Ἐν ᾧ δὲ ταῦτά τε βασιλεὺς ἔπρασσε καὶ οἱ πρέσβεις οὗτοι ἐς Ἰταλίαν ἐστέλλοντο, ἐν τούτῳ Γότθοι, ἄλλων τε καὶ Ἀσιναρίου καὶ Γρίπα σφίσιν ἡγουμένων, στρατῷ πολλῷ ἐς Δαλματίαν ἧκον. [2] ἐπειδή τε Σαλώνων ἄγχιστα ἵκοντο, Μαυρίκιος σφίσιν, ὁ Μούνδου υἱός, οὐκ ἐς παράταξιν, ἀλλ̓ ἐπὶ κατασκοπῇ ἥκων ξὺν ὀλίγοις τισὶν ὑπηντίαζε. [3] καρτερᾶς δὲ γενομένης τῆς ξυμβολῆς Γότθων μὲν οἱ πρῶτοι καὶ ἄριστοι ἔπεσον, Ῥωμαῖοι δὲ σχεδὸν ἅπαντες καὶ Μαυρίκιος ὁ στρατηγός. [4] ἅπερ ἐπεὶ ἤκουσε Μοῦνδος περιώδυνός τε γενόμενος τῇ ξυμφορᾷ καὶ θυμῷ πολλῷ ἤδη ἐχόμενος, αὐτίκα μάλα ἐπὶ τοὺς πολεμίους οὐδενὶ κόσμῳ ᾔει. [5] τῆς τε μάχης κρατερᾶς γεγενημένης τὴν Καδμείαν νίκην Ῥωμαίοις νικῆσαι ξυνέπεσε. τῶν μὲν γὰρ πολεμίων ἐνταῦθα οἱ πλεῖστοι ἔπεσον καὶ ἡ τροπὴ λαμπρὰ ἐγεγόνει, Μοῦνδος δὲ κτείνων τε καὶ ὅπῃ παρατύχοι ἑπόμενος καὶ κατέχειν τὴν διάνοιαν τῇ τοῦ παιδὸς ξυμφορᾷ ὡς ἥκιστα ἔχων ὑφ̓ ὅτου δὴ τῶν φευγόντων πληγεὶς ἔπεσε, καὶ ἥ τε δίωξις ἐς τοῦτο ἐτελεύτα καὶ τὰ στρατόπεδα ἑκάτερα διελέλυτο. [6] τότε Ῥωμαῖοι ἀνεμνήσθησαν τοῦ Σιβύλλης ἔπους, ὅπερ ᾀδόμενον ἐν τῷ πρὶν χρόνῳ τέρας αὐτοῖς ἔδοξεν εἶναι. ἔλεγε γὰρ τὸ λόγιον ἐκεῖνο ὡς, ἡνίκα ἂν Ἀφρικὴ ἔχηται, ὁ κόσμος ξὺν τῷ γόνῳ ὀλεῖται. [7] τὸ μέντοι χρηστήριον οὐ τοῦτο ἐδήλου, ἀλλ̓ ὑπειπὸν ὅτι δὴ αὖθις ὑπὸ Ῥωμαίοις Λιβύη ἔσται καὶ τοῦτο ἐπεῖπεν, ὅτι τότε ξὺν τῷ παιδὶ ἀπολεῖται Μοῦνδος. λέγει γὰρ ὧδε: Αφριξα ξαπτα μυνδυς ξυμ νατο περιβιτ. [8] ἐπεὶ δὲ κόσμον τῇ Λατίνων φωνῇ Μοῦνδος δύναται, ᾤοντο ἀμφὶ τῷ κόσμῳ τὸ λόγιον εἶναι. ταῦτα μὲν δὴ ὧδέ πη ἔσχεν. ἐς δὲ Σάλωνας εἰσῆλθεν οὐδείς. [9] οἵ τε γὰρ Ῥωμαῖοι ἐπ̓ οἴκου ἀνεχώρησαν, ἐπεὶ ἄναρχοι τὸ παράπαν ἐλείποντο, καὶ οἱ Γότθοι τῶν ἀρίστων οὐδενὸς σφίσιν ἀπολελειμμένου ἐς δέος ἐλθόντες τὰ ἐκείνῃ φρούρια ἔσχον: [10] οὐδὲ γὰρ Σαλώνων τῷ περιβόλῳ ἐπίστευον, ἄλλως τε καὶ οὐ λίαν αὐτοῖς εὐνοϊκῶς ἐχόντων Ῥωμαίων οἵ ταύτῃ ᾤκηντο. [11] Ταῦτα ἐπεὶ Θευδάτος ἤκουσε, τοὺς πρέσβεις ἤδη παῤ αὐτὸν ἥκοντας ἐν οὐδενὶ ἐποιήσατο λόγῳ. ἐς γὰρ ἀπιστίαν ἱκανῶς ἐπεφύκει καὶ βέβαιον τὴν διάνοιαν οὐδαμῆ εἶχεν, ἀλλ̓ ἀεὶ αὐτὸν ἡ παροῦσα τύχη ἀλόγως τε καὶ τῶν καθεστώτων οὐκ ἐπαξίως ἔς τε ὀρρωδίαν ἀπῆγε μέτρον οὐκ ἔχουσαν καὶ αὖθις ἐς ἄφατόν τι ἀντικαθίστη θράσος. [12] καὶ τότε γοῦν τοῦ θανάτου πέρι Μούνδου τε ἀκούσας καὶ Μαυρικίου ἐπήρθη τε ὑπεράγαν καὶ οὐ κατὰ λόγον τῶν πεπραγμένων, καὶ τοὺς πρέσβεις ἤδη παῤ αὐτὸν ἥκοντας ἐρεσχελεῖν ἠξίου. [13] καὶ ἐπειδὴ αὐτῷ Πέτρος ποτὲ ἅτε ὑπερβάντι τὰ βασιλεῖ ὡμολογημένα ἐλοιδορεῖτο, ἄμφω Θευδάτος δημοσίᾳ καλέσας ἔλεξε τοιάδε: [14] ‘Σεμνὸν μὲν τὸ χρῆμα τῶν πρέσβεων καὶ ἄλλως ἔντιμον καθέστηκεν ἐς πάντας ἀνθρώπους, τοῦτο δὲ τὸ γέρας ἐς τόδε οἱ πρέσβεις ἐν σφίσιν αὐτοῖς διασώζουσιν, ἐς ὃ τῇ σφετέρᾳ ἐπιεικείᾳ φυλάξωσι τὸ τῆς πρεσβείας ἀξίωμα. [15] κτεῖναι γὰρ ἄνδρα πρεσβευτὴν ἐνδίκως νενομίκασιν ἄνθρωποι, ὅταν ἢ ἐς βασιλέα ὑβρίσας φαίνηται, ἢ γυναικὸς ἄλλῳ ξυνοικούσης ἐς [16] εὐνὴν ἔλθοι.’ Θευδάτος μὲν ταῦτα ἐς Πέτρον ἀπέρριψεν, οὐχ ὅτι γυναικὶ ἐπλησίασεν, ἀλλ̓ ὅπως ἰσχυρίσηται ἐγκλήματα, ὡς τὸ εἰκός, γίνεσθαι ἐς πρεσβευτοῦ θάνατον ἄγοντα. οἱ δὲ πρέσβεις ἀμείβονται τοῖσδε: [17] ‘Οὔτε ταῦτα, ὦ Γότθων ἀρχηγέ, ταύτῃ ᾗπερ εἴρηκας ἔχει, οὐτ̓ ἂν σὺ παραπετάσμασιν οὐχ ὑγιέσιν ἀνόσια ἔργα ἐς ἀνθρώπους πρέσβεις ἐνδείξαιο. [18] μοιχῷ μὲν γὰρ οὐδὲ βουλομένῳ πρεσβευτῇ πάρεστι γίνεσθαι, ᾧ γε οὐδὲ ὕδατος μεταλαγχάνειν ὅτι μὴ γνώμῃ τῶν φυλασσόντων ῥᾴδιόν ἐστι. [19] λόγους δέ, ὅσους ἂν ἐκ τοῦ πέμψαντος ἀκηκοὼς εἴπῃ, οὐκ αὐτὸς τὴν ἐντεῦθεν αἰτίαν, ἤν γε οὐκ ἀγαθοὶ τύχωσιν ὄντες, εἰκότως ἂν λάβοι, ἀλλ̓ ὁ μὲν κελεύσας φέροιτο ἂν δικαίως τὸ ἔγκλημα τοῦτο, τῷ δὲ πρεσβευτῇ τὸ τὴν ὑπουργίαν ἐκτελέσαι περίεστι μόνον. [20] ὥστε ἡμεῖς μὲν ἅπαντα ἐροῦμεν ὅσα ἀκούσαντες πρὸς βασιλέως ἐστάλημεν, σὺ δὲ ὅπως ἀκούσῃ πρᾴως: ταραττομένῳ γάρ σοι ἀδικεῖν ἀνθρώπους πρέσβεις λελείψεται. [21] οὐκοῦν ὥρα σοι ἑκόντι ἐπιτελεῖν ὅσα βασιλεῖ ὡμολόγησας. ἐπ̓ αὐτὸ γὰρ τοῦτο ἡμεῖς ἥκομεν. καὶ τὴν μὲν ἐπιστολὴν ἥν σοι ἔγραψεν ἤδη λαβὼν ἔχεις, τὰ δὲ γράμματα ἃ τοῖς Γότθων πρώτοις ἔπεμψεν, οὐκ ἄλλοις τισὶν ἢ [22] αὐτοῖς δώσομεν.’ ταῦτα τῶν πρέσβεων εἰπόντων ἐπεὶ παρόντες οἱ τῶν βαρβάρων ἄρχοντες ἤκουσαν, Θευδάτῳ ἐγχειρίσαι τὰ γεγραμμένα σφίσιν ἐπέστελλον. [23] εἶχε δὲ ὧδε: ‘Ἐπιμελὲς γέγονεν ἡμῖν ἐς πολιτείαν ὑμᾶς ἀνελέσθαι τὴν ἡμετέραν, ᾧπερ ὑμᾶς ἡσθῆναι εἰκός. οὐ γὰρ ἐπὶ τῷ ἐλασσοῦσθαι, ἀλλ̓ ὅπως ἀξιώτεροι ἔσεσθε, ἐς ἡμᾶς ἥξετε. [24] ἄλλως τε οὐκ ἐς ἤθη ξένα ἢ ἀλλόγνωτα Γότθους καλοῦμεν, ἀλλ̓ ὧν ἠθάσι γενομένοις ὑμῖν εἶτα ἐπὶ καιροῦ διεστάναι τετύχηκε. διὰ ταῦτα νῦν Ἀθανάσιός τε καὶ Πέτρος ἐστάλησαν αὐτόσε, [25] οἶς ὑμᾶς ἐς ἅπαντα ξυλλαβέσθαι χρεών.’ τοσαῦτα μὲν ἡ γραφὴ ἐδήλου. Θευδάτος δὲ ἅπαντα ἀναλεξάμενος οὔτε τι ἔργῳ ἐπιτελεῖν ὧν βασιλεῖ ὑπέσχετο ἔγνω καὶ τοὺς πρέσβεις ἐν φυλακῇ οὐ μετρίᾳ εἶχε. [26] Βασιλεὺς δὲ Ἰουστιν
ιανὸς ἐπεὶ ταῦτά τε καὶ τὰ ἐν Δαλματίᾳ ξυνενεχθέντα ἠκηκόει, Κωνσταντιανὸν μέν, ὃς τῶν βασιλικῶν ἱπποκόμων ἦρχεν, εἰς Ἰλλυριοὺς ἔπεμψε, στρατιάν τε αὐτῷ ἐπιστείλας ἐνθένδε ἀγεῖραι καὶ Σαλώνων ἀποπειρᾶσθαι, ὅπη ἂν αὐτῷ δυνατὰ εἴη: Βελισάριον δὲ ἐς Ἰταλίαν τε κατὰ τάχος ἐκέλευσεν ἰέναι καὶ Γότθοις ὡς πολεμίοις χρῆσθαι. [27] Κωνσταντιανὸς μὲν οὖν ἐς Ἐπίδαμνόν τε ἀφίκετο καὶ χρόνον τινὰ διατρίψας ἐνταῦθα στρατιὰν ἤγειρεν. ἐν τούτῳ δὲ Γότθοι, Γρίπα σφίσιν ἡγουμένου, στρατῷ ἑτέρῳ ἐς Δαλματίαν ἀφικόμενοι Σάλωνας ἔσχον: [28] Κωνσταντιανός τε, ἐπεί οἱ τὰ τῆς παρασκευῆς ὡς ἄριστα εἶχεν, ἄρας ἐξ Ἐπιδάμνου τῷ παντὶ στόλῳ ὁρμίζεται ἐς Ἐπίδαυρον, ἥ ἐστιν ἐν δεξιᾷ ἐσπλέοντι τὸν Ἰόνιον κόλπον: ἔνθα δὴ ἄνδρας οὓς ἐπὶ κατασκοπῇ Γρίπας ἔπεμψε τετύχηκεν εἶναι. [29] καὶ αὐτοῖς τάς τε ναῦς ἐπισκοποῦσι καὶ τὸ Κωνσταντιανοῦ στρατόπεδον ἔδοξε θάλασσά τε καὶ ἡ γῆ ξύμπασα στρατιωτῶν ἔμπλεως εἶναι, παρά τε τὸν Γρίπαν ἐπανήκοντες μυριάδας ἀνδρῶν οὐκ ὀλίγας Κωνσταντιανὸν ἐπάγεσθαι ἰσχυρίζοντο. [30] ὁ δὲ ἐς δέος μέγα τι ἐμπεσὼν ὑπαντιάζειν τε τοῖς ἐπιοῦσιν ἀξύμφορον ᾤετο εἶναι καὶ πολιορκεῖσθαι πρὸς τοῦ βασιλέως στρατοῦ, οὕτω δὴ θαλασσοκρατοῦντος, ἥκιστα ἤθελε: [31] μάλιστα δὲ αὐτὸν ξυνετάρασσεν ὅ τε Σαλώνων περίβολος, ἐπεὶ αὐτοῦ τὰ πολλὰ ἤδη καταπεπτώκει, καὶ τῶν ταύτῃ ᾠκημένων τὸ ἐς Γότθους κομιδῆ ὕποπτον. [32] καὶ διὰ τοῦτο ἐνθένδε παντὶ τῷ στρατῷ ἀπαλλαγεὶς ὅτι τάχιστα ἐν τῷ πεδίῳ στρατοπεδεύεται ὃ μεταξὺ Σαλώνων τε καὶ Σκάρδωνος πόλεώς ἐστι. Κωνσταντιανὸς δὲ ταῖς ναυσὶν ἁπάσαις πλέων ἐξ Ἐπιδαύρου, Λυσίνῃ προσέσχεν, ἣ ἐν τῷ κόλπῳ κεῖται. [33] ἐνθένδε τε τῶν ἑπομένων τινὰς ἔπεμψεν, ἐφ̓ ᾦ τὰ ἀμφὶ τῷ Γρίπᾳ διερευνώμενοι ὁποῖά ποτε ᾖ ἐσαγγείλωσιν. ἀφ̓ ὧν δὴ τὸν πάντα λόγον πυθόμενος εὐθὺ Σαλώνων κατὰ τάχος ἔπλει. [34] καὶ ἐπειδὴ αὐτῆς ἄγχιστα ἐγεγόνει, ἀποβιβάσας τὸ στράτευμα ἐς τὴν ἤπειρον αὐτὸς μὲν ἐνταῦθα ἡσύχαζε, πεντακοσίους δὲ τοῦ στρατοῦ ἀπολέξας Σιφίλαν τε αὐτοῖς ἄρχοντα ἐπιστήσας, τῶν δορυφόρων τῶν αὑτοῦ ἕνα, ἐκέλευε τὴν στενοχωρίαν καταλαβεῖν ἣν δὴ ἐν τῷ τῆς πόλεως προαστείῳ ἐπύθετο εἶναι. καὶ Σιφίλας μὲν κατὰ ταῦτα ἐποίει. [35] Κωνσταντιανὸς δὲ καὶ ἡ στρατιὰ πᾶσα ἐς Σάλωνας τῇ ὑστεραίᾳ ἐσελάσαντες τῷ πεζῷ καὶ ταῖς ναυσὶ προσωρμίσαντο. [36] Κωνσταντιανὸς μὲν οὖν Σαλώνων τοῦ περιβόλου ἐπεμελεῖτο, ἀνοικοδομούμενος σπουδῇ ἅπαντα ὅσα αὐτοῦ κατεπεπτώκει: Γρίπας δὲ καὶ ὁ τῶν Γότθων στρατός, ἐπειδὴ Ῥωμαῖοι Σάλωνας ἔσχον, ἑβδόμῃ ἡμέρᾳ ἐνθένδε ἀναστάντες ἐπὶ Ῥαβέννης ἀπεκομίσθησαν, οὕτω τε Κωνσταντιανὸς Δαλματίαν τε καὶ Λιβουρνίαν ξύμπασαν ἔσχε, Γότθους προσαγαγόμενος ἅπαντας οἳ ταύτῃ ἵδρυντο. [37] τὰ μὲν οὖν ἀμφὶ Δαλματίαν ταύτῃ πη ἔσχε. καὶ ὁ χειμὼν ἔληγε, καὶ πρῶτον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε ὃν Προκόπιος συνέγραψε.
Delphi Complete Works of Procopius Page 189