Book Read Free

Delphi Complete Works of Procopius

Page 204

by Procopius of Caesarea


  Ἤδη δὲ τῆς θερινῆς τροπῆς ἀρξαμένης λιμός τε ὁμοῦ καὶ λοιμὸς τοῖς ἐν τῇ πόλει ἐπέπεσε. καὶ τοῖς στρατιώταις σῖτος μὲν ἔτι ἐλείπετο, ἄλλο δὲ τῶν ἐπιτηδείων οὐδέν, Ῥωμαίους δὲ τοὺς ἄλλους ὅ τε σῖτος ἐπελελοίπει καὶ ὁ λιμὸς ἀκριβῶς ξὺν τῷ λοιμῷ ἐπίεζεν. [2] ὧν δὴ οἱ Γότθοι αἰσθόμενοι μάχῃ μὲν διακινδυνεύειν πρὸς τοὺς πολεμίους οὐκέτι ἤθελον, ἐφύλασσον δὲ ὅπως αὐτοῖς μηδὲν τοῦ λοιποῦ ἐσκομίζοιτο. [3] ἐστὸν δὲ ὕδατος ὀχετὼ δύο μεταξὺ Λατίνης τε καὶ Ἀππίας ὁδοῦ, ὑψηλὼ ἐς ἄγαν, κυρτώμασί τε ἐπὶ πλεῖστον ἀνεχομένω. [4] τούτω δὴ τὼ ὀχετὼ ἐν χώρῳ διέχοντι Ῥώμης σταδίοις πεντήκοντα ξυμβάλλετόν τε ἀλλήλοιν καὶ τὴν ἐναντίαν ὁδὸν δἰ ὀλίγου τρέπεσθον. [5] ὁ γὰρ ἔμπροσθεν χώραν λαχὼν τὴν ἐν δεξιᾷ τηνικαῦτα χωρεῖ φερόμενος τὰ εὐώνυμα. [6] πάλιν δὲ ξυνιόντε καὶ χώραν τὴν προτέραν ἀπολαβόντε τὸ λοιπὸν διακέκρισθον, καὶ ἀπ̓ αὐτοῦ χῶρον τὸν μεταξὺ ὀχύρωμα ξυμβαίνει τῷ ἐκ τῶν ὀχετῶν περιβάλλεσθαι. [7] τούτων δὲ τὰ κάτω κυρτώματα οἱ βάρβαροι λίθοις τε καὶ πηλῷ φράξαντες φρουρίου σχῆμα πεποίηνται κἀνταῦθα οὐχ ἧσσον ἢ ἐς ἑπτακισχιλίους ἐνστρατοπεδευσάμενοι φυλακὴν εἶχον τοῦ μηκέτι τοὺς πολεμίους ἐς τὴν πόλιν τι τῶν ἐπιτηδείων ἐσκομίζεσθαι. [8] Τότε δὴ Ῥωμαίους πᾶσα μὲν ἐλπὶς ἀγαθοῦ ἐπελελοίπει, πᾶσα δὲ ἰδέα κακοῦ περιεστήκει. τέως μὲν οὖν ὁ σῖτος ἤκμαζε, τῶν στρατιωτῶν οἱ εὐτολμότατοι ἐναγούσης αὐτοὺς τῆς τῶν χρημάτων ἐπιθυμίας τοῖς ἵπποις τε ὀχούμενοι καὶ ἄλλους ἐφέλκοντες ἐν τοῖς ληΐοις ἐγίνοντο νύκτωρ τῆς πόλεως οὐ μακρὰν ἄποθεν. [9] τέμνοντές τε τοὺς ἀστάχυας καὶ τοῖς ἵπποις οὓς αὐτοὶ ἐφεῖλκον ἐνθέμενοι, ἐς τὴν πόλιν λανθάνοντες τοὺς πολεμίους ἐκόμιζον χρημάτων τε μεγάλων Ῥωμαίων τοῖς εὐδαίμοσιν ἀπεδίδοντο. [10] οἱ μέντοι ἄλλοι βοτάναις τισὶν ἀπέζων, οἷαι πολλαὶ ἀμφί τε τὰ προάστεια καὶ τοῦ περιβόλου ἐντὸς γίνονται. βοτάνη γὰρ γῆν τὴν Ῥωμαίων οὔτε χειμῶνος ὥρᾳ οὔτε ἐς ἄλλον τινὰ ἐπιλείπει καιρόν, ἀλλ̓ ἀνθεῖ τε ἀεὶ καὶ τέθηλεν ἐς πάντα τὸν χρόνον. [11] ἀφ̓ οὗ δὴ καὶ ἱπποφορβεῖν ἐνταῦθα τοὺς πολιορκουμένους τετύχηκε. τινὲς δὲ καὶ ἐξ ἡμιόνων τῶν ἐν Ῥώμῃ θνησκόντων ἀλλᾶντας ποιούμενοι ἀπεδίδοντο λάθρα. [12] ἐπεὶ δὲ σῖτον τὰ λήϊα οὐκέτι εἶχε καὶ ἐς μέγα κακὸν ἅπαντες Ῥωμαῖοι ἀφίκοντο, Βελισάριόν τε περιίσταντο καὶ μάχῃ μιᾷ διακρίνεσθαι πρὸς τοὺς πολεμίους ἠνάγκαζον, Ῥωμαίων οὐδένα τῆς ξυμβολῆς ἀπολείψεσθαι ὑποσχόμενοι. καὶ αὐτῷ ἀπορουμένῳ τε τοῖς παροῦσι καὶ λίαν ἀχθομένῳ τῶν ἀπὸ τοῦ δήμου ἔλεξάν τινες τοιάδε: [13] ‘Οὐ προσδεχομένους ἡμᾶς ἡ παροῦσα, ὦ στρατηγέ, κατέλαβε τύχη, ἀλλ̓ εἰς πᾶν ἡμῖν τοὐναντίον τὰ τῆς ἐλπίδος ἐκβέβηκε. [14] τετυχηκότες γὰρ ὧν πρότερον ἐν ἐπιθυμίᾳ κατέστημεν, τανῦν ἐς τὴν παροῦσαν ξυμφορὰν ἥκομεν, καὶ περιέστηκεν ἡμῶν ἡ προλαβοῦσα δόξα τὸ καλῶς τῆς βασιλέως προμηθείας ἐφίεσθαι, νῦν ἄνοιά τε οὖσα καὶ κακῶν τῶν μεγίστων ὑπόθεσις. [15] ἀφ̓ οὗ δὴ ἐς τόδε ἀνάγκης ἀφίγμεθα ὥστε ἐν τῷ παρόντι ἔτι βιάζεσθαι καὶ πρὸς τοὺς βαρβάρους ὁπλίζεσθαι τετολμήκαμεν. [16] καὶ συγγνώμη μὲν εἰ πρὸς Βελισάριον θρασυνόμεθα, γαστὴρ γὰρ οὐκ οἶδεν ἀποροῦσα τῶν ἀναγκαίων αἰσχύνεσθαι, [17] ἀπολελογήσθω δὲ ἡμῖν τῆς προπετείας ἡ τύχη. πάντων γὰρ εἰκότως ἀνιαρότατος εἶναι δοκεῖ μηκυνόμενος τοῖς οὐκ εὖ φερομένοις ὁ βίος. τὰ μὲν οὖν ξυμπεσόντα ἡμῖν ὁρᾷς δήπουθεν. [18] ἀγροὶ μὲν οὗτοι καὶ χώρα ξύμπασα ὑποπέπτωκε ταῖς τῶν πολεμίων χερσίν: ἡ πόλις δὲ αὕτη τῶν ἀγαθῶν ἀποκέκλεισται πάντων οὐκ ἴσμεν ἐξ ὅτου δὴ χρόνου. [19] Ῥωμαίων δὲ οἱ μὲν ἤδη κεῖνται, τὸ μηδὲ γῇ κρύπτεσθαι κληρωσάμενοι, ἡμεῖς δὲ οἱ περιόντες, ὡς ἂν συλλήβδην εἴπωμεν ἅπαντα τὰ δεινά, ξυντετάχθαι τοῖς οὕτω κειμένοις εὐχόμεθα. [20] πάντα γὰρ τοῖς ἐντυγχάνουσιν ὁ λιμὸς τὰ κακὰ φορητὰ δείκνυσιν, ἔνθα τε ἂν φαίνηται, μετὰ τῆς τῶν ἄλλων ἐπέρχεται λήθης καὶ θανάτους ἅπαντας, πλὴν τοῦ παῤ αὐτοῦ προσιόντος πρὸς ἡδονῆς εἶναι τοῖς ἀνθρώποις ἐργάζεται. [21] ἕως τοίνυν ἔτι μὴ κεκράτηκεν ἡμῶν τὸ κακόν, δὸς ἡμῖν ὑπὲρ ἡμῶν αὐτῶν ἀνελέσθαι τὴν ἀγωνίαν, ἐξ ἧς ἡμῖν ἢ περιεῖναι τῶν πολεμίων ἢ τῶν δυσχερῶν ἀπηλλάχθαι ξυμβήσεται. [22] οἷς μὲν γὰρ ἐλπίδα σωτηρίας ἡ μέλλησις φέρει, πολλὴ ἄνοια ἂν εἴη προτερήσασιν ἐς κίνδυνον τὸν ὑπὲρ τῶν ὅλων καθίστασθαι, οἷς δὲ τῇ βραδυτῆτι δυσκολώτερος ὁ ἀγὼν γίνεται, τὸ καὶ πρὸς ὀλίγον ἀναβάλλεσθαι χρόνον τῆς παραυτίκα προπετείας μεμπτότερον.’ [23] Ῥωμαῖοι μὲν τοσαῦτα εἶπον. Βελισάριος δὲ ἀμείβεται ὧδε: ‘Ἀλλ̓ ἔμοιγε καὶ λίαν προσδεχομένῳ τὰ παῤ ὑμῶν γεγένηται πάντα, ἐκβέβηκε δὲ παρὰ δόξαν οὐδέν. [24] ἐγὼ γὰρ πάλαι οἶδα δῆμον ὅτι πρᾶγμα ἀβουλότατόν ἐστι, καὶ οὔτε τὰ παρόντα φέρειν πέφυκεν οὔτε τὰ μέλλοντα προβουλεύεσθαι, ἀλλ̓ ἐγχειρεῖν μὲν εὐπετῶς ἀεὶ τοῖς ἀμηχάνοις, διαφθείρεσθαι δὲ ἀνεπισκέπτως ἐπίσταται μόνον. [25] ἐγὼ μέντοι οὐκ ἄν ποτε διὰ τὴν ὑμετέραν ὀλιγωρίαν οὔτε ὑμᾶς ἀπολέσαιμι ἑκών γε εἶναι οὔτε ὑμῖν τὰ βασιλέως συνδιαφθείραιμι πράγματα. [26] πόλεμος γὰρ οὐκ ἐξ ἀλογίστου σπουδῆς κατορθοῦσθαι φιλεῖ, ἀλ�
�̓ εὐβουλίᾳ τε καὶ προμηθείᾳ τὴν τῶν καιρῶν ἀεὶ σταθμώμενος ῥοπήν. [27] ὑμεῖς μὲν οὖν πεττεύειν οἰόμενοι τὸν ἕνα βούλεσθε ὑπὲρ ἁπάντων ἀναρρίπτειν κύβον, ἐμοὶ δὲ οὐ σύνηθες αἱρεῖσθαι πρὸ τοῦ ξυμφόρου τὸ σύντομον. [28] εἶτα σὺν ἡμῖν ἐπαγγέλλεσθε τοῖς πολεμίοις διὰ μάχης ἰέναι, πότε τὰς μελέτας τοῦ πολέμου πεποιημένοι; ἢ ποῖος τὰ τοιαῦτα ἐκμαθὼν τοῖς ὅπλοις οὐκ οἶδεν ὅτι οὐ χωρεῖ ἄχρι τῆς διαπείρας ἡ μάχη; οὐδὲ αὐτός οἱ ἐμμελετᾶν ὁ πολέμιος ἐν τοῖς ἀγῶσι παρέχεται. [29] νῦν μὲν τὴν προθυμίαν ὑμῶν ἄγαμαι καὶ συγγνώμων εἰμὶ ταραχῆς τῆσδε: [30] ὡς δὲ ὑμῖν ταῦτα οὐκ εἰς καιρὸν γέγονε καὶ ἡμεῖς μελλήσει προμηθεῖ χρώμεθα ἐγὼ δηλώσω. στράτευμα ἡμῖν ἀριθμοῦ κρεῖσσον ἐκ πάσης γῆς ἀθροίσας βασιλεὺς ἔπεμψε καὶ στόλος ὅσος οὐ πώποτε Ῥωμαίοις ξυνέστη τήν τε Καμπανίας ἀκτὴν καὶ κόλπου τοῦ Ἰονίου τὰ πλεῖστα καλύπτει. [31] ὀλίγων τε ἡμερῶν ξὺν πᾶσι τοῖς ἐπιτηδείοις παῤ ἡμᾶς ἥξουσι, τήν τε ἀπορίαν ἡμῖν διαλύσοντες καὶ πλήθει βελῶν τὰ τῶν βαρβάρων στρατόπεδα καταχώσοντες. [32] ἐλογισάμην οὖν ἐς τὴν ἐκείνων παρουσίαν τὸν τῆς ξυμβολῆς μᾶλλον ἀποθέσθαι καιρὸν καὶ ξὺν τῷ ἀσφαλεῖ τὸ τοῦ πολέμου πορίζεσθαι κράτος, ἢ σπουδῇ ἀλογίστῳ θρασυνόμενος τὴν τῶν ὅλων σωτηρίαν προΐεσθαι. ὅπως δὲ αὐτίκα τε ἥξουσι καὶ μὴ περαιτέρω μελλήσουσιν, ἐγὼ προνοήσω.’

 

‹ Prev