Delphi Complete Works of Procopius
Page 187
Ἦν δέ τις ἐν Γότθοις Θευδάτος ὄνομα, τῆς Θευδερίχου ἀδελφῆς Ἀμαλαφρίδης υἱός, πόρρω που ἤδη ἡλικίας ἥκων, λόγων μὲν Λατίνων μεταλαχὼν καὶ δογμάτων Πλατωνικῶν, πολέμων δὲ ἀμελετήτως παντάπασιν ἔχων, μακράν τε ἀπολελειμμένος τοῦ δραστηρίου, ἐς μέντοι φιλοχρηματίαν δαιμονίως ἐσπουδακώς. [2] οὗτος ὁ Θευδάτος πλείστων μὲν τῶν ἐν Τούσκοις χωρίων κύριος ἐγεγόνει, βιαζόμενος δὲ καὶ τὰ λειπόμενα τοὺς κεκτημένους ἀφαιρεῖσθαι ἐν σπουδῇ εἶχε. γείτονα γὰρ ἔχειν συμφορά τις Θευδάτῳ ἐδόκει εἶναι. [3] ταύτην αὐτῷ Ἀμαλασοῦνθα τὴν προθυμίαν ἀναστέλλειν ἠπείγετο, καὶ ἀπ̓ αὐτοῦ ἤχθετό τε αὐτῇ ἐς ἀεὶ καὶ χαλεπῶς εἶχεν. [4] ἐβουλεύετο οὖν Ἰουστινιανῷ βασιλεῖ Τουσκίαν ἐνδοῦναι, ἐφ̓ ᾧ χρήματά τε πολλὰ καὶ βουλῆς πρὸς αὐτοῦ ἀξίωμα κομισάμενος ἐν Βυζαντίῳ τὸ λοιπὸν διατρίβοι. [5] ταῦτα Θευδάτου βεβουλευμένου πρέσβεις ἐκ Βυζαντίου παρὰ τὸν Ῥώμης ἀρχιερέα ἧκον, ὅ τε τῆς Ἐφέσου ἱερεὺς Ὑπάτιος καὶ Δημήτριος ἐκ τῶν ἐν Μακεδόσι Φιλίππων, δόξης ἕνεκεν ἣν Χριστιανοὶ ἐν σφίσιν αὐτοῖς ἀντιλέγουσιν ἀμφιγνοοῦντες. [6] τὰ δὲ ἀντιλεγόμενα ἐγὼ ἐξεπιστάμενος ὡς ἥκιστα ἐπιμνήσομαι: ἀπονοίας γὰρ μανιώδους τινὸς ἡγοῦμαι εἶναι διερευνᾶσθαι τὴν τοῦ θεοῦ φύσιν, ὁποία ποτέ ἐστιν. [7] ἀνθρώπῳ γὰρ οὐδὲ τὰ ἀνθρώπεια ἐς τὸ ἀκριβὲς οἶμαι καταληπτά, μή τί γε δὴ τὰ εἰς θεοῦ φύσιν ἥκοντα. ἐμοὶ μὲν οὖν ταῦτα ἀκινδύνως σεσιωπήσθω μόνῳ τῷ μὴ ἀπιστεῖσθαι τὰ τετιμημένα. [8] ἐγὼ γὰρ οὐκ ἂν οὐδὲν ἄλλο περὶ θεοῦ ὁτιοῦν εἴποιμι ἢ ὅτι ἀγαθός τε παντάπασιν εἴη καὶ ξύμπαντα ἐν τῇ ἐξουσίᾳ τῇ αὑτοῦ ἔχει. [9] λεγέτω δὲ ὥς πη ἕκαστος γινώσκειν ὑπὲρ αὐτῶν οἴεται, καὶ ἱερεὺς καὶ ἰδιώτης. Θευδάτος δὲ ξυγγενόμενος λάθρα τοῖς πρέσβεσι τούτοις ἀγγέλλειν ἐπέστελλεν Ἰουστινιανῷ βασιλεῖ ἅπερ αὐτῷ βεβουλευμένα εἴη, ἐξειπὼν ὅσα μοι ἄρτι δεδήλωται. [10] Ἐν τούτῳ δὲ Ἀταλάριχος ἐς κραιπάλην ἐμπεπτωκὼς ὅρον οὐκ ἔχουσαν νοσήματι μαρασμοῦ ἥλω. [11] διὸ δὴ Ἀμαλασοῦνθα διηπορεῖτο: οὔτε γὰρ ἐπὶ τῇ τοῦ παιδὸς γνώμῃ τὸ θαρσεῖν εἶχεν, εἰς τοῦτο ἀτοπίας ἐληλακότος, ἤν τε αὐτὸς Ἀταλάριχος ἐξ ἀνθρώπων ἀφανίζηται, οὐκ ᾤετο αὐτῇ τὸν βίον ἐν τῷ ἀσφαλεῖ τὸ λοιπὸν ἔσεσθαι, Γότθων τοῖς λογιμωτάτοις προσκεκρουκυίᾳ. [12] διὸ δὴ τὸ Γότθων τε καὶ Ἰταλιωτῶν κράτος ἐνδιδόναι Ἰουστινιανῷ βασιλεῖ, ὅπως αὐτὴ σώζοιτο, ἤθελεν. [13] ἐτύγχανε δὲ Ἀλέξανδρος, ἀνὴρ ἐκ βουλῆς, σύν τε Δημητρίῳ καὶ Ὑπατίῳ ἐνταῦθα ἥκων. [14] ἐπειδὴ γὰρ τὸ μὲν Ἀμαλασούνθης πλοῖον ἐν τῷ Ἐπιδάμνου λιμένι ὁρμίζεσθαι βασιλεὺς ἤκουσεν, αὐτὴν δὲ μέλλειν ἔτι, καίπερ χρόνου τριβέντος συχνοῦ, ἔπεμψε τὸν Ἀλέξανδρον, ἐφ̓ ᾧ κατασκεψάμενος ἅπαντα τὰ ἀμφὶ τῇ Ἀμαλασούνθῃ ἀγγείλειε: [15] τῷ δὲ λόγῳ πρεσβευτὴν τὸν Ἀλέξανδρον βασιλεὺς ἔπεμψε, τοῖς τε ἀμφὶ τῷ Λιλυβαίῳ ξυνταραχθεὶς ῾ἅπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις δεδήλωταἰ καὶ ὅτι Οὖννοι δέκα ἐκ τοῦ ἐν Λιβύῃ στρατοπέδου, δρασμοῦ ἐχόμενοι, ἐς Καμπανίαν ἀφίκοντο, Οὐλίαρίς τε αὐτούς, ὃς Νεάπολιν ἐφύλασσεν, Ἀμαλασούνθης οὔτι ἀκουσίου ὑπεδέξατο, Γότθοι τε Γήπαισι τοῖς ἀμφὶ Σίρμιον πολεμοῦντες, πόλει Γρατιανῇ, ἐν τῇ Ἰλλυριῶν ἐσχατιᾷ κειμένῃ, ὡς πολεμίᾳ ἐχρήσαντο. [16] ἅπερ Ἀμαλασούνθῃ ἐπικαλῶν γράμματά τε γράψας τὸν Ἀλέξανδρον ἔπεμψεν. Ὃς ἐπειδὴ ἐν Ῥώμῃ ἐγένετο, τοὺς μὲν ἱερεῖς αὐτοῦ εἴασε πράσσοντας ὧν ἕνεκα ἦλθον, ἐς δὲ Ῥάβενναν αὐτὸς κομισθεὶς καὶ Ἀμαλασούνθῃ ἐς ὄψιν ἥκων, τούς τε βασιλέως λόγους ἀπήγγειλε λάθρα καὶ τὰ γράμματα ἐς τὸ ἐμφανὲς ἐνεχείρισεν. [17] ἐδήλου δὲ ἡ γραφὴ τάδε: ‘Τὸ ἐν Λιλυβαίῳ φρούριον, ἡμέτερον ὄν, βίᾳ λαβοῦσα ἔχεις, καὶ βαρβάρους δραπέτας ἐμοὺς γεγενημένους δεξαμένη ἀποδοῦναι οὔπω καὶ νῦν ἔγνωκας, ἀλλὰ καὶ Γρατιανὴν τὴν ἐμὴν τὰ ἀνήκεστα, [18] οὐδέν σοι προσῆκον, εἰργάσω. ὅθεν ὥρα σοι ἐκλογίζεσθαι ποία ποτὲ τούτοις τελευτὴ γένοιτο.’ [19] ταῦτα ὡς ἀπενεχθέντα ἡ γυνὴ τὰ γράμματα ἀνελέξατο, ἀμείβεται τοῖσδε: ‘Βασιλέα μέγαν τε καὶ ἀρετῆς μεταποιούμενον, ὀρφανῷ παιδὶ καὶ ὡς ἥκιστα τῶν πρασσομένων ἐπαισθανομένῳ μᾶλλον ξυλλαβέσθαι εἰκὸς ἢ ἐξ οὐδεμιᾶς αἰτίας διάφορον εἶναι. [20] ἀγὼν γάρ, ἢν μὴ ἐκ τοῦ ἀντιπάλου ξυσταίη, οὐδὲ τὴν νίκην εὐπρεπῆ φέρει. [21] σὺ δὲ τὸ Λιλύβαιον Ἀταλαρίχῳ ἐπανασείεις καὶ φυγάδας δέκα καὶ στρατιωτῶν ἐπὶ πολεμίους τοὺς σφετέρους ἰόντων ἁμαρτάδα ξυμπεσοῦσαν ἀγνοίᾳ τινὶ ἐς πόλιν φιλίαν. [22] μὴ δῆτα, μὴ σύ γε, ὦ βασιλεῦ, ἀλλ̓ ἐνθυμοῦ μὲν ὡς, ἡνίκα ἐπὶ Βανδίλους ἐστράτευες, οὐχ ὅσον σοι ἐμποδὼν ἔστημεν, ἀλλὰ καὶ ὁδὸν ἐπὶ τοὺς πολεμίους καὶ ἀγορὰν τῶν ἀναγκαιοτάτων σὺν προθυμίᾳ πολλῇ ἔδομεν, ἄλλων τε καὶ ἵππων τοσούτων τὸ πλῆθος, ἀφ̓ ὧν σοι ἡ τῶν ἐχθρῶν ἐπικράτησις μάλιστα γέγονε. [23] καίτοι ξύμμαχος ἂν καὶ φίλος δικαίως καλοῖτο οὐχ ὃς ἂν τὴν ὁμαιχμίαν ἐς τοὺς πέλας προΐσχοιτο μόνον, ἀλλὰ καὶ ὃς ἄν τῳ ἐς πόλεμον ἕκαστον ὅτου ἂν δέοιτο ὑπουργῶν φαίνοιτο. [24] ἐκλογίζου δὲ ὡς τηνικαῦτα ὁ στόλος ὁ σὸς οὔτε ἀλλαχῆ ἐκ τοῦ πελάγους εἶχεν ὅτι μὴ Σικελίᾳ προσχεῖν οὔτε τῶν ἐνθένδε ὠνηθέντων χωρὶς εἰς Λιβύην ἰέναι. [25] ὥστε
σοι τὸ τῆς νίκης κεφάλαιον ἐξ ἡμῶν ἐστιν: ὁ γὰρ τοῖς ἀπόροις τὴν λύσιν διδοὺς καὶ τὴν ἐντεῦθεν ἀπόβασιν φέρεσθαι δίκαιος. [26] τί δὲ ἀνθρώπῳ ἥδιον ἂν ἐχθρῶν ἐπικρατήσεως, ὦ βασιλεῦ, γένοιτο; καὶ μὴν ἐλασσοῦσθαι οὐκ ἐν μετρίοις ἡμῖν ξυμβαίνει, οἵ γε οὐχὶ κατὰ τὸν τοῦ πολέμου νόμον τὸ τῶν λαφύρων νεμόμεθα μέρος. [27] νῦν δὲ καὶ τὸ Σικελίας Λιλύβαιον, ἄνωθεν Γότθοις προσῆκον, ἀξιοῖς ἀφαιρεῖσθαι ἡμᾶς, πέτραν, ὦ βασιλεῦ, μίαν ὅσον οὐδὲ ἀργυρίου ἀξίαν, ἣν ἀνθυπουργεῖν σε Ἀταλαρίχῳ εἰκός γε ἦν, ἐν τοῖς ἀναγκαιοτάτοις ξυναραμένῳ, εἴπερ ἄνωθεν τῆς [28] σῆς βασιλείας οὖσα ἐτύγχανε.’ ταῦτα μὲν ἐκ τοῦ ἐμφανοῦς Ἀμαλασοῦνθα βασιλεῖ ἔγραψε: λάθρα δὲ αὐτῷ ξύμπασαν Ἰταλίαν ἐγχειριεῖν ὡμολόγησεν. [29] οἱ δὲ πρέσβεις ἐς Βυζάντιον ἐπανήκοντες ἅπαντα Ἰουστινιανῷ βασιλεῖ ἤγγειλαν: Ἀλέξανδρος μὲν ἅπερ τῇ Ἀμαλασούνθῃ δοκοῦντα εἴη, Δημήτριος δὲ καὶ Ὑπάτιος ὅσα Θευδάτου λέγοντος ἤκουσαν, καὶ ὡς δυνάμει μεγάλῃ ἐν Τούσκοις ὁ Θευδάτος χρώμενος, χώρας τε ἐνταῦθα τῆς πολλῆς κύριος γεγονώς, πόνῳ ἂν οὐδενὶ τὰ ὡμολογημένα ἐπιτελεῖν οἷός τε εἴη. [30] οἷς δὴ περιχαρὴς γεγονὼς βασιλεὺς Πέτρον, Ἰλλυριὸν γένος, ἐκ Θεσσαλονίκης ὁρμώμενον, ἐς τὴν Ἰταλίαν εὐθὺς ἔστελλεν, ἕνα μὲν ὄντα τῶν ἐν Βυζαντίῳ ῥητόρων, ἄλλως δὲ ξυνετόν τε καὶ πρᾷον καὶ ἐς τὸ πείθειν ἱκανῶς πεφυκότα.
Ἐν ᾧ δὲ ταῦτα ἐγίνετο τῇδε, ἐν τούτῳ Θευδάτον Τοῦσκοι πολλοὶ Ἀμαλασούνθῃ διέβαλον βιάσασθαι ἅπαντας τοὺς ταύτῃ ἀνθρώπους καὶ τοὺς ἀγροὺς ἀφελέσθαι οὐδενὶ λόγῳ, τούς τε ἄλλους ἅπαντας καὶ οὐχ ἥκιστά γε τὴν βασίλειον οἰκίαν αὐτήν, ἣν δὴ πατριμώνιον Ῥωμαῖοι καλεῖν νενομίκασι. [2] διὸ δὴ ἐς τὰς εὐθύνας καλέσασα Θευδάτον ἡ γυνὴ διαρρήδην τε πρὸς τῶν διαβαλόντων ἐληλεγμένον ἀποτιννύναι πάντα ἠνάγκασεν ἅπερ οὐ δέον ἀφείλετο, οὕτω τε αὐτὸν ἀπεπέμψατο. [3] καὶ ἀπ̓ αὐτοῦ ἐς ἄγαν τῷ ἀνθρώπῳ προσκεκρουκυῖα διάφορος τὸ λοιπὸν ἐγεγόνει ἀνιωμένῳ ὑπὸ φιλοχρηματίας ὡς μάλιστα, ὅτι διαμαρτάνειν τε καὶ βιάζεσθαι ἀδύνατος ἦν. [4] Ὑπὸ τὸν χρόνον τοῦτον Ἀταλάριχος μὲν τῇ νόσῳ καταμαρανθεὶς ἐτελεύτησεν, ὀκτὼ τῇ ἀρχῇ ἐπιβιοὺς ἔτη. Ἀμαλασοῦνθα δὲ ῾χρῆν γάρ οἱ γενέσθαι κακῶς᾿ ἐν οὐδενὶ λόγῳ φύσιν τὴν Θευδάτου ποιησαμένη καὶ ὅσα αὐτὸν ἔναγχος δράσειεν, οὐδὲν πείσεσθαι ἄχαρι πρὸς αὐτοῦ ὑπετόπησεν, ἤν τι τὸν ἄνθρωπον ἀγαθὸν ἐργάσηται μεῖζον. [5] μεταπεμψαμένη τοίνυν αὐτόν, ἐπειδὴ ἧκε, τιθασσεύουσα ἔφασκε χρόνου ἐξεπίστασθαι ὥς οἱ ὁ παῖς ἐπίδοξος εἴη ὅτι δὴ ὀλίγῳ ὕστερον τελευτήσειε: τῶν τε γὰρ ἰατρῶν πάντων ταὐτὰ γινωσκόντων ἀκηκοέναι καὶ αὐτὴ τοῦ Ἀταλαρίχου σώματος ἀεὶ μαραινομένου ᾐσθῆσθαι. [6] ἐπεί τε ἀμφὶ αὐτῷ Θευδάτῳ ἑώρα Γότθους τε καὶ Ἰταλιώτας δόξαν οὐκ ἀγαθήν τινα ἔχοντας, ἐς ὃν περιεστήκει τὸ Θευδερίχου γένος, τούτου δὴ αὐτὸν διακαθᾶραι τοῦ αἰσχροῦ ὀνόματος ἐν σπουδῇ οἱ γενέσθαι, ὅπως μή τι αὐτῷ καλουμένῳ ἐς τὴν βασιλείαν ἐμπόδιον εἴη. [7] ἅμα δὲ καὶ τὸ δίκαιον αὐτὴν ξυνταράξαι, εἴ γε περισταίη τοῖς ἠδικῆσθαι πρὸς αὐτοῦ ἤδη αἰτιωμένοις οὐκ ἔχειν μὲν ὅτῳ τὰ ξυμπεσόντα σφίσιν ἀγγείλωσι, δεσπότην δὲ τὸν δυσμενῆ ἔχειν. [8] διὰ ταῦτα μὲν αὐτόν, οὕτω καθαρὸν γεγενημένον, ἐς τὴν βασιλείαν παρακαλεῖν: δεῖν δὲ αὐτὸν ὅρκοις δεινοτάτοις καταληφθῆναι ὡς ἐς Θευδάτον μὲν τὸ τῆς ἀρχῆς ὄνομα ἄγοιτο, αὐτὴ δὲ τῷ ἔργῳ τὸ κράτος οὐκ ἔλασσον ἢ πρότερον ἔχοι. [9] ταῦτα ἐπεὶ Θευδάτος ἤκουσεν, ἅπαντα ὅσα ἦν βουλομένῃ Ἀμαλασούνθῃ ὀμωμοκώς, ἐπὶ λόγῳ τῷ πονηρῷ ὡμολόγησεν, ἐν μνήμῃ ἔχων ὅσα δὴ ἐκείνη πρότερον ἐς αὐτὸν εἰργασμένη ἐτύγχανεν. [10] οὕτω μὲν Ἀμαλασοῦνθα πρός τε γνώμης τῆς οἰκείας καὶ τῶν Θευδάτῳ ὀμωμοσμένων ἀπατηθεῖσα, ἐπὶ τῆς ἀρχῆς αὐτὸν κατεστήσατο. [11] πρέσβεις τε πέμψασα ἐς Βυζάντιον ἄνδρας Γότθους Ἰουστινιανῷ βασιλεῖ ταῦτα ἐδήλου. [12] Θευδάτος δὲ τὴν ἡγεμονίαν παραλαβών, πάντα οἱ τἀναντία ὧν ἐκείνη τε ἤλπισε καὶ αὐτὸς ὑπέσχετο ἔπρασσε. [13] καὶ Γότθων τῶν πρὸς αὐτῆς ἀνῃρημένων τοὺς ξυγγενεῖς ἐπαγαγόμενος, πολλούς τε καὶ λίαν λογίμους ἐν Γότθοις ὄντας, τῶν τε Ἀμαλασούνθῃ προσηκόντων ἐκ τοῦ αἰφνιδίου τινὰς ἔκτεινε καὶ αὐτὴν ἐν φυλακῇ ἔσχεν, οὔπω τῶν πρέσβεων ἐς Βυζάντιον ἀφικομένων. [14] ἔστι δέ τις λίμνη ἐν Τούσκοις, Βουλσίνη καλουμένη, ἧς δὴ ἐντὸς νῆσος ἀνέχει, βραχεῖα μὲν κομιδῆ οὖσα, φρούριον δὲ ἐχυρὸν ἔχουσα. [15] ἐνταῦθα Θευδάτος τὴν Ἀμαλασοῦνθαν καθείρξας ἐτήρει. δείσας δέ, ὅπερ ἐγένετο, μὴ βασιλεῖ ἀπ̓ αὐτοῦ προσκεκρουκὼς εἴη, ἄνδρας ἐκ τῆς Ῥωμαίων βουλῆς Λιβέριόν τε καὶ Ὀπιλίωνα στείλας σὺν ἑτέροις τισί, παραιτεῖσθαι πάσῃ δυνάμει βασιλέα ἐπήγγελλεν, ἰσχυριζομένους μηδὲν πρὸς αὐτοῦ ἄχαρι τῇ Ἀμαλασούνθῃ ξυμβῆναι, καίπερ ἐς αὐτὸν ἀνήκεστα δεινὰ εἰργασμένῃ τὰ πρότερα. [16] καὶ κατὰ ταῦτα αὐτός τε βασιλεῖ ἔγραψε καὶ τὴν Ἀμαλασοῦνθαν οὔτι ἑκουσίαν ἠνάγκασε γράψαι. [17] Ταῦτα μὲν οὖν ἐφέρετο τῇδε. Πέτρος δὲ ἤδη ἐπὶ πρεσβείᾳ ἐστέλλετο προειρημένον αὐτῷ πρὸς τοῦ βασιλέως ἐντυχεῖν μὲν κρύφα τῶν ἄλλων ἁπάντων Θευδάτῳ καὶ ὅρκῳ τὰ πιστὰ πα
ρεχομένῳ ὡς οὐδὲν ἂν τῶν πρασσομένων ἔκπυστον γένοιτο, οὕτω τε τὰ ἀμφὶ Τουσκίαν ἐν τῷ ἀσφαλεῖ πρὸς αὐτὸν θέσθαι, [18] καὶ Ἀμαλασούνθῃ ξυγγενόμενον λάθρα ξυμπάσης πέρι Ἰταλίας διοικήσασθαι, ὅπη ἑκατέρῳ ξυνοίσειν μέλλει. [19] ἐς δὲ τὸ ἐμφανὲς ὑπέρ τε τοῦ Λιλυβαίου καὶ τῶν ἄλλων ὧν ἔναγχος ἐμνήσθην πρεσβεύσων ᾔει. οὔπω γάρ τι περὶ τῆς Ἀταλαρίχου τελευτῆς ἢ τῆς Θευδάτου ἀρχῆς ἢ τῶν Ἀμαλασούνθῃ ξυμπεπτωκότων βασιλεὺς ἠκηκόει. [20] Πέτρος δὲ ὁδῷ πορευόμενος πρῶτον μὲν τοῖς Ἀμαλασούνθης πρέσβεσι ξυγγενόμενος τὰ ἀμφὶ τῇ Θευδάτου ἀρχῇ ἔμαθε: [21] γενόμενος δὲ ὀλίγῳ ὕστερον ἐν πόλει Αὐλῶνι, ἣ πρὸς κόλπῳ τῷ Ἰονίῳ κεῖται, ἐνταῦθά τε τοῖς ἀμφὶ Λιβέριόν τε καὶ Ὀπιλίωνα ἐντυχὼν τὰ ξυμπεσόντα ξύμπαντα ἔγνω, ἔς τε βασιλέα ταῦτα ἀνενεγκὼν αὐτοῦ ἔμεινεν. [22] Ἐπεὶ δὲ ταῦτα Ἰουστινιανὸς βασιλεὺς ἤκουσε, Γότθους τε καὶ Θευδάτον ξυνταράξαι διανοούμενος, πρὸς μὲν Ἀμαλασοῦνθαν γράμματα ἔγραφε, δηλοῦντα ὅτι αὐτῆς ὡς ἔνι μάλιστα μεταποιεῖσθαι ἐν σπουδῇ ἔχοι: τῷ δὲ Πέτρῳ ἐπέστελλε ταῦτα μηδαμῆ ἀποκρύψασθαι, ἀλλ̓ αὐτῷ τε Θευδάτῳ φανερὰ καὶ Γότθοις ἅπασι καταστήσασθαι. [23] πρέσβεων δὲ τῶν ἐξ Ἰταλίας οἱ μὲν ἄλλοι, ἐπειδὴ ἐς Βυζάντιον ἐκομίσθησαν, τὸν πάντα λόγον βασιλεῖ ἤγγειλαν, καὶ πάντων μάλιστα Λιβέριος: [24] ἦν γὰρ ὁ ἀνὴρ καλός τε καὶ ἀγαθὸς διαφερόντως, λόγου τε τοῦ ἀληθοῦς ἐπιμελεῖσθαι ἐξεπιστάμενος: [25] Ὀπιλίων δὲ μόνος ἐνδελεχέστατα ἰσχυρίζετο μηδὲν ἐς Ἀμαλασοῦνθαν ἁμαρτεῖν Θευδάτον. Πέτρου δὲ ἀφικομένου ἐς Ἰταλίαν Ἀμαλασούνθῃ ξυνέβη ἐξ ἀνθρώπων ἀφανισθῆναι. [26] Γότθων γὰρ συγγενεῖς τῶν ὑπ̓ ἐκείνης ἀνῃρημένων Θευδάτῳ προσελθόντες οὔτε αὐτῷ οὔτε σφίσι τὸν βίον ἐν τῷ ἀσφαλεῖ ἰσχυρίζοντο εἶναι, ἤν γε μὴ αὐτοῖς Ἀμαλασοῦνθα ὅτι τάχιστα ἐκποδὼν γένηται. [27] ξυγχωροῦντός τε αὐτοῖς, ἐν τῇ νήσῳ γενόμενοι τὴν Ἀμαλασοῦνθαν εὐθὺς ἔκτειναν. [28] ὅπερ Ἰταλιώτας τε ὑπερφυῶς ἅπαντας καὶ Γότθους τοὺς ἄλλους ἠνίασεν. [29] ἀρετῆς γὰρ πάσης ἡ γυνὴ ἰσχυρότατα ἐπεμελεῖτο, [30] ὅπερ μοι ὀλίγῳ ἔμπροσθεν εἴρηται. Πέτρος μὲν οὖν Θευδάτῳ ἄντικρυς ἐμαρτύρετο καὶ Γότθοις τοῖς ἄλλοις ὅτι δὴ αὐτοῖς τοῦ δεινοῦ τούτου ἐξειργασμένου ἄσπονδος βασιλεῖ τε καὶ σφίσιν ὁ πόλεμος ἔσται. [31] Θευδάτος δὲ ὑπὸ ἀβελτερίας τοὺς Ἀμαλασούνθης φονεῖς ἐν τιμῇ τε καὶ σπουδῇ ἔχων, Πέτρον τε καὶ βασιλέα πείθειν ἤθελεν ὡς αὐτοῦ οὐδαμῆ ἐπαινοῦντος, ἀλλ̓ ὡς μάλιστα ἀκουσίου, Γότθοις ἐργασθείη τὸ μίασμα τοῦτο.