Delphi Complete Works of Procopius

Home > Other > Delphi Complete Works of Procopius > Page 198
Delphi Complete Works of Procopius Page 198

by Procopius of Caesarea


  Οὕτω μὲν δὴ οἱ πρέσβεις ἐς τὸ σφέτερον στρατόπεδον ἐκομίζοντο. καὶ ἐπεὶ αὐτῶν Οὐίττιγις ἐπυνθάνετο ὁποῖός τε ἀνὴρ Βελισάριος εἴη καὶ γνώμης ὅπως ποτὲ ἀμφὶ τῇ ἐνθένδε ἀναχωρήσει ἔχοι, ἀπεκρίναντο ὡς οὐκ εἰκότα Γότθοι ἐλπίζουσι, δεδίξεσθαι Βελισάριον ὅτῳ δὴ τρόπῳ οἰόμενοι. [2] Οὐίττιγις δὲ ταῦτα ἀκούσας τειχομαχεῖν τε πολλῇ σπουδῇ ἐβουλεύετο καὶ τὰ ἐς τὴν τοῦ περιβόλου ἐπιβουλὴν ἐξηρτύετο ὧδε. [3] πύργους ξυλίνους ἐποιήσατο ἴσους τῷ τείχει τῶν πολεμίων, καὶ ἔτυχέ γε τοῦ ἀληθοῦς μέτρου πολλάκις ξυμμετρησάμενος ταῖς τῶν λίθων ἐπιβολαῖς. [4] τούτοις δὲ τοῖς πύργοις τροχοὶ ἐς τὴν βάσιν ἐμβεβλημένοι πρὸς γωνίᾳ ἑκάστῃ ὑπέκειντο, οἳ δὴ αὐτοὺς κυλινδούμενοι ῥᾷστα περιάξειν ἔμελλον ὅπη οἱ τειχομαχοῦντες ἀεὶ βούλοιντο, καὶ βόες τοὺς πύργους ξυνδεδεμένοι εἷλκον. [5] ἔπειτα δὲ κλίμακας πολλάς τε τὸ πλῆθος καὶ ἄχρι ἐς τὰς ἐπάλξεις ἐξικνουμένας ἡτοίμαζε καὶ μηχανὰς τέσσαρας αἳ κριοὶ καλοῦνται. [6] ἔστι δὲ ἡ μηχανὴ τοιαύτη. κίονες ὀρθοὶ ξύλινοι τέσσαρες ἀντίοι τε καὶ ἴσοι ἀλλήλοις ἑστᾶσι. τούτοις δὲ τοῖς κίοσι δοκοὺς ὀκτὼ ἐγκαρσίας ἐνείροντες τέσσαρας μὲν ἄνω, τοσαύτας δὲ πρὸς ταῖς βάσεσιν ἐναρμόζουσιν. [7] οἰκίσκου τε σχῆμα τετραγώνου ἐργαζόμενοι προκάλυμμα πανταχόθεν ἀντὶ τοίχων τε καὶ τείχους διφθέρας αὐτῷ περιβάλλουσιν, ὅπως ἥ τε μηχανὴ τοῖς ἕλκουσιν ἐλαφρὰ εἴη καὶ οἱ ἔνδον ἐν ἀσφαλεῖ ὦσιν, ὡς πρὸς τῶν ἐναντίων ἥκιστα βάλλεσθαι. [8] ἐντὸς δὲ αὐτῆς δοκὸν ἑτέραν ἄνωθεν ἐγκαρσίαν ἀρτήσαντες χαλαραῖς ταῖς ἁλύσεσι κατὰ μέσην μάλιστα τὴν μηχανὴν ἔχουσιν. ἧς δὴ ὀξεῖαν ποιούμενοι τὴν ἄκραν, σιδήρῳ πολλῷ καθάπερ ἀκίδα καλύπτουσι βέλους, ἢ καὶ τετράγωνον, ὥσπερ ἄκμονα, τὸν σίδηρον ποιοῦσι. [9] καὶ τροχοῖς μὲν ἡ μηχανὴ τέσσαρσι πρὸς κίονι ἑκάστῳ κειμένοις ἐπῆρται, ἄνδρες δὲ αὐτὴν οὐχ ἧσσον ἢ κατὰ πεντήκοντα κινοῦσιν ἔνδοθεν. [10] οἳ ἐπειδὰν αὐτὴν τῷ περιβόλῳ ἐρείσωσι, τὴν δοκὸν ἧς δὴ ἄρτι ἐμνήσθην μηχανῇ τινι στρέφοντες ὀπίσω ἀνέλκουσιν, αὖθίς τε αὐτὴν ξὺν ῥύμῃ πολλῇ ἐπὶ τὸ τεῖχος ἀφιᾶσιν. [11] ἡ δὲ συχνὰ ἐμβαλλομένη κατασεῖσαί τε ὅπη προσπίπτοι καὶ διελεῖν ῥᾷστα οἵα τέ ἐστι, καὶ ἀπ̓ αὐτοῦ τὴν ἐπωνυμίαν ταύτην ἡ μηχανὴ ἔχει, ἐπεὶ τῆς δοκοῦ ταύτης ἡ ἐμβολὴ προὔχουσα πλήσσειν ὅπου παρατύχοι, καθάπερ τῶν προβάτων τὰ ἄρρενα, [12] εἴωθε. τῶν μὲν οὖν τειχομαχούντων οἱ κριοὶ τοιοίδε εἰσί. [13] Γότθοι δὲ πάμπολύ τι φακέλλων χρῆμα ἔκ τε ξύλων καὶ καλάμων ποιησάμενοι ἐν παρασκευῇ εἶχον, ὅπως δὴ ἐς τὴν τάφρον ἐμβαλόντες ὁμαλόν τε τὸν χῶρον ἐργάσωνται καὶ ταύτῃ διαβαίνειν αἱ μηχαναὶ ἥκιστα εἴργωνται. οὕτω μὲν δὴ Γότθοι παρασκευασάμενοι τειχομαχεῖν ὥρμηντο. [14] Βελισάριος δὲ μηχανὰς μὲν ἐς τοὺς πύργους ἐτίθετο ἃς καλοῦσι βαλλίστρας. τόξου δὲ σχῆμα ἔχουσιν αἱ μηχαναὶ αὗται, ἔνερθέν τε αὐτοῦ κοίλη τις ξυλίνη κεραία προὔχει, αὐτὴ μὲν χαλαρὰ ἠρτημένη, σιδηρᾷ δὲ εὐθείᾳ τινὶ ἐπικειμένη. [15] ἐπειδὰν οὖν τοὺς πολεμίους ἐνθένδε βάλλειν ἐθέλουσιν ἄνθρωποι, βρόχου βραχέος ἐνέρσει τὰ ξύλα ἐς ἄλληλα νεύειν ποιοῦσιν ἃ δὴ τοῦ τόξου ἄκρα ξυμβαίνει εἶναι, τόν τε ἄτρακτον ἐν τῇ κοίλῃ κεραίᾳ τίθενται, τῶν ἄλλων βελῶν, ἅπερ ἐκ τῶν τόξων ἀφιᾶσι, μῆκος μὲν ἔχοντα ἥμισυ μάλιστα, εὖρος δὲ κατὰ τετραπλάσιον. [16] πτεροῖς μέντοι οὐ τοῖς εἰωθόσιν ἐνέχεται, ἀλλὰ ξύλα λεπτὰ ἐς τῶν πτερῶν τὴν χώραν ἐνείροντες ὅλον ἀπομιμοῦνται τοῦ βέλους τὸ σχῆμα, μεγάλην αὐτῷ λίαν καὶ τοῦ πάχους κατὰ λόγον τὴν ἀκίδα ἐμβάλλοντες. [17] σφίγγουσί τε σθένει πολλῷ οἱ ἀμφοτέρωθεν μηχαναῖς τισι, καὶ τότε ἡ κοίλη κεραία προϊοῦσα ἐκπίπτει μέν, ξὺν ῥύμῃ δὲ τοσαύτῃ ἐκπίπτει τὸ βέλος ὥστε ἐξικνεῖται μὲν οὐχ ἧσσον ἢ κατὰ δύο τῆς τοξείας βολάς, δένδρου δὲ ἢ λίθου ἐπιτυχὸν τέμνει ῥᾳδίως. [18] τοιαύτη μὲν ἡ μηχανή ἐστιν ἐπὶ τοῦ ὀνόματος τούτου, ὅτι δὴ βάλλει ὡς μάλιστα, ἐπικληθεῖσα. ἑτέρας δὲ μηχανὰς ἐπήξαντο ἐν ταῖς τοῦ περιβόλου ἐπάλξεσιν ἐς λίθων βολὰς ἐπιτηδείας. [19] σφενδόνῃ δὲ αὗταί εἰσιν ἐμφερεῖς καὶ ὄναγροι ἐπικαλοῦνται. ἐν δὲ ταῖς πύλαις λύκους ἔξω ἐπετίθεντο, οὓς δὴ ποιοῦσι τρόπῳ τοιῷδε. [20] δοκοὺς δύο ἱστᾶσιν ἐκ γῆς ἄχρι καὶ ἐς τὰς ἐπάλξεις ἐξικνουμένας, ξύλα τε εἰργασμένα ἐπ̓ ἄλληλα θέμενοι τὰ μὲν ὀρθά, τὰ δὲ ἐγκάρσια ἐναρμόζουσιν, ὡς τῶν ἐνέρσεων τὰ ἐν μέσῳ εἰς ἄλληλα τρυπήματα φαίνεσθαι. [21] ἑκάστης δὲ ἁρμονίας ἐμβολή τις προὔχει, κέντρῳ παχεῖ ἐς τὰ μάλιστα ἐμφερὴς οὖσα. καὶ τῶν ξύλων τὰ ἐγκάρσια ἐς δοκὸν ἑκατέραν πηξάμενοι, ἄνωθεν ἄχρι ἐς μοῖραν διήκοντα τὴν ἡμίσειαν, ὑπτίας τὰς δοκοὺς ἐπὶ τῶν πυλῶν ἀνακλίνουσι. [22] καὶ ἐπειδὰν αὐτῶν ἐγγυτέρω οἱ πολέμιοι ἵκωνται, οἱ δὲ ἄνωθεν ἄκρων δοκῶν ἁψάμενοι ὠθοῦσιν, αὗται δὲ ἐς τοὺς ἐπιόντας ἐκ τοῦ αἰφνιδίου ἐμπίπτουσαι τοῖς προέχουσι τῶν ἐμβολῶν, ὅσους ἂν λάβοιεν, εὐπετῶς κτείνουσι. Βελισάριος μὲν οὖν ταῦτα ἐποίει.

  Γότθοι δὲ ὀκτωκαιδεκάτῃ ἀπὸ τῆς προσεδρείας ἡμέρᾳ, Οὐιττίγιδος σφίσιν ἡγουμένου, ἀμφὶ ἡλίου ἀνατολὰς ὡς τειχομαχήσοντες ἐπὶ τὸν περίβολον ᾔεσαν, καὶ Ῥωμαίους ἅ
παντας προϊοῦσα ἡ τῶν πύργων τε καὶ κριῶν ὄψις παντάπασί τε ἀήθης οὖσα ἐξέπλησσε. [2] Βελισάριος δὲ βαδίζουσαν ξὺν ταῖς μηχαναῖς ὁρῶν τὴν τῶν πολεμίων παράταξιν, ἐγέλα τε καὶ τοὺς στρατιώτας ἡσυχάζειν ἐκέλευε, καὶ τῶν χειρῶν μηδαμῶς ἄρχειν, ἕως αὐτὸς σημήνῃ. ὅτου δὲ ἕνεκα γελῴη, ἐν μὲν τῷ αὐτίκα ἥκιστα ἐδήλου, ὕστερον δὲ ἐγνώσθη. [3] Ῥωμαῖοι μέντοι αὐτὸν εἰρωνεύεσθαι ὑποτοπάσαντες ἐκάκιζόν τε καὶ ἀναιδῆ ἐκάλουν, καὶ ὅτι ἐς τὰ πρόσω ἰόντας οὐκ ἀναστέλλοι τοὺς ἐναντίους, δεινὰ ἐποιοῦντο. [4] ἐπεὶ δὲ Γότθοι τῆς τάφρου ἐγγυτέρω ἵκοντο, πρῶτος ὁ στρατηγὸς τὸ τόξον ἐντείνας, τῶν τινα τεθωρακισμένων τε καὶ τῆς στρατιᾶς ἡγουμένων εἰς τὸν αὐχένα ἐπιτυχὼν βάλλει. [5] καὶ ὁ μὲν καιρίαν πληγεὶς ἔπεσεν ὕπτιος, Ῥωμαίων δὲ ὁ λεὼς ἅπας ἀνέκραγον ἐξαίσιόν τε καὶ ἀκοῆς κρεῖσσον, ἄριστον οἰωνὸν ξυνενεχθῆναι σφίσιν οἰόμενοι. [6] δὶς δὲ Βελισαρίου τὸ βέλος ἀφέντος, ταὐτὸ τοῦτο καὶ αὖθις ξυνέβη, καὶ ἥ τε κραυγὴ μείζων ἀπὸ τοῦ περιβόλου ἤρθη καὶ τοὺς πολεμίους ἡσσῆσθαι ἤδη Ῥωμαῖοι ᾤοντο. [7] καὶ τότε μὲν Βελισάριος τῇ μὲν στρατιᾷ πάσῃ κινεῖν τὰ τοξεύματα πάντα ἐσήμαινε, τοὺς δὲ ἀμφ̓ αὑτὸν ἅπαντας ἐς μόνους τοὺς βόας ἐκέλευε βάλλειν. [8] πάντων τε τῶν βοῶν αὐτίκα πεσόντων, οὔτε τοὺς πύργους περαιτέρω κινεῖν οἱ πολέμιοι εἶχον οὔτε τι ἐπιτεχνήσασθαι ἀπορούμενοι ἐν αὐτῷ τῷ ἔργῳ οἷοί τε ἦσαν. [9] οὕτω δὲ Βελισαρίου τε ἡ πρόνοια ἐγνώσθη τοῦ μὴ ἑκαστάτω ὄντας τοὺς πολεμίους ἀναστέλλειν πειρᾶσθαι, καὶ ὅτι γελῴη τὴν τῶν βαρβάρων εὐήθειαν, οἳ δὴ βόας περιάξειν ἐς τῶν ἐναντίων τὸ τεῖχος οὕτως ἀνεπισκέπτως ἐλπίδα εἶχον. ταῦτα μὲν ἀμφὶ Σαλαρίαν πύλην ἐγένετο. [10] Οὐίττιγις δὲ ταύτῃ ἀποκρουσθείς, Γότθων μὲν στρατιὰν πολλὴν αὐτοῦ εἴασε, φάλαγγα δὲ αὐτῶν βαθεῖαν κομιδῆ ποιησάμενος καὶ τοῖς ἄρχουσιν ἐπιστείλας προσβολὴν μὲν μηδαμῆ τοῦ περιβόλου ποιεῖσθαι, μένοντας δὲ ἐν τάξει βάλλειν τε συχνὰ ἐς τὰς ἐπάλξεις καὶ ὡς ἥκιστα Βελισαρίῳ καιρὸν ἐνδιδόναι ἐπιβοηθεῖν ἑτέρωσε τοῦ τείχους ὅπη ἂν αὐτὸς προσβάλλειν μέλλῃ στρατῷ πλείονι, οὕτω δὴ ἀμφὶ πύλην Πραινεστίναν ἐπὶ μοῖραν τοῦ περιβόλου ἣν Ῥωμαῖοι Βιβάριον καλοῦσι, καὶ ᾗ τὸ τεῖχος ἦν ἐπιμαχώτατον μάλιστα, [11] πολλῷ στρατῷ ᾔει. ἐτύγχανον δὲ ἤδη καὶ μηχαναὶ ἄλλαι πύργων τε καὶ κριῶν καὶ κλίμακες πολλαὶ ἐνταῦθα οὖσαι. [12] Ἐν τούτῳ δὲ Γότθων προσβολὴ ἑτέρα ἐς πύλην Αὐρηλίαν ἐγίνετο τρόπῳ τοιῷδε. Ἀδριανοῦ τοῦ Ῥωμαίων αὐτοκράτορος τάφος ἔξω πύλης Αὐρηλίας ἐστίν, ἀπέχων τοῦ περιβόλου ὅσον λίθου βολήν, θέαμα λόγου πολλοῦ ἄξιον. [13] πεποίηται γὰρ ἐκ λίθου Παρίου καὶ οἱ λίθοι ἐπ̓ ἀλλήλοις μεμύκασιν, οὐδὲν ἄλλο ἐντὸς ἔχοντες. πλευραί τε αὐτοῦ τέσσαρές εἰσιν ἴσαι ἀλλήλαις, εὖρος μὲν σχεδόν τι ἐς λίθου βολὴν ἑκάστη ἔχουσα, μῆκος δὲ ὑπὲρ τὸ τῆς πόλεως τεῖχος: [14] ἀγάλματά τε ἄνω ἐκ λίθου εἰσὶ τοῦ αὐτοῦ ἀνδρῶν τε καὶ ἵππων θαυμάσια οἷα. τοῦτον δὴ τὸν τάφον οἱ παλαιοὶ ἄνθρωποι ῾ἐδόκει γὰρ τῇ πόλει ἐπιτείχισμα εἶναἰ τειχίσμασι δύο ἐς αὐτὸν ἀπὸ τοῦ περιβόλου διήκουσι περιβάλλουσι καὶ μέρος εἶναι τοῦ τείχους πεποίηνται. [15] ἔοικε γοῦν πύργῳ ὑψηλῷ πύλης τῆς ἐκείνῃ προβεβλημένῳ. ἦν μὲν οὖν τὸ ἐνταῦθα ὀχύρωμα ἱκανώτατον. τούτου δὲ τῷ φυλακτηρίῳ Κωνσταντῖνον ἐπιστήσας Βελισάριος ἔτυχεν. [16] ᾧ δὴ ἐπέστειλε καὶ τῆς φυλακῆς τείχους τοῦ ἐχομένου ἐπιμελεῖσθαι, φαύλην τινὰ καὶ οὐκ ἀξιόλογον φρουρὰν ἔχοντος. ἥκιστα γὰρ ταύτῃ ἐπιμάχου ὄντος τοῦ περιβόλου, ἅτε τοῦ ποταμοῦ παραρρέοντος, οὐδεμίαν αὐτόθι προσβολὴν ἔσεσθαι ὑποτοπήσας, οὐκ ἀξιόλογον ἐνταῦθα φυλακτήριον κατεστήσατο, ἀλλ̓ ὀλίγων οἱ τῶν στρατιωτῶν ὄντων, τοῖς τῶν χωρίων ἀναγκαιοτάτοις τὸ πλῆθος ἔνειμεν. [17] ἐς πεντακισχιλίους γὰρ μάλιστα τὸ βασιλέως στράτευμα ἐν Ῥώμῃ κατ̓ ἀρχὰς τῆσδε τῆς πολιορκίας ξυνῄει. [18] Κωνσταντῖνος δὲ ῾καὶ γάρ οἱ ἠγγέλλοντο οἱ πολέμιοι τῆς ἐς τὸν Τίβεριν ἀποπειρώμενοι διαβάσεως᾿ δείσας περὶ τῷ ἐκείνῳ τειχίσματι αὐτὸς μὲν κατὰ τάχος ἐκεῖσε ξὺν ὀλίγοις τισὶν ἐβοήθει, τοῖς δὲ πλείοσι τῆς ἐν τῇ πύλῃ τε καὶ τῷ τάφῳ φρουρᾶς ἐπιμελεῖσθαι παρήγγελλεν. [19] ἐν τούτῳ δὲ οἱ Γότθοι πύλῃ τῇ Αὐρηλίᾳ καὶ τῷ Ἀδριανοῦ πύργῳ προσέβαλλον, μηχανὴν μὲν οὐδεμίαν ἔχοντες, κλιμάκων δὲ πάμπολύ τι ἐπαγόμενοι χρῆμα καὶ τοξευμάτων πλήθει ῥᾷον ἔς τε ἀπορίαν καταστήσασθαι τοὺς πολεμίους οἰόμενοι καὶ τοῦ ἐνταῦθα φυλακτηρίου κρατήσειν δἰ ὀλιγανθρωπίαν οὐδενὶ πόνῳ. [20] θύρας δὲ προβεβλημένοι ἐβάδιζον, οὐδὲν ἐλασσουμένας τῶν ἐν Πέρσαις θυρεῶν, καὶ ἔλαθόν γε τοὺς ἐναντίους ἀγχοτάτω αὐτῶν ἥκοντες. [21] ὑπὸ γὰρ τῇ στοᾷ κρυπτόμενοι ἦλθον ἣ ἐς τὸν Πέτρου τοῦ ἀποστόλου νεὼν διήκει. ἐνθένδε φανέντες ἐξαπιναίως ἔργου εἴχοντο, ὡς μήτε τῇ καλουμένῃ βαλλίστρᾳ χρῆσθαι τοὺς φύλακας οἵους τε εἶναι ῾οὐ γὰρ πέμπουσιν ὅτι μὴ ἐξ ἐναντίας αἱ μηχαναὶ αὗται τὰ βέλἠ οὐ μὴν οὐδὲ τοῖς τοξεύμασι τοὺς ἐπιόντας ἀμύνεσθαι, τοῦ πράγματος σφίσι διὰ τὰς θύρας ἀντιστατοῦντος. [22] ἐπεὶ δὲ καρτερῶς τε οἱ Γότθοι ἐνέκειντο, βάλλοντες συχνὰ ἐς τὰς ἐπά�
�ξεις, καὶ τὰς κλίμακας ἤδη προσθήσειν τῷ τειχίσματι ἔμελλον, κυκλώσαντες σχεδόν τι τοὺς ἐκ τοῦ τάφου ἀμυνομένους, ἀεὶ γὰρ αὐτοῖς, εἰ χωρήσειαν, κατὰ νώτου ἐκ τῶν πλαγίων ἐγίνοντο, χρόνον μέν τινα ὀλίγον ἔκπληξις τοῖς Ῥωμαίοις ἐγένετο οὐκ ἔχουσι καθ̓ ὅ τι χρὴ ἀμυνομένους σωθῆναι, μετὰ δὲ ξυμφρονήσαντες τῶν ἀγαλμάτων τὰ πλεῖστα, μεγάλα λίαν ὄντα, διέφθειρον, αἴροντές τε λίθους περιπληθεῖς ἐνθένδε χερσὶν ἀμφοτέραις κατὰ κορυφὴν ἐπὶ τοὺς πολεμίους ἐρρίπτουν, οἱ δὲ βαλλόμενοι ἐνεδίδοσαν. [23] κατὰ βραχύ τε αὐτῶν ὑποχωρούντων, τὸ πλέον ἤδη Ῥωμαῖοι ἔχοντες, ἐθάρσησάν τε καὶ ξὺν βοῇ μείζονι τόξοις τε καὶ λίθων βολαῖς τοὺς τειχομαχοῦντας ἠμύνοντο. [24] καὶ τῶν μηχανῶν ἁψάμενοι ἐς δέος μέγα τοὺς ἐναντίους ἦγον, ἥ τε προσβολὴ αὐτῶν δἰ ὀλίγου ἐγένετο. [25] παρῆν δὲ ἤδη καὶ Κωνσταντῖνος δεδιξάμενός τε τοὺς τοῦ ποταμοῦ ἀποπειρασαμένους καὶ ῥᾳδίως ὠσάμενος, ἐπεὶ οὐ παντάπασιν ἀφύλακτον, ὥσπερ ᾤοντο, τὸ ἐκείνῃ τείχισμα εὗρον. οὕτω τε ἐν τῷ ἀσφαλεῖ τὰ ἀμφὶ πύλην Αὐρηλίαν ἐγένετο.

 

‹ Prev