Ἐς μέντοι πύλην τὴν ὑπὲρ ποταμὸν Τίβεριν, ἣ Παγκρατιανὴ καλεῖται, δύναμις τῶν πολεμίων ἐλθοῦσα οὐδὲν ὅ τι καὶ ἄξιον λόγου ἔδρασε, χωρίου ἰσχύϊ: ἀνάντης τε γὰρ καὶ πρὸς τὰς ἐφόδους οὐκ εὐπετὴς ταύτῃ ὁ τῆς πόλεως περίβολός ἐστι. [2] Παῦλος ἐνταῦθα φυλακὴν εἶχε, ξὺν καταλόγῳ πεζικῷ οὗ αὐτὸς ἦρχεν. οὐ μὴν οὐδὲ πύλης Φλαμινίας ἀπεπειράσαντο, ἐπεὶ ἐν χώρῳ κρημνώδει κειμένη οὐ λίαν ἐστὶν εὐπρόσοδος. [3] οἱ Ῥῆγες ἐνταῦθα, πεζικὸν τέλος, ἐφύλασσον καὶ Οὐρσικῖνος, ὃς αὐτῶν ἦρχε. ταύτης δὲ μεταξὺ τῆς πύλης καὶ τῆς ἐν δεξιᾷ ἐχομένης πυλίδος, ἣ Πιγκιανὴ ὀνομάζεται, μοῖρά τις τοῦ περιβόλου δίχα τὸ παλαιὸν ἀπὸ ταὐτομάτου διαιρεθεῖσα, οὐκ ἐξ ἐδάφους μέντοι, ἀλλ̓ ὅσον ἐκ μήκους τοῦ ἡμίσεος, οὐκ ἔπεσε μὲν οὐδὲ ἄλλως διεφθάρη, ἐκλίθη δὲ οὕτως ἐφ̓ ἑκάτερα, ὡς τὸ μὲν ἐκτὸς τοῦ ἄλλου τείχους, τὸ δὲ ἐντὸς φαίνεσθαι. [4] καὶ ἀπ̓ αὐτοῦ Περίβολον Διερρωγότα Ῥωμαῖοι τῇ σφετέρᾳ γλώσσῃ ἐκ παλαιοῦ καλοῦσι τὸν χῶρον. [5] τοῦτο δὲ τὸ μέρος καθελεῖν τε καὶ ἀνοικοδομήσασθαι Βελισάριον κατ̓ ἀρχὰς ἐγχειροῦντα ἐκώλυον Ῥωμαῖοι, Πέτρον σφίσι τὸν ἀπόστολον ὑποσχέσθαι ἰσχυριζόμενοι αὑτῷ μελήσειν τοῦ ἐνταῦθα φυλακτηρίου. τοῦτον δὲ τὸν ἀπόστολον σέβονται Ῥωμαῖοι καὶ τεθήπασι πάντων μάλιστα. [6] ἀπέβη τε αὐτοῖς ἅπαντα ἐν τῷδε τῷ χωρίῳ ᾗ διενοοῦντο καὶ προσεδόκων. οὐδὲ γὰρ τῇ ἡμέρᾳ ἐκείνῃ, οὐ μὴν οὐδὲ ἐς τὸν ἅπαντα χρόνον καθ̓ ὃν Γότθοι Ῥώμην ἐπολιόρκουν, οὔτε πολεμίων τις δύναμις ἐνταῦθα ἀφίκετο οὔτε τινὰ ταραχὴν γενέσθαι ξυνέβη. [7] καὶ ἐθαυμάζομέν γε ὅτι οὐδὲ ἐς μνήμην ἡμετέραν ἢ τῶν πολεμίων αὕτη τοῦ περιβόλου ἡ μοῖρα παρὰ πάντα τὸν χρόνον ἦλθεν, οὔτε τειχομαχούντων οὔτε νύκτωρ ἐπιβουλευόντων τῷ τείχει, οἷα πολλὰ ἐνεχείρησαν. [8] διὸ δὴ οὐδὲ ὕστερόν τις ἀνοικοδομήσασθαι τοῦτο ἐτόλμησεν, ἀλλ̓ ἐς ἡμέραν τήνδε οὕτω τὸ ἐκείνῃ διῄρηται τεῖχος. ταῦτα μὲν οὖν ὧδέ πη ἔσχεν. [9] Ἐν δὲ Σαλαρίᾳ πύλῃ Γότθος ἀνὴρ εὐμήκης τε καὶ ἀγαθὸς τὰ πολέμια θώρακά τε ἐνδιδυσκόμενος καὶ κράνος ἐν τῇ κεφαλῇ ἔχων, ὤν τε οὐκ ἀφανὴς ἐν τῷ Γότθων ἔθνει, οὐκ ἐν τάξει ξὺν τοῖς ἄλλοις ἔμεινεν, ἀλλ̓ ἐπὶ δένδρου ἱστάμενος ἔβαλλε συχνὰ ἐς τὰς ἐπάλξεις. [10] τοῦτον δὲ τὸν ἄνδρα μηχανὴ ἐν πύργῳ κατὰ μέρος τὸ λαιὸν οὖσα τύχῃ τινὶ ἔβαλε. [11] διαβὰν δὲ τόν τε θώρακα καὶ τὸ τοῦ ἀνθρώπου σῶμα τὸ βέλος ὑπὲρ ἥμισυ ἐς τὸ δένδρον ἔδυ, ἐνέρσει τε αὐτοῦ τὸν ἄνδρα ξυνδῆσαν νεκρὸν ἤρτησεν. [12] ὅπερ ἐπεὶ οἱ Γότθοι κατεῖδον, κατορρωδήσαντες καὶ βελῶν ἔξω γενόμενοι ἔμενον μὲν ἔτι ἐν τάξει, τοὺς δὲ ἐν τῷ τείχει οὐκέτι ἐλύπουν. [13] Βέσσας δὲ καὶ Περάνιος, Οὐιττίγιδος ἐν Βιβαρίῳ ἰσχυρότατα ἐγκειμένου σφίσι, Βελισάριον μετεπέμποντο. ὁ δὲ δείσας περὶ τῷ ἐνταῦθα τείχει ῾ἦν γὰρ ταύτῃ ἐπιμαχώτατον, ὥσπερ εἴρηταἰ κατὰ τάχος ἐβοήθει αὐτός, τῶν τινα ἐπιτηδείων λιπὼν ἐν Σαλαρίᾳ. [14] καὶ τοὺς στρατιώτας εὑρὼν ἐν Βιβαρίῳ τὴν προσβολὴν τῶν ἐναντίων πεφοβημένους, μεγάλην τε οὖσαν καὶ πολυάνθρωπον, ὑπερφρονεῖν τε τῶν πολεμίων ἐκέλευε καὶ ἐπὶ τὸ θαρσεῖν ἀντικαθίστη. [15] ἦν δὲ ὁ ταύτῃ χῶρος ὁμαλὸς κομιδῆ καὶ ἀπ̓ αὐτοῦ ταῖς ἐφόδοις τῶν προσιόντων ἐκκείμενος. τύχῃ τέ τινι τὸ ἐκείνῃ τεῖχος οὕτως ἐπὶ πλεῖστον διερρυήκει ὡς τῶν πλίνθων μὴ λίαν τὴν ξυνθήκην ξυνίστασθαι. [16] τείχισμα δὲ ἄλλο βραχὺ περιέβαλλον ἔξωθεν αὐτῷ οἱ πάλαι Ῥωμαῖοι, οὐκ ἀσφαλείας τινὸς ἕνεκα ῾οὐ γὰρ οὖν οὐδὲ πύργων ὀχύρωμα εἶχεν, οὐ μὴν οὐδὲ ἐπάλξεις τινὲς ἐνταῦθα πεποίηντο οὐδέ τι ἄλλο ὅθεν ἂν καὶ ἀπώσασθαι οἷόν τε ἦν τὴν ἐς τὸν περίβολον ἐπιβουλὴν τῶν πολεμίων̓, ἀλλὰ τρυφῆς τινος οὐκ εὐπρεποῦς χάριν, ὅπως δὴ λέοντάς τε καὶ τἄλλα θηρία καθείρξαντες ἐνταῦθα τηροῖεν. [17] διὸ δὴ καὶ Βιβάριον τοῦτο ὠνόμασται: οὕτω γὰρ Ῥωμαῖοι καλοῦσι τὸν χῶρον οὗ ἂν τῶν ζῴων τὰ μὴ χειροήθη τρέφεσθαι εἴωθεν. Οὐίττιγις μὲν οὖν μηχανάς τε ἄλλας ἄλλῃ τοῦ τείχους ἡτοίμαζε καὶ ὀρύσσειν τὸ ἔξω τείχισμα τοὺς Γότθους ἐκέλευεν, οἰόμενος, ἢν τούτου ἐντὸς γένωνται, πόνῳ οὐδενὶ τοῦ τείχους κρατήσειν, ὅπερ οὐδαμῆ ἐχυρὸν ξυνηπίστατο εἶναι. [18] Βελισάριος δὲ ὁρῶν τοὺς πολεμίους τό τε Βιβάριον διορύσσοντας καὶ πολλαχῆ τοῦ περιβόλου προσβάλλοντας, οὔτε ἀμύνειν τοὺς στρατιώτας οὔτε ἐν ταῖς ἐπάλξεσι μένειν, ὅτι μὴ λίαν ὀλίγους, εἴα, καίπερ ἅπαν ξὺν αὑτῷ ἔχων εἴ τι ἐν τῷ στρατοπέδῳ λόγιμον ἦν. [19] κάτω δὲ ἅπαντας ἀμφὶ τὰς πύλας ἐν παρασκευῇ εἶχε τεθωρακισμένους τε καὶ ξίφη μόνα ἐν χερσὶ φέροντας. ἐπεὶ δὲ οἱ Γότθοι, διελόντες τὸν τοῖχον, ἐντὸς Βιβαρίου ἐγένοντο, Κυπριανὸν ξὺν ἄλλοις τισὶ κατὰ τάχος ἐπ̓ αὐτοὺς ἐσβιβάσας ἔργου ἐκέλευεν ἔχεσθαι. [20] καὶ οἱ μὲν τοὺς ἐσπεπτωκότας ἅπαντας ἔκτεινον, οὔτε ἀμυνομένους καὶ ὑπὸ σφῶν αὐτῶν διαφθειρομένους ἐν τῇ ἐς τὴν ἔξοδον στενοχωρίᾳ. [21] τῶν δὲ πολεμίων τῷ ἀπροσδοκήτῳ καταπλαγέντων καὶ οὐκ ἐν τάξει συντεταγμένων, ἀλλὰ ἄλλου ἄλλῃ φερομένου, τοῦ περιβόλου τὰς πύλας ἀνακλίνας ἐξαπιναίως ἅπαν ἐπὶ τοὺς ἐναντίους ἠφίει τὸ στράτευμα. [22] καὶ οἱ μὲν Γότθοι ἐς ἀλκὴν ἥκιστα ἔβλεπον, ἀλλ
̓ ἐς φυγήν, ὅπη ἕκαστος ἔτυχεν, ὥρμηντο: ἐπισπόμενοι δὲ Ῥωμαῖοι τοὺς ἀεὶ ἐν ποσὶ ῥᾷστα ἔκτεινον, ἥ τε δίωξις πολλὴ γέγονεν, ἐπεὶ οἱ Γότθοι μακρὰν ἀπολελειμμένοι τῶν σφετέρων χαρακωμάτων τῇδε ἐτειχομάχουν. [23] Βελισάριος δὲ τὰς τῶν πολεμίων μηχανὰς καίειν ἐκέλευεν, ἐπὶ πλεῖστόν τε ἡ φλὸξ αἰρομένη μείζονα τὴν ἔκπληξιν, ὡς τὸ εἰκός, τοῖς φεύγουσιν ἐποίει. [24] Ἐν τούτῳ δὲ καὶ κατὰ πύλην Σαλαρίαν ξυμπεσεῖν τὴν ὁμοίαν τύχην ξυνέβη. τάς τε γὰρ πύλας ἐξαπιναίως ἀνέῳγον καὶ ἐς τοὺς βαρβάρους ἐκ τοῦ ἀπροσδοκήτου ἐνέπιπτον, τούτους τε οὐκ ἀμυνομένους, ἀλλὰ τὰ νῶτα στρέψαντας ἔκτεινον, [25] καὶ τὰ κατ̓ αὐτοὺς μηχανήματα ἔκαιον. καὶ ἣ τε φλὸξ πολλαχῆ τοῦ τείχους ἐπὶ μέγα ἤρθη ἥ τε τῶν Γότθων ὑπαγωγὴ κατὰ κράτος ἤδη ἐκ παντὸς τοῦ περιβόλου ἐγίνετο, καὶ ἡ κραυγὴ ἀμφοτέρωθεν ὑπερφυὴς ἦν, τῶν μὲν ἐν τῷ τείχει τοῖς διώκουσιν ἐγκελευομένων, τῶν δὲ ἐν τοῖς χαρακώμασι τὴν τοῦ πάθους ὑπερβολὴν ὀδυρομένων. [26] ἀπέθανον δὲ Γότθων ἐκείνῃ τῇ ἡμέρᾳ τρισμύριοι, ὡς αὐτῶν οἱ ἄρχοντες ἰσχυρίζοντο, καὶ τραυματίαι πλείους ἐγένοντο: ἅτε γὰρ ἐν πλήθει πολλῷ οἵ τε ἀπὸ τῶν ἐπάλξεων τὰ πλεῖστα ἐτύγχανον εἰς αὐτοὺς βάλλοντες καὶ οἱ τὰς ἐπεκδρομὰς ποιούμενοι πάμπολύ τι χρῆμα καταπεπληγμένων τε καὶ φευγόντων ἀνθρώπων διέφθειρον. [27] ἥ τε τειχομαχία πρωῒ ἀρξαμένη ἐτελεύτα ἐς δείλην ὀψίαν. ταύτην μὲν οὖν τὴν νύκτα ηὐλίσαντο ἑκάτεροι, Ῥωμαῖοι μὲν ἐν τῷ περιβόλῳ παιανίζοντες καὶ Βελισάριον ἐν εὐφημίαις ποιούμενοι καὶ τὰ τῶν νεκρῶν σκυλεύματα ἔχοντες, Γότθοι δὲ τούς τε τραυματίας σφῶν θεραπεύοντες καὶ τοὺς τελευτήσαντας ὀδυρόμενοι.
Βελισάριός τε γράμματα βασιλεῖ ἔγραψεν: ἐδήλου δὲ ἡ γραφὴ τάδε: ‘Ἀφίγμεθα εἰς τὴν Ἰταλίαν, ὥσπερ ἐκέλευες, χώραν τε αὐτῆς περιβεβλημένοι πολλὴν καὶ Ῥώμην κατελάβομεν, ἀπωσάμενοι τοὺς ταύτῃ βαρβάρους, ὧνπερ ἔναγχος τὸν ἄρχοντα Λεύδεριν ἐς ὑμᾶς ἔπεμψα. [2] συμβέβηκε δὲ ἡμῖν τῶν στρατιωτῶν πλῆθος ἔν τε Σικελίᾳ καὶ Ἰταλίᾳ ἐπὶ φυλακῇ τῶν ὀχυρωμάτων καταστησαμένοις ὧνπερ δυνατοὶ κατακεκρατηκέναι γεγόναμεν, τὸ στράτευμα ἐς πεντακισχιλίους ἀπολελεῖφθαι. [3] οἱ δὲ πολέμιοι ἥκουσιν ἐφ̓ ἡμᾶς ἐς μυριάδας πεντεκαίδεκα συνειλεγμένοι. καὶ πρῶτον μὲν ἡμῖν ἐπὶ κατασκοπῇ τῶν ἀνδρῶν γενομένοις παρὰ Τίβεριν ποταμόν, ἠναγκασμένοις τε παρὰ γνώμην αὐτοῖς ἐς χεῖρας ἐλθεῖν, μικροῦ κατακεχῶσθαι δοράτων συμβέβηκε πλήθει. [4] ἔπειτα δὲ τειχομαχήσαντες οἱ βάρβαροι παντὶ τῷ στρατῷ καὶ μηχαναῖς τισι προσβαλόντες πανταχόσε τοῦ τείχους, ὀλίγου ἐδέησαν ἡμᾶς τε αὐτοβοεὶ καὶ τὴν πόλιν ἑλεῖν, εἰ μή τις ἡμᾶς ἀνήρπασε τύχη. [5] τὰ γὰρ τῶν πραγμάτων νικῶντα τὴν φύσιν οὐκ ἂν εἰκότως ἐς ἀνδρῶν ἀρετήν, ἀλλ̓ ἐς τὸ κρεῖσσον, ἀναφέρεσθαι πρέποι. [6] τὰ μὲν οὖν ἄχρι τοῦδε ἡμῖν πεπραγμένα, εἴτε τύχῃ τινὶ εἴτε ἀρετῇ, ὡς ἄριστα ἔχει: τὰ δὲ ἐνθένδε βουλοίμην ἂν ἀμείνω τοῖς πράγμασι τοῖς σοῖς ἔσεσθαι. [7] ὅσα μέντοι προσήκει ἐμέ τε εἰπεῖν καὶ ὑμᾶς πρᾶξαι, οὐ μήποτε ἀποκρύψομαι, ἐκεῖνο εἰδώς, ὡς πρόεισι μὲν τὰ ἀνθρώπινα ὅπη ἂν βουλομένῳ τῷ θεῷ εἴη, οἱ δὲ τῶν ἔργων ἁπάντων προστάται ἐκ τῶν σφίσιν αὐτοῖς πεπραγμένων τὰς αἰτίας ἢ τοὺς ἐπαίνους ἐς ἀεὶ φέρονται. [8] οὐκοῦν ὅπλα τε καὶ στρατιῶται στελλέσθων ἐς ἡμᾶς τοσοῦτοι τὸ πλῆθος ὥστε τοῖς πολεμίοις ἡμᾶς τὸ λοιπὸν ἐξ ἀντιπάλου τῆς δυνάμεως ἐς πόλεμον τόνδε καθίστασθαι. [9] οὐ γὰρ ἅπαντα χρεὼν πιστεύειν τῇ τύχῃ, ἐπεὶ οὐδὲ ὁμοίως ἐς πάντα τὸν χρόνον φέρεσθαι πέφυκεν. ἀλλὰ σέ, ὦ βασιλεῦ, ἐκεῖνο εἰσίτω, ὡς ἢν νῦν ἡμῶν οἱ βάρβαροι περιέσονται, Ἰταλίας τε τῆς σῆς ἐκπεσούμεθα καὶ προσαποβαλοῦμεν τὸ στράτευμα, καὶ προσέσται ἡμῖν τοσαύτη τις οὖσα ἡ ὑπὲρ τῶν πεπραγμένων αἰσχύνη. [10] ἐῶ γὰρ λέγειν ὡς καὶ Ῥωμαίους ἀπολεῖν δόξαιμεν, οἵ γε περὶ ἐλάσσονος τὴν σωτηρίαν τῆς ἐς τὴν σὴν βασιλείαν πεποίηνται πίστεως. [11] ὥστε ἡμῖν καὶ τὴν ἄχρι τοῦδε γενομένην εὐημερίαν εἰς συμφορῶν ὑπόθεσιν τετελευτηκέναι ξυμβήσεται. [12] εἰ γὰρ Ῥώμης ἡμῖν καὶ Καμπανίας καὶ πολλῷ πρότερον Σικελίας ἀποκεκροῦσθαι τετύχηκε, τὸ πάντων ἂν ἡμᾶς κουφότατον τῶν κακῶν ἔδακνε τὸ μὴ τοῖς ἀλλοτρίοις δεδυνῆσθαι πλουτεῖν. [13] καὶ μὴν καὶ τοῦτο ἐκλογίζεσθαι ὑμᾶς ἄξιον, ὡς Ῥώμην πώποτε πλείω τινὰ χρόνον οὐδὲ μυριάσι πολλαῖς διαφυλάξαι δυνατὸν γέγονε, χώραν τε περιβεβλημένην πολλὴν καὶ τῷ μὴ ἐπιθαλασσίαν εἶναι τῶν ἀναγκαίων ἀποκεκλεισμένην ἁπάντων. [14] καὶ Ῥωμαῖοι νῦν μὲν εὐνοϊκῶς ἡμῖν ἔχουσι, τῶν δὲ κακῶν αὐτοῖς, ὡς τὸ εἰκός, μηκυνομένων, οὐδὲν μελλήσουσιν ὑπὲρ αὑτῶν ἑλέσθαι τὰ κρείσσω. [15] οἱ γὰρ ἐξ ὑπογύου τισὶν ἐς εὔνοιαν καθιστάμενοι, οὐ κακοτυχοῦντες, ἀλλ̓ εὖ πάσχοντες, τὸ πιστὸν ἐς αὐτοὺς διασώζειν εἰώθασιν. [16] ἄλλως τε καὶ λιμῷ Ῥωμαῖοι ἀναγκασθήσονται πολλὰ ὧν οὐκ ἂν βούλοιντο πρᾶξαι. [17] ἐγὼ μὲν οὖν οἶδα θάνατον ὀφείλων τῇ σῇ βασιλείᾳ, καὶ διὰ τοῦτο ζῶντά με οὐδεὶς ἂν ἐνθένδε ἐξελᾶν δύναιτο: σκόπει δὲ ὁποίαν ποτέ σοι δόξαν ἡ τοιαύτη Βελισαρίου τελευτὴ φέρει.’ [18] Τοσαῦτα μὲν Βελισάριος ἔγραψε. βασιλεὺς δὲ λ�
�αν ξυνταραχθεὶς στράτευμά τε καὶ ναῦς σπουδῇ ἤγειρε καὶ τοῖς ἀμφὶ Βαλεριανόν τε καὶ Μαρτῖνον ἐπέστελλε κατὰ τάχος ἰέναι. [19] σταλέντες γὰρ ξὺν στρατεύματι ἄλλῳ ἀμφὶ τὰς χειμερινὰς τροπὰς ἔτυχον, ἐφ̓ ᾧ πλεύσουσιν ἐς Ἰταλίαν. [20] οἱ δὲ καταπλεύσαντες ἐς τὴν Ἑλλάδα ῾περαιτέρω γὰρ βιάζεσθαι τὸν πλοῦν οὐχ οἷοί τε ἦσαν̓ διεχείμαζον ἐς τὰ ἐπὶ Αἰτωλίας τε καὶ Ἀκαρνανίας χωρία. [21] ταῦτά τε Βελισαρίῳ δηλώσας Ἰουστινιανὸς βασιλεὺς ἔτι μᾶλλον αὐτόν τε καὶ Ῥωμαίους ἅπαντας ἐς τὴν προθυμίαν ἐπέρρωσεν. [22] Ἐν τούτῳ δὲ ξυνηνέχθη ἐν Νεαπόλει τοιόνδε γενέσθαι. Θευδερίχου τοῦ Γότθων ἄρχοντος εἰκὼν ἐν τῇ ἀγορᾷ ἐτύγχανεν οὖσα, ἐκ ψηφίδων τινῶν ξυγκειμένη, μικρῶν μὲν ἐς ἄγαν, χροιαῖς δὲ βεβαμμένων σχεδόν τι ἁπάσαις. [23] ταύτης τῆς εἰκόνος ποτὲ τὴν κεφαλὴν διαρρυῆναι ζῶντος Θευδερίχου ξυμβέβηκε, τῆς τῶν ψηφίδων ἐπιβολῆς ἐκ τοῦ αὐτομάτου ξυνταραχθείσης, καὶ Θευδερίχῳ ξυνηνέχθη τελευτῆσαι τὸν βίον αὐτίκα δὴ μάλα. [24] ἐνιαυτοῖς δὲ ὀκτὼ ὕστερον αἱ τὴν τῆς εἰκόνος γαστέρα ποιοῦσαι ψηφῖδες διερρύησαν ἐξαπιναίως, καὶ Ἀταλάριχος ὁ Θευδερίχου θυγατριδοῦς εὐθὺς ἐτελεύτα. [25] χρόνου τε τριβέντος ὀλίγου πίπτουσι μὲν ἐς γῆν αἱ περὶ τὰ αἰδοῖα ψηφῖδες, Ἀμαλασοῦνθα δὲ ἡ Θευδερίχου παῖς ἐξ ἀνθρώπων ἠφάνιστο. ταῦτα μὲν οὖν τῇδε ἐχώρησε. [26] Γότθων δὲ Ῥώμης ἐς τὴν πολιορκίαν καθισταμένων τὰ ἐκ τῶν τῆς εἰκόνος μηρῶν ἄχρι ἐς ἄκρους πόδας διεφθάρθαι τετύχηκε, [27] ταύτῃ τε ἅπασα ἐκ τοῦ τοίχου ἐξίτηλος ἡ εἰκὼν γέγονεν: οἵ τε Ῥωμαῖοι τὸ πρᾶγμα τοῦτο ξυμβαλόντες περιέσεσθαι τῷ πολέμῳ ἰσχυρίζοντο τὸν τοῦ βασιλέως στρατόν, οὐκ ἄλλο οὐδὲν εἶναι τοὺς Θευδερίχου πόδας ἢ τὸν Γότθων λεὼν ὧν ἐκεῖνος ἦρχεν οἰόμενοι, καὶ ἀπ̓ αὐτοῦ εὐέλπιδες ἔτι μᾶλλον ἐγένοντο. [28] Ἐν μέντοι Ῥώμῃ τῶν τινες πατρικίων τὰ Σιβύλλης λόγια προὔφερον, ἰσχυριζόμενοι τὸν κίνδυνον τῇ πόλει ἄχρι ἐς τὸν Ἰούλιον μῆνα γεγενῆσθαι μόνον. [29] χρῆναι γὰρ τότε βασιλέα Ῥωμαίοις καταστῆναί τινα, ἐξ οὗ δὴ Γετικὸν οὐδὲν Ῥώμη τὸ λοιπὸν δείσειε: [30] Γετικὸν γάρ φασιν ἔθνος τοὺς Γότθους εἶναι. εἶχε δὲ τὸ λόγιον ὧδε: θυιντιλι μενσε ρεγε νιηιλ γετιξυμ ιαμ. [31] πέμπτον δὲ μῆνα τὸν Ἰούλιον ἰσχυρίζοντο εἶναι, οἱ μέν, ὅτι Μαρτίου ἱσταμένου ἡ πολιορκία κατ̓ ἀρχὰς γέγονεν, ἀφ̓ οὗ δὴ πέμπτον Ἰούλιον ξυμβαίνει εἶναι, οἱ δέ, ὅτι Μάρτιον πρῶτον πρὸ τῆς Νουμᾶ βασιλείας ἐνόμιζον μῆνα, ὅτε δὴ Ῥωμαίοις ἐς δέκα μῆνας ὁ τοῦ ἐνιαυτοῦ χρόνος ξυνῄει, Ἰούλιός τε ἀπ̓ αὐτοῦ Κυιντίλιος ὠνομάζετο. ἀλλ̓ ἦν ἄρα τούτων οὐδὲν ὑγιές. [32] οὔτε γὰρ βασιλεὺς τότε Ῥωμαίοις κατέστη, καὶ ἡ πολιορκία ἐνιαυτῷ ὕστερον διαλυθήσεσθαι ἔμελλε, καὶ αὖθις ἐπὶ Τουτίλα Γότθων ἄρχοντος ἐς τοὺς ὁμοίους Ῥώμη κινδύνους ἰέναι, ὥς μοι ἐν τοῖς ὄπισθε λελέξεται λόγοις. [33] δοκεῖ γάρ μοι οὐ ταύτην δὴ τὴν τῶν βαρβάρων ἔφοδον τὸ μαντεῖον δηλοῦν, ἀλλ̓ ἑτέραν τινὰ ἢ ἤδη ξυμβᾶσαν ἢ ὕστερόν ποτε ἐσομένην. [34] τῶν γὰρ Σιβύλλης λογίων τὴν διάνοιαν πρὸ τοῦ ἔργου ἐξευρεῖν ἀνθρώπῳ οἶμαι ἀδύνατον εἶναι. [35] αἴτιον δὲ ὅπερ ἐγὼ αὐτίκα δηλώσω ἐκεῖνα ἀναλεξάμενος ἅπαντα. ἡ Σίβυλλα οὐχ ἅπαντα ἑξῆς τὰ πράγματα λέγει οὐδὲ ἁρμονίαν τινὰ ποιουμένη τοῦ λόγου, ἀλλ̓ ἔπος εἰποῦσα ὅ τι δὴ ἀμφὶ τοῖς Λιβύης κακοῖς ἀπεπήδησεν εὐθὺς ἐς τὰ Περσῶν ἤθη, [36] ἐνθένδε τε Ῥωμαίων ἐς μνήμην ἐλθοῦσα μεταβιβάζει ἐς τοὺς Ἀσσυρίους τὸν λόγον. καὶ πάλιν ἀμφὶ Ῥωμαίοις μαντευομένη προλέγει τὰ Βρεττανῶν πάθη. [37] ταύτῃ τε ἀδύνατά ἐστιν ἀνθρώπῳ ὁτῳοῦν πρὸ τοῦ ἔργου τῶν Σιβύλλης λογίων ξυνεῖναι, ἢν μὴ ὁ χρόνος αὐτὸς ἐκβάντος ἤδη τοῦ πράγματος καὶ τοῦ λόγου ἐς πεῖραν ἐλθόντος ἀκριβὴς τοῦ ἔπους ἑρμηνεὺς γένοιτο. ἀλλὰ ταῦτα μὲν λογιζέσθω ἕκαστος ὅπη αὐτῷ φίλον. ἐγὼ δὲ ὅθενπερ ἐξέβην ἐπάνειμι.
Delphi Complete Works of Procopius Page 199