηδενὶ αὐτομολεῖν ἐς τοὺς ἐναντίο�
�ς ἐθέλοντι ἐμπόδιος εἴην, παρὸν ἅπασι κινδύνου ἐκτὸς τὴν ἐς τὴν πολιτείαν ἐνδείκνυσθαι [25] γνώμην.’ Γερμανὸς μὲν τοσαῦτα εἶπε. ταραχὴ δὲ πολλὴ ἐν τῷ Ῥωμαίων στρατῷ γέγονεν, ἐπεὶ πρῶτος ἠξίου αὐτὸς ἕκαστος εὔνοιάν τε τὴν ἐς βασιλέα τῷ στρατηγῷ ἐπιδείξασθαι καὶ ὅρκους δεινοτάτους ὑπὲρ τούτων ὀμεῖσθαι.

  Χρόνον μὲν οὖν τινα ἑκάτεροι ἀλλήλοις ἀντικαθήμενοι ἔμενον. μετὰ δὲ οἱ στασιῶται οὐδὲν σφίσι προχωροῦν ἐνορῶντες ὧν προὔλεγε Στότζας, ἔδεισάν τε ἅτε τῆς ἐλπίδος παρὰ δόξαν ψευσθέντες, καὶ τὴν τάξιν διαλύσαντες ἀνεχώρησαν, ἔς τε Νουμίδας ἀπήλαυνον, οὗ δὴ αὐτοῖς αἵ τε γυναῖκες καὶ τὰ τῆς λείας χρήματα ἦσαν. [2] ἔνθα καὶ ὁ Γερμανὸς παντὶ τῷ στρατῷ οὐκ ἐς μακρὰν ἦλθε, τά τε ἄλλα παρεσκευασμένος ὡς ἄριστα καὶ ἁμάξας πολλὰς τῷ στρατοπέδῳ ἐπαγαγόμενος. [3] καταλαβών τε τοὺς ἐναντίους ἐν χωρίῳ ὃ δὴ Σκάλας Βέτερες καλοῦσι Ῥωμαῖοι, τὰ ἐς τὴν παράταξιν ἐξηρτύετο τρόπῳ τοιῷδε. [4] τὰς ἁμάξας μετωπηδὸν στήσας τοὺς πεζοὺς πάντας κατ̓ αὐτὰς ἔταξεν, ὧν Δόμνικος ἦρχεν, ὅπως τὰ νῶτα ἐν τῷ ἀσφαλεῖ ἔχοντες θαρσήσωσι μᾶλλον. [5] τῶν δὲ ἱππέων ἄνδρας τε ἀρίστους καὶ τοὺς ἐκ Βυζαντίου ξὺν αὐτῷ ἥκοντας αὐτὸς ἐν ἀριστερᾷ τῶν πεζῶν εἶχε, τοὺς δὲ ἄλλους ἅπαντας ἐς κέρας τὸ δεξιὸν οὐ ξυντεταγμένους, ἀλλὰ κατὰ λόχους τρεῖς μάλιστα ἔστησε. [6] καὶ αὐτῶν Ἰλδίγερ μὲν ἑνὸς ἡγεῖτο, ἑτέρου δὲ Θεόδωρος ὁ Καππαδόκης, τοῦ δὲ λειπομένου, μείζονος ὄντος, Ἰωάννης ὁ Πάππου ἀδελφός, τέταρτος αὐτός. οὕτω μὲν Ῥωμαῖοι ἐτάξαντο. [7] Οἱ δὲ στασιῶται ἀντίξοοι μὲν αὐτοῖς ἔστησαν, οὐκ ἐν κόσμῳ μέντοι ταξάμενοι, ἀλλὰ βαρβαρικώτερον ἐσκεδασμένοι. [8] εἵποντο δὲ αὐτοῖς οὐ μακρὰν ἄποθεν Μαυρουσίων μυριάδες πολλαί, ὧν ἄλλοι τε πολλοὶ καὶ Ἰαύδας καὶ Ὀρταΐας ἦρχον. [9] οὐ μέντοι ἅπαντες πιστοὶ τοῖς ἀμφὶ τὸν Στότζαν ἐτύγχανον ὄντες, ἀλλὰ πολλοὶ παρὰ Γερμανὸν πέμποντες πρότερον ὡμολόγουν, ἐπειδὰν ἐν τῷ ἔργῳ γένωνται, ξὺν τῷ βασιλέως στρατῷ ἐπὶ τοὺς πολεμίους τετάξεσθαι. [10] οὐ μὴν αὐτοῖς πιστεύειν παντάπασιν ὁ Γερμανὸς εἶχεν, ἐπεὶ ἄπιστον φύσει τὸ Μαυρουσίων γένος ἐστὶν ἐς πάντας ἀνθρώπους. [11] διὸ δὴ οὐδὲ ξὺν τοῖς στασιώταις ἐτάξαντο, ἀλλ̓ ὄπισθεν ἔμενον, καραδοκοῦντες τὸ ἐσόμενον, ὅπως ξὺν τοῖς νικήσουσι καὶ αὐτοὶ τὴν δίωξιν ἐπὶ τοὺς ἡσσημένους ποιήσωνται. [12] Μαυρούσιοι μὲν τοιαύτῃ γνώμῃ οὐκ ἀναμιγνύμενοι τοῖς στασιώταις ὄπισθεν εἵποντο. [13] Στότζας δὲ ἄγχιστά πη τῶν πολεμίων γενόμενος, ἐπειδὴ σημεῖον τὸ Γερμανοῦ εἶδε, τοῖς παροῦσιν ἐγκελευσάμενος ἐπ̓ αὐτὸν ᾔει. [14] Ἔρουλοι δὲ ὅσοι στασιῶται ἀμφ̓ αὐτὸν τεταγμένοι ἐτύγχανον, οὐδὲ εἵποντο, ἀλλὰ καὶ παντὶ σθένει ἐκώλυον, φάσκοντες οὐκ εἰδέναι μὲν τὴν Γερμανοῦ δύναμιν, ὁποία ποτέ ἐστιν, ἐξεπίστασθαι μέντοι ὡς οὐδαμῆ σφίσιν ἀνθέξουσιν ὅσοι ἐς κέρας τὸ δεξιὸν τῶν πολεμίων ἐτάξαντο. [15] ἢν μὲν οὖν ἐπ̓ ἐκείνους χωρήσαιεν, αὐτοί τε οὐχ ὑποστάντες ἐς φυγὴν τρέψονται καὶ τὸ ἄλλο στράτευμα, ὡς τὸ εἰκός, συνταράξουσιν: ἢν δέ γε σφᾶς ἀπωσάμενος Γερμανὸς τρέψηται, ἅπαντα σφίσι διαφθαρήσεται αὐτίκα δὴ μάλα τὰ πράγματα. [16] τούτοις ὁ Στότζας ἀναπεισθεὶς τοὺς μὲν ἄλλους τοῖς ἀμφὶ Γερμανὸν μάχεσθαι εἴασεν, αὐτὸς δὲ ξὺν τοῖς ἀρίστοις ἐπί τε Ἰωάννην καὶ τοὺς ξὺν αὐτῷ τεταγμένους ᾔει. [17] οἱ δὲ οὐχ ὑποστάντες κόσμῳ οὐδενὶ ἐς φυγὴν ὥρμηντο. οἵ τε στασιῶται πάντα μὲν τὰ σημεῖα αὐτῶν εὐθὺς ἔλαβον, φεύγοντας δὲ ἀνὰ κράτος ἐδίωκον, τινὲς δὲ καὶ ἐπὶ τοὺς πεζοὺς ἤλαυνον, [18] ἤδη τε τὴν τάξιν ἐκλείπειν οἱ πεζοὶ ἤρξαντο. ἐν τούτῳ δὲ Γερμανὸς αὐτός τε τὸ ξίφος σπασάμενος καὶ ἅπαν τὸ ταύτῃ στράτευμα ἐς τοῦτο ὁρμήσας, πόνῳ τε πολλῷ τοὺς κατ̓ αὐτὸν στασιώτας ἐτρέψατο καὶ δρόμῳ ἐπὶ τὸν Στότζαν ἐχώρησε. [19] τούτου δέ οἱ ἐνταῦθα τοῦ ἔργου καὶ τῶν ἀμφὶ Ἰλδίγερά τε καὶ Θεόδωρον ξυναραμένων, οὕτως ἀλλήλοις ἑκάτεροι ἀνεμίγνυντο, ὥστε διώκοντες οἱ στασιῶται τῶν τινας πολεμίων ὑφ̓ ἑτέρων καταλαμβανόμενοι ἔθνησκον. [20] τῆς τε ξυγχύσεως ἐπὶ μέγα χωρούσης οἱ μὲν ἀμφὶ Γερμανόν, ὄπισθεν ἰόντες, ἔτι μᾶλλον ἐνέκειντο, οἱ δὲ στασιῶται ἐς πολὺ δέος ἐμπεπτωκότες οὐκέτι ἐς ἀλκὴν ἔβλεπον. [21] ἔνδηλοι μέντοι οὐδέτεροι οὔτε σφίσιν αὐτοῖς οὔτε ἀλλήλοις ἐγίνοντο. μιᾷ τε γὰρ φωνῇ καὶ τῇ αὐτῇ τῶν ὅπλων σκευῇ οἱ πάντες ἐχρῶντο, οὔτε μορφῇ τινι οὔτε σχήματι οὔτε ἄλλῳ ὁτῳοῦν διαλλάσσοντες. [22] διὸ δὴ Γερμανοῦ γνώμῃ οἱ τοῦ βασιλέως στρατιῶται, ὅτου ἂν λάβοιντο, ἐπυνθάνοντο ὅστις ποτὲ εἴη: ἔπειτα, ἤν τις Γερμανοῦ στρατιώτης φήσειεν εἶναι, οὐκοῦν τὸ Γερμανοῦ ξύμβολον ἐκέλευον λέγειν, τοῦτο δὲ εἰπεῖν οὐδαμῆ ἔχοντα εὐθὺς ἔκτεινον. [23] ἐν τούτῳ τῷ πόνῳ τὸν Γερμανοῦ ἵππον τῶν τις πολεμίων λαθὼν ἔκτεινεν, αὐτός τε ὁ Γερμανὸς ἐς τὸ ἔδαφος ἐκπεσὼν ἐς κίνδυνον ἦλθεν, εἰ μὴ κατὰ τάχος οἱ δορυφόροι ἐσώσαντο, φραξάμενοί τε ἀμφ̓ αὐτὸν καὶ ἀναβιβάσαντες ἐφ̓ ἕτερον ἵππον. [24] Ὁ μὲν οὖν Στότζας ἐν τῷ θορύβῳ τούτῳ ξὺν ὀλίγοις τισὶ διαφυγεῖν ἴσχυσε. Γερμανὸς δὲ τοῖς ἀμφ̓ αὑτὸν ἐγκελευσάμενος εὐθὺ τοῦ τῶν πολεμίων στρατοπέδου ἐχ
ώρησεν. [25] ἐνταῦθά οἱ τῶν στασιωτῶν ὑπηντίαζον ὅσοι τοῦ χαρακώματος ἐπὶ τῇ φυλακῇ ἐτετάχατο. [26] μάχης τε ἀμφὶ τὴν αὐτοῦ εἴσοδον καρτερᾶς γενομένης παῤ ὀλίγον μὲν οἱ στασιῶται ἦλθον τοὺς ἐναντίους ἀπώσασθαι, πέμψας δὲ ὁ Γερμανὸς τῶν οἱ ἑπομένων τινὰς κατ̓ ἄλλην ἀποπειρᾶσθαι χώραν τοῦ στρατοπέδου ἐκέλευεν. [27] οἳ δὴ οὐδενὸς ταύτῃ ἀμυνομένου ἐντὸς τοῦ χαρακώματος ξὺν βραχεῖ πόνῳ ἐγένοντο. [28] οἵ τε στασιῶται κατιδόντες αὐτοὺς ἐς φυγὴν ὥρμηντο, καὶ Γερμανὸς παντὶ τῷ ἄλλῳ στρατῷ ἐσεπήδησεν εἰς τὸ τῶν πολεμίων στρατόπεδον. [29] ἐνταῦθα τὰ χρήματα οἱ στρατιῶται οὐδενὶ πόνῳ ἁρπάζοντες οὔτε τοὺς ἐναντίους ἐν λόγῳ ἐποιοῦντό τινι οὔτε τοῦ στρατηγοῦ ἐγκελευομένου ἔτι κατήκουον, παρόντων χρημάτων διὸ δὴ ὁ Γερμανός, [30] δείσας μὴ ξυμφρονήσαντες ὁ̣̣̓ πολέμιοι ἐπ̓ αὐτοὺς ἴωσιν, αὐτὸς ξὺν ὀλιγοις τισὶν ἐς τοῦ χαρακώματος τὴν εἴσοδον ἔστη, πολλά τε ὀλοφυρόμενος καὶ τοὺς οὐδὲν ἐπαΐοντας ἐς εὐκοσμίαν παρακαλῶν. [31] τῶν δὲ Μαυρουσίων πολλοὶ τῆς τροπῆς οὕτω γεγενημένης τούς τε στασιώτας ἐδίωκον ἤδη καὶ ξὺν τῷ βασιλέως στρατῷ σφᾶς αὐτοὺς τάξαντες ἐληίζοντο τὸ τῶν ἡσσημένων στρατόπεδον. [32] Στότζας δέ, κατ̓ ἀρχὰς μὲν ἐπὶ τῷ Μαυρουσίων στρατῷ τὸ θαρσεῖν ἔχων, ὡς ἀναμαχούμενος παῤ αὐτοὺς ἤλαυνεν. [33] αἰσθόμενος δὲ τῶν ποιουμένων, ξὺν ἑκατὸν ἀνδράσι διαφυγεῖν μόλις ἴσχυσεν. [34] αὖθις δὲ ἀμφ̓ αὐτὸν πολλοὶ ξυλλεγέντες ἐνεχείρησαν μὲν τοῖς πολεμίοις ἐς χεῖρας ἐλθεῖν, ἀποκρουσθέντες δὲ οὐδέν τι ἧσσον, εἰ μὴ καὶ μᾶλλον, Γερμανῷ ἅπαντες προσεχώρησαν. [35] μόνος δὲ ὁ Στότζας ξὺν Βανδίλοις ὀλίγοις τισὶν ἐς Μαυριτανοὺς ἀνεχώρησε, καὶ παῖδα τῶν τινος ἀρχόντων γυναῖκα λαβὼν αὐτοῦ ἔμεινε. καὶ ἡ μὲν στάσις αὕτη ἐς τοῦτο ἐτελεύτα.

 

‹ Prev