Ἐπειδὴ Γότθοι ἀπεκρούσθησαν τειχομαχοῦντες, ηὐλίσαντο τὴν νύκτα ἐκείνην οὕτως ὥσπερ ἐρρήθη ἑκάτεροι. [2] τῇ δὲ ὑστεραίᾳ Βελισάριος πάντας Ῥωμαίους ἐκέλευε παῖδάς τε καὶ γυναῖκας ἐς Νεάπολιν ὑπεκκομίζειν, καὶ τῶν οἰκετῶν ὅσους μὴ ἀναγκαίους σφίσιν ἐς τοῦ τείχους τὴν φυλακὴν ἔσεσθαι ᾤοντο, ὅπως δὴ μὴ ἐς ἀπορίαν τῶν ἐπιτηδείων καθιστῶνται. [3] ταὐτὸ δὲ τοῦτο ποιεῖν καὶ τοῖς στρατιώταις ἐπήγγελλεν, εἴ τινι οἰκέτης ἢ θεράπαινα ἦν. οὐ γὰρ ἔτι οἷός τε εἶναι τὰς σιτήσεις αὐτοῖς ἔφασκεν ἐν πολιορκίᾳ κατὰ τὰ εἰωθότα παρέχεσθαι, ἀλλ̓ αὐτοὺς τὸ μὲν ἥμισυ ἐς ἡμέραν ἑκάστην ἐν αὐτοῖς φέρεσθαι τοῖς ἐπιτηδείοις ἐπάναγκες εἶναι, τὸ δὲ λειπόμενον ἐν ἀργυρίῳ. [4] οἱ δὲ κατὰ ταῦτα ἐποίουν. καὶ πλῆθος πολὺ αὐτίκα ἐς Καμπανίαν ᾔει. ἐκομίζοντο δὲ οἱ μὲν πλοίων ἐπιτυχόντες ἅπερ ἐν τῷ Ῥώμης λιμένι ὡρμίζετο, οἱ δὲ καὶ πεζῇ ὁδῷ τῇ καλουμένῃ Ἀππίᾳ ἰόντες. [5] κίνδυνός τε οὐδεὶς ἢ δέος ἐκ τῶν πολιορκούντων ἐγίνετο οὔτε τοῖς ταύτῃ βαδίζουσιν οὔτε τοῖς ἐπὶ τοῦ λιμένος ἰοῦσιν. [6] οἱ γὰρ πολέμιοι οὔτε Ῥώμην ξύμπασαν τοῖς χαρακώμασι περιβαλέσθαι διὰ μέγεθος τῆς πόλεως οἷοί τε ἦσαν οὔτε κατ̓ ὀλίγους ἐτόλμων μακρὰν ἀπολείπεσθαι τῶν στρατοπέδων, φοβούμενοι τὰς ἐπεκδρομὰς τῶν ἐναντίων. [7] καὶ δἰ αὐτὸ τοῖς πολιορκουμένοις ἐπὶ χρόνον τινὰ πολλὴ ἐξουσία ἐγίνετο τῆς τε πόλεως ἀπανίστασθαι καὶ τὰ ἐπιτήδεια ἔξωθεν ἐς αὐτὴν ἐσκομίζεσθαι. [8] μάλιστα δὲ νύκτωρ οἱ βάρβαροι ἐς δέος τε ἀεὶ μέγα καθίσταντο καὶ φυλακὰς ποιούμενοι ἐν τοῖς στρατοπέδοις ἡσύχαζον. [9] ἐπεὶ ἐκ τῆς πόλεως ἄλλοι τε καὶ Μαυρούσιοι συχνοὶ ἐξιόντες, ὅπη τοὺς πολεμίους ἢ καθεύδοντας ἢ ὁδῷ ἰόντας κατ̓ ὀλίγους εὑρήσειαν ῾οἷα πολλὰ ἐν στρατῷ μεγάλῳ γίνεσθαι εἴωθεν, ἄλλων τε ἀναγκαίων χρειῶν ἕνεκα καὶ τοῦ βόσκειν ἵππους τε καὶ ἡμιόνους καὶ ζῷα ὅσα ἐς βρῶσιν ἐπιτήδεια ἦν̓ ἔκτεινόν τε καὶ κατὰ τάχος ἐσκυλευκότες, πλειόνων σφίσιν, ἂν οὕτω τύχοι, πολεμίων ἐπεισπεσόντων ὑπεχώρουν δρόμῳ, ἄνδρες φύσει τε ποδώκεις καὶ κούφως ἐσκευασμένοι καὶ τῇ φυγῇ προλαμβάνοντες. [10] οὕτω μὲν ἐκ Ῥώμης ὑποχωρεῖν ὁ πολὺς ὅμιλος ἴσχυον, καὶ οἱ μὲν ἐπὶ Καμπανίας, οἱ δὲ ἐπὶ Σικελίας ᾔεσαν, οἱ δὲ ὅπη ῥᾷόν τε σφίσιν ἐνομίσθη καὶ βέλτιον εἶναι. [11] Βελισάριος δὲ ὁρῶν τόν τε τῶν στρατιωτῶν ἀριθμὸν ἥκιστα ἐς τὴν τοῦ τείχους περίοδον ἐξικνούμενον, ὀλίγοι τε γὰρ ἦσαν, ὥσπερ μοι ἔμπροσθεν εἴρηται, καὶ οὐκ ἀεὶ φυλάσσειν οἱ αὐτοὶ ἄϋπνοι ἴσχυον, ἀλλ̓ οἱ μὲν ὕπνον, ὡς τὸ εἰκός, ᾑροῦντο, οἱ δὲ ἐς τὴν φυλακὴν ἐτετάχατο, καὶ τοῦ δήμου τὸ πλεῖστον μέρος πενίᾳ τε πιεζομένους καὶ τῶν ἀναγκαίων σπανίζοντας, ἅτε γὰρ βαναύσοις ἀνθρώποις ἐφήμερά τε ἅπαντα ἔχουσι καὶ ἀργεῖν διὰ τὴν πολιορκίαν ἠναγκασμένοις πόρος οὐδεὶς τῶν ἐπιτηδείων ἐγίνετο, στρατιώτας τε καὶ ἰδιώτας ξυνέμιξε καὶ φυλακτηρίῳ ἑκάστῳ ἔνειμε, ῥητόν τινα μισθὸν ἰδιώτῃ ἀνδρὶ τάξας ἐς ἡμέραν ἑκάστην. [12] ὧν δὴ ἐγίνοντο μὲν ξυμμορίαι ἐς τὴν φυλακὴν ἱκανῶς ἔχουσαι, νύκτα δὲ τακτὴν ἡ φυλακὴ τοῦ περιβόλου ἐπέκειτο ξυμμορίᾳ ἑκάστῃ, ἐφύλασσόν τε αὐτῶν ἐκ περιτροπῆς ἅπαντες. καὶ ταύτῃ Βελισάριος ἑκατέρων τὴν ἀπορίαν διέλυεν. [13] Ὑποψίας δὲ ἐς Σιλβέριον τὸν τῆς πόλεως ἀρχιερέα γεγενημένης, ὡς δὴ προδοσίαν ἐς Γότθους πράσσοι, αὐτὸν μὲν ἐς τὴν Ἑλλάδα ἔπεμψεν αὐτίκα, ἕτερον δὲ ἀρχιερέα ὀλίγῳ ὕστερον, Βιγίλιον ὄνομα, κατεστήσατο. [14] τινὰς δὲ καὶ τῶν ἐκ βουλῆς ἐπ̓ αἰτίᾳ τῇ αὐτῇ ἐνθένδε ἐξελάσας, ἐπειδὴ τὴν πολιορκίαν οἱ πολέμιοι διαλύσαντες ἀνεχώρησαν, ἐς τὰ οἰκεῖα κατήγαγεν αὖθις. [15] ἐν τοῖς καὶ Μάξιμος ἦν, οὗ δὴ ὁ προπάτωρ Μάξιμος τὸ ἐς Βαλεντινιανὸν βασιλέα πάθος εἴργαστο. δείσας δὲ μή τις πρὸς φυλάκων τῶν κατὰ πύλας ἐπιβουλὴ γένηται, καί τις ἔξωθεν χρήμασί τε αὐτοὺς κακουργήσων ἴοι, δὶς ἑκάστου μηνὸς τάς τε κλεῖς ἁπάσας ἀφανίζων ἀνενεοῦτο ἀεὶ ἐς ἕτερον σχῆμα, καὶ τοὺς φύλακας ἐς φυλακτήριον ἄλλο μακράν που ἄποθεν τοῦ προτέρου ἀντικαθίστη, τοῖς τε ἐν τῷ περιβόλῳ φυλακὴν ἔχουσιν ἐς νύκτα ἑκάστην ἑτέρους ἐφίστη. [16] οἶς δὴ ἐπέκειτο μέτρον τι τοῦ τείχους περιιοῦσιν ἐκ περιτροπῆς ἀναγράφεσθαι τὰ τῶν φυλάκων ὀνόματα, καὶ ἤν τις ἐνθένδε ἀπολειφθείη, ἕτερον μὲν ἀντ̓ αὐτοῦ καταστήσασθαι ἐν τῷ παραυτίκα, ἀναφέρειν δὲ τῇ ὑστεραίᾳ ἐφ̓ ἑαυτόν, ὅστις ποτὲ ὁ ἀπολειφθεὶς εἴη, ὅπως δὴ κόλασις ἡ προσήκουσα ἐς αὐτὸν γίνοιτο. [17] καὶ μουσικοῖς μὲν ὀργάνοις χρήσασθαι τοὺς τεχνίτας ἐν τῷ περιβόλῳ νύκτωρ ἐκέλευε, τῶν δὲ στρατιωτῶν τινας καὶ οὐχ ἥκιστα τῶν Μαυρουσίων ἔξω ἔπεμπεν, οἳ ἀμφὶ τὴν τάφρον διανυκτερεύσειν ἀεὶ ἔμελλον, καὶ ξὺν αὐτοῖς κύνας ἠφίει, ὅπως δὴ μηδὲ ἄποθέν τις ἐπὶ τὸν περίβολον ἰὼν διαλάθοι. [18] Τότε καὶ τοῦ Ἰάνου νεὼ τὰς θύρας τῶν τινες Ῥωμαίων βιασάμενοι ἀνακλῖναι λάθρα ἐπειράσαντο. [19] ὁ δὲ Ἴανος οὗτος πρῶτος μὲν ἦν τῶν ἀρχαίων θεῶν οὓς δὴ Ῥωμαῖοι γλώσσῃ τῇ σφετέρᾳ Πένατες ἐκάλουν. ἔχει δὲ τὸν νεὼν ἐν τῇ ἀγορᾷ πρὸ τοῦ βουλευτηρίου ὀλίγον ὑπερβάντι τὰ Τρία Φᾶτα: [20] οὕτω γὰρ Ῥωμαῖοι τὰς Μοίρας νενομίκασι καλε
ῖν. ὅ τε νεὼς ἅπας χαλκοῦς ἐν τῷ τετραγώνῳ σχήματι ἕστηκε, τοσοῦτος μέντοι, ὅσον τὸ ἄγαλμα τοῦ Ἰάνου σκέπειν. [21] ἔστι δὲ χαλκοῦν οὐχ ἧσσον ἢ πηχῶν πέντε τὸ ἄγαλμα τοῦτο, τὰ μὲν ἄλλα πάντα ἐμφερὲς ἀνθρώπῳ, διπρόσωπον δὲ τὴν κεφαλὴν ἔχον, καὶ τοῖν προσώποιν θάτερον μὲν πρὸς ἀνίσχοντα, τὸ δὲ ἕτερον πρὸς δύοντα ἥλιον τέτραπται. [22] θύραι τε χαλκαῖ ἐφ̓ ἑκατέρῳ προσώπῳ εἰσίν, ἃς δὴ ἐν μὲν εἰρήνῃ καὶ ἀγαθοῖς πράγμασιν ἐπιτίθεσθαι τὸ παλαιὸν Ῥωμαῖοι ἐνόμιζον, πολέμου δὲ σφίσιν ὄντος ἀνέῳγον. [23] ἐπεὶ δὲ τὸ Χριστιανῶν δόγμα, εἴπερ τινὲς ἄλλοι, Ῥωμαῖοι ἐτίμησαν, ταύτας δὴ τὰς θύρας οὐκέτι οὐδὲ πολεμοῦντες ἀνέκλινον. [24] ἀλλ̓ ἐν ταύτῃ δὴ τῇ πολιορκίᾳ τινὲς τὴν παλαιάν, οἶμαι, δόξαν ἐν νῷ ἔχοντες ἐγκεχειρήκασι μὲν αὐτὰς ἀνοιγνύναι λάθρα, οὐ μέντοι παντάπασιν ἴσχυσαν, πλήν γε δὴ ὅσον μὴ ἐς ἀλλήλας, ὥσπερ τὸ πρότερον, [25] μεμυκέναι τὰς θύρας. καὶ ἔλαθόν γε οἱ τοῦτο δρᾶν ἐγκεχειρηκότες: ζήτησις δὲ τοῦ ἔργου οὐδεμία ἅτε ἐν μεγάλῳ θορύβῳ ἐγεγόνει, ἐπεὶ οὔτε τοῖς ἄρχουσιν ἐγνώσθη, οὔτε ἐς τὸ πλῆθος, ὅτι μὴ ἐς ὀλίγους κομιδῆ, ἦλθεν.
Οὐίττιγις δὲ τὰ μὲν πρῶτα θυμῷ τε καὶ ἀπορίᾳ ἐχόμενος τῶν δορυφόρων τινὰς ἐς Ῥάβενναν πέμψας, Ῥωμαίων τοὺς ἐκ βουλῆς ἅπαντας οὕσπερ κατ̓ ἀρχὰς τοῦδε τοῦ πολέμου ἐνταῦθα ἤγαγε κτείνειν ἐκέλευε. [2] καὶ αὐτῶν τινες μὲν προμαθόντες φυγεῖν ἴσχυσαν, ἐν οἷς Βηργεντῖνός τε ἦν καὶ Ῥεπάρατος, Βιγιλίου ἀδελφός, τοῦ Ῥώμης ἀρχιερέως, οἵπερ ἄμφω ἐς Λιγούρους κομισθέντες αὐτοῦ ἔμενον: οἱ δὲ λοιποὶ ἅπαντες διεφθάρησαν. [3] μετὰ δὲ Οὐίττιγις πολλὴν ἄδειαν ὁρῶν τοῖς πολεμίοις οὖσαν ἐκφορεῖν τε εἴ τι ἐκ τῆς πόλεως βούλοιντο, καὶ τὰ ἐπιτήδεια κατά τε γῆν καὶ θάλασσαν ἐσκομίζεσθαι, τὸν λιμένα, ὃν δὴ Πόρτον Ῥωμαῖοι καλοῦσι, καταλαβεῖν ἔγνω. [4] Ὃς δὴ ἀπέχει μὲν τῆς πόλεως ἓξ καὶ εἴκοσι καὶ ἑκατὸν σταδίους: μέτρῳ γὰρ τοσούτῳ τὸ μὴ ἐπιθαλασσία εἶναι διείργεται Ῥώμη: [5] ἔστι δὲ ᾗ ὁ ποταμὸς Τίβερις τὰς ἐκβολὰς ἔχει, ὃς δὴ ἐκ Ῥώμης φερόμενος, ἐπειδὰν τῆς θαλάσσης ἐγγυτέρω γένηται ὅσον ἀπὸ σταδίων πεντεκαίδεκα, δίχα σχιζόμενος τὴν ἱερὰν νῆσον καλουμένην ἐνταῦθα ποιεῖ. [6] προϊόντος τε τοῦ ποταμοῦ εὐρυτέρα ἡ νῆσος γίνεται, ὡς τῷ μήκει τὸ τοῦ εὔρους μέτρον κατὰ λόγον εἶναι, σταδίους γὰρ πεντεκαίδεκα ῥεῦμα ἑκάτερον ἐν μέσῳ ἔχει: [7] ναυσίπορός τε ὁ Τίβερις ἀμφοτέρωθι μένει. τὸ μὲν οὖν ἐν δεξιᾷ τοῦ ποταμοῦ μέρος ἐς τὸν λιμένα τὰς ἐκβολὰς ποιεῖται, ὧν ἐκτὸς πόλιν ἐκ παλαιοῦ Ῥωμαῖοι πρὸς τῇ ὄχθῃ ἐδείμαντο, τεῖχος περιβεβλημένην ἐχυρὸν μάλιστα, Πόρτον τε αὐτὴν τῷ λιμένι ὁμωνύμως καλοῦσιν. [8] ἐν ἀριστερᾷ δὲ πρὸς τῇ ἑτέρᾳ τοῦ Τιβέριδος ἐς τὴν θάλασσαν ἐκβολῇ πόλις Ὀστία κεῖται, τῆς τοῦ ποταμοῦ ἠϊόνος ἐκτός, λόγου μὲν πολλοῦ τὸ παλαιὸν ἀξία, νῦν δὲ ἀτείχιστος παντάπασιν οὖσα. [9] ὁδὸν τοίνυν, ἣ ἐς Ῥώμην ἐκ τοῦ Πόρτου φέρει, ὁμαλήν τε καὶ ἐμπόδιον οὐδὲν ἔχουσαν τὸ ἐξ ἀρχῆς Ῥωμαῖοι πεποίηνται. [10] βάρεις τε ἀεὶ πολλαὶ ἐξεπίτηδες ἐν τῷ λιμένι ὁρμίζονται, καὶ βόες οὐκ ὀλίγοι ἐν παρασκευῇ ἀγχοτάτω ἑστᾶσιν. [11] ἐπειδὰν οὖν οἱ ἔμποροι ταῖς ναυσὶν ἐς τὸν λιμένα ἀφίκωνται, ἄραντες τὰ φορτία ἐνθένδε καὶ ταῦτα ἐνθέμενοι ἐν ταῖς βάρεσι, πλέουσι διὰ τοῦ Τιβέριδος ἐπὶ τὴν Ῥώμην, ἱστίοις μὲν ἢ κώπαις ἥκιστα χρώμενοι, ἐπεὶ οὔτε ἀνέμῳ τινὶ ἐνταῦθα οἷά τέ ἐστι τὰ πλοῖα ὠθεῖσθαι συχνά τε τοῦ ποταμοῦ ἐπὶ πλεῖστον ἑλισσομένου καὶ οὐκ ἐκ τοῦ εὐθέος ἰόντος, οὐδέ τι ἐνεργεῖν αἱ κῶπαι δύνανται, τῆς τοῦ ὕδατος ῥύμης ἀπ̓ ἐναντίας αὐταῖς ἀεὶ φερομένης. [12] βρόχους δὲ ἀπὸ τῶν βάρεων ἐς τῶν βοῶν τοὺς αὐχένας ἀρτήσαντες ἕλκουσιν αὐτὰς ὥσπερ ἁμάξας ἄχρι ἐς Ῥώμην. [13] ἑτέρωθι δὲ τοῦ ποταμοῦ ἐκ πόλεως Ὀστίας ἐς Ῥώμην ἰόντι ὑλώδης τε ἡ ὁδός ἐστι καὶ ἄλλως ἀπημελημένη καὶ οὐδὲ τῆς τοῦ Τιβέριδος ἠϊόνος ἐγγύς, ἅτε τῆς τῶν βάρεων ἀνολκῆς ἐνταῦθα οὐκ οὔσης. [14] Ἀφύλακτον οὖν τὴν πρὸς τῷ λιμένι πόλιν εὑρόντες οἱ Γότθοι αὐτήν τε αὐτοβοεὶ εἷλον καὶ Ῥωμαίων τῶν ταύτῃ ᾠκημένων πολλοὺς ἔκτειναν, [15] καὶ τὸν λιμένα ξὺν αὐτῇ ἔσχον. χιλίους τε σφῶν ἐνταῦθα φρουροὺς καταστησάμενοι ἐς τὰ στρατόπεδα οἱ λοιποὶ ἀνεχώρησαν. [16] καὶ ἀπ̓ αὐτοῦ τοῖς πολιορκουμένοις τὰ ἐκ θαλάσσης ἐσκομίζεσθαι ἀδύνατα ἦν, ὅτι μὴ διὰ τῆς Ὀστίας πόνῳ τε, ὡς τὸ εἰκός, καὶ κινδύνῳ μεγάλῳ. [17] οὐδὲ γὰρ καταίρειν ἐνταῦθα Ῥωμαίων νῆες τὸ λοιπὸν εἶχον, ἀλλ̓ ἐν τῷ Ἀνθίῳ ὡρμίζοντο, ἡμέρας ὁδῷ τῆς Ὀστίας ἀπέχοντι. [18] ἐνθένδε τε τὰ φορτία αἰρόμενοι ἐκόμιζον μόλις: αἴτιον δὲ ἡ ὀλιγανθρωπία ἐγίνετο. Βελισάριος γὰρ περὶ τῷ Ῥώμης περιβόλῳ δείσας τὸν λιμένα κρατύνασθαι οὐδεμιᾷ φυλακῇ ἴσχυσεν. [19] οἶμαι γὰρ ἂν εἰ καὶ τριακόσιοι ἐνταῦθα ἐφύλασσον, οὔ ποτε τοὺς βαρβάρους ἀποπειρᾶσθαι τοῦ χωρίου, ἐχυροῦ ἐς τὰ μάλιστα ὄντος.
Delphi Complete Works of Procopius Page 200