Γότθοι τε οὐ πολλῷ ὕστερον ἐς Ῥώμης τὸν περίβολον κακουργεῖν ἤθελον. καὶ πρῶτα μέν τινας ἐς τῶν ὀχετῶν ἕνα νύκτωρ καθῆκαν, ὧν αὐτοὶ τὸ ὕδωρ κατ̓ ἀρχὰς τοῦδε τοῦ πολέμου ἀφῄρηντο. [2] οἱ δὲ λύχνα τε καὶ δᾷδας ἐν χερσὶν ἔχοντες ἀπεπειρῶντο τῆς ἐς τὴν πόλιν ἐνθένδε εἰσόδου. ἔτυχε δέ τινα διώρυχα οὐ μακρὰν Πιγκιανῆς πυλίδος τοῦ ὀχετοῦ τούτου κύρτωμα ἔχον, [3] ὅθεν δὴ τῶν τις φυλάκων τὸ πῦρ κατιδὼν τοῖς ξυμφυλάσσουσιν ἔφρασεν: οἱ δὲ λύκον αὐτοῦ παριόντα ἰδεῖν ἔφασαν. [4] ταύτῃ γὰρ τὴν γῆν οὐχ ὑπερέχειν τὴν τοῦ ὀχετοῦ οἰκοδομίαν ξυνέβαινε, πυρὶ δὲ εἰκάζεσθαι τοὺς τοῦ λύκου ὀφθαλμοὺς ᾤοντο. [5] τῶν μὲν οὖν βαρβάρων ὅσοι τοῦ ὀχετοῦ ἀπεπειράσαντο, ἐπειδὴ ἐν μέσῃ πόλει ἐγένοντο, ἔνθα δὴ ἄνοδός τις ἦν ἐκ παλαιοῦ ἐς αὐτό που τὸ Παλάτιον φέρονσα, οἰκοδομίᾳ τινὶ ἐνταῦθα ἐνέτυχον οὔτε πρόσω ἰέναι τὸ λοιπὸν συγχωρούσῃ οὔτε τῇ ἀναβάσει τὸ παράπαν χρῆσθαι. [6] ταύτην δὲ τὴν οἰκοδομίαν Βελισάριος προμηθείᾳ τινὶ κατ̓ ἀρχὰς τῆσδε τῆς πολιορκίας πεποίηται, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις δεδήλωται. [7] λίθον οὖν ἕνα βραχὺν ἐνθένδε ἀφελόντες ὀπίσω τε ἀναστρέφειν εὐθὺς ἔγνωσαν καὶ παρὰ τὸν Οὐίττιγιν ἐπανήκοντες τόν τε λίθον ἐνδεικνύμενοι πάντα ἀπήγγελλον. [8] καὶ ὁ μὲν τὰ τῆς ἐπιβουλῆς ἅμα τοῖς Γότθων ἀρίστοις ἐν βουλῇ εἶχε, Ῥωμαίων δὲ ὅσοι φρουρὰν ἀμφὶ πυλίδα Πιγκιανὴν εἶχον, μνήμην τῆς τοῦ λύκου ὑποψίας ἐν σφίσιν αὐτοῖς ἐποιοῦντο τῇ ὑστεραίᾳ. [9] ἐπεὶ δὲ ὁ λόγος περιφερόμενος ἐς Βελισάριον ἦλθεν, οὐ παρέργως ὁ στρατηγὸς τὸ πρᾶγμα ἤκουσεν, ἀλλ̓ ἄνδρας τε αὐτίκα τῶν ἐν τῷ στρατοπέδῳ δοκίμων ξὺν Διογένει τῷ δορυφόρῳ ἐς τὸν ὀχετὸν καθῆκε καὶ διερευνήσασθαι ἅπαντα ξὺν πολλῷ τάχει ἐκέλευσεν. [10] οἱ δὲ τὰ λύχνα τῶν πολεμίων καὶ τῶν δᾴδων ὅσα διερρυήκει πανταχοῦ τοῦ ὀχετοῦ εὗρον, καὶ τὴν οἰκοδομίαν ᾗ ὁ λίθος πρὸς τῶν Γότθων ἀφῄρητο κατανενοηκότες Βελισαρίῳ ἀπήγγελλον. [11] διὸ δὴ αὐτός τε τὸν ὀχετὸν ἐν μεγάλῃ φυλακῇ ἔσχε καὶ οἱ Γότθοι αἰσθόμενοι ταύτης δὴ τῆς πείρας ἀπέσχοντο. [12] Ἔπειτα δὲ καὶ ἐκ τοῦ ἐμφανοῦς ἔφοδον κατὰ τοῦ περιβόλου ἐμηχανῶντο οἱ βάρβαροι. τηρήσαντες οὖν τὸν τοῦ ἀρίστου καιρὸν κλίμακάς τε καὶ πῦρ ἐπαγόμενοι, ἥκιστα τῶν πολεμίων προσδεχομένων, ἐπὶ πυλίδα Πιγκιανὴν ᾔεσαν, ἐλπίδι θαρροῦντες ἐξ ἐπιδρομῆς τὴν πόλιν αἱρήσειν, ἅτε οὐ πολλῶν στρατιωτῶν ἐνταῦθα λειφθέντων. [13] ἔτυχε δὲ Ἰλδίγερ τηνικαῦτα ξὺν τοῖς ἑπομένοις φυλακὴν ἔχων: ἕκαστοι γὰρ ἐκ περιτροπῆς ἐς τὴν φρουρὰν ἐτετάχατο. [14] ἐπεὶ οὖν εἶδε προσιόντας οὐκ ἐν τάξει τοὺς πολεμίους, ἀπήντησέ τε οὐ ξυντεταγμένοις ἐς παράταξιν, ἀλλὰ ξὺν πολλῇ ἀκοσμίᾳ ἰοῦσι, καὶ τοὺς κατ̓ αὐτὸν οὐδενὶ πόνῳ τρεψάμενος συχνοὺς ἔκτεινε. [15] κραυγῆς δὲ μεγάλης καὶ ταραχῆς ἀνὰ τὴν πόλιν, ὡς τὸ εἰκός, γεγενημένης Ῥωμαῖοί τε ὡς τάχιστα πανταχόσε τοῦ περιβόλου ξυνέρρεον καὶ οἱ βάρβαροι ἄπρακτοι ἐς τὰ στρατόπεδα οὐκ ἐς μακρὰν ἐχώρησαν. [16] Οὐίττιγις δὲ αὖθις ἐς ἐπιβουλὴν τοῦ περιβόλου καθίστατο. καί, ἦν γάρ τις αὐτῷ ἐπιμαχωτάτη μάλιστα μοῖρα, ᾗ τοῦ Τιβέριδος ἡ ὄχθη ἐστίν, ἐπεὶ ταύτῃ οἱ πάλαι Ῥωμαῖοι θαρσοῦντες τοῦ ὕδατος τῷ ὀχυρώματι τὸ τεῖχος ἀπημελημένως ἐδείμαντο, βραχύ τε αὐτὸ καὶ πύργων ἔρημον παντάπασι ποιησάμενοι, ῥᾷον ἐνθένδε ἤλπιζε τὴν πόλιν αἱρήσειν. οὐδὲ γὰρ οὐδέ τι φυλακτήριον λόγου ἄξιον ἐνταῦθα τετύχηκεν εἶναι. [17] δύο οὖν Ῥωμαίους ἀμφὶ τὸν Πέτρου τοῦ ἀποστόλου νεὼν ᾠκημένους χρήμασιν ἀναπείθει οἴνου ἀσκὸν ἔχοντας παρὰ τοὺς ἐκείνῃ φρουροὺς ἰέναι περὶ λύχνων ἁφάς, καὶ αὐτοῖς τὸν οἶνον τρόπῳ ὅτῳ δὴ φιλοφροσύνην ἐνδεικνυμένους χαρίζεσθαι, εἶτα ξὺν αὐτοῖς πόρρω τῶν νυκτῶν καθημένους πίνειν, ἑκάστῳ τε ἐς τὴν κύλικα ὑπνωτικὸν ἐμβαλεῖν φάρμακον ὅπερ σφίσιν αὐτὸς ἐδεδώκει. [18] ἀκάτους δὲ λάθρα ἐν τῇ ἑτέρᾳ ὄχθῃ ἐν παρασκευῇ ποιησάμενος εἶχεν, αἷς δὴ τῶν βαρβάρων τινάς, ἐπειδὰν τάχιστα οἱ φύλακες ὕπνῳ ἔχοιντο, ξὺν κλίμαξιν ἐκ σημείου ἑνὸς τὸν ποταμὸν διαβαίνοντας τὴν ἐπίθεσιν τῷ περιβόλῳ ποιήσασθαι. [19] τό τε στράτευμα ἐς τοῦτο ἡτοίμαζεν ὅλον, ὅπως ἅπασα κατὰ κράτος ἡ πόλις ἁλῴη. [20] τούτων δὲ οὕτω ξυγκειμένων σφίσι; τοῖν ἀνδροῖν ἅτερος τοῖν Οὐιττίγιδι ἐς ταύτην δὴ παρεσκευασμένοιν τὴν ὑπουργίαν ῾οὐ γὰρ ἔδει Ῥωμαίους τούτῳ τῷ Γότθων στρατοπέδῳ ἁλῶναἰ αὐτεπάγγελτος ἐλθὼν Βελισαρίῳ τε ἅπαντα φράζει καὶ τὸν ἕτερον ἐνδείκνυσιν. [21] ὃς δὴ αἰκιζόμενος ἐς φῶς τε ἅπαντα ἤνεγκεν ὅσα δρᾶν ἔμελλε καὶ τὸ φάρμακον ἐπεδείκνυεν ὅπερ Οὐίττιγις αὐτῷ ἐδεδώκει. [22] καὶ αὐτοῦ Βελισάριος τήν τε ῥῖνα καὶ τὰ ὦτα λωβησάμενος ἐς τῶν πολεμίων τὸ χαράκωμα ὄνῳ ὀχούμενον ἔπεμψε. [23] καὶ κατιδόντες αὐτὸν οἱ βάρβαροι ἔγνωσαν ὡς ὁ θεὸς οὐκ ἐῴη σφῶν τὰ βουλεύματα ὁδῷ ἰέναι, καὶ δἰ αὐτὸ οὐκ ἄν ποτε ἡ πόλις σφίσιν ἁλώσιμος εἴη.
Ἐν ᾧ δὲ ταῦτα ἐγίνετο, ἐν τούτῳ Βελισάριος γράψας πρὸς Ἰωάννην ἔργου ἐκέλευεν ἔχεσθαι. ὁ δὲ ξὺν τοῖς δισχιλίοις ἱππεῦσι τὴν Πικηνῶν περιιὼν χώραν τὰ ἐν ποσὶν ἐληΐζετο πάντα, παῖδάς τε καὶ γυναῖκας τῶν πο�
�εμίων ἐν ἀνδραπόδων ποιούμενος λόγῳ. [2] Οὐλίθεόν τε, τὸν Οὐιττίγιδος θεῖον, ξὺν Γότθων στρατῷ ὑπαντιάσαντα μάχῃ νικήσας αὐτόν τε κτείνει καὶ πάντα σχεδὸν τὸν τῶν πολεμίων στρατόν. [3] διὸ δὴ οὐδείς οἱ ἐτόλμα ἔτι ἐς χεῖρας ἰέναι. ἐπεὶ δὲ ἀφῖκτο ἐς Αὔξιμον πόλιν, Γότθων μὲν ἐνταῦθα φρουρὰν οὐκ ἀξιόχρεών τινα ἔμαθεν εἶναι, ἄλλως δὲ ὀχυρόν τε καὶ ἀνάλωτον κατενόησε τὸ χωρίον. [4] καὶ ἀπ̓ αὐτοῦ προσεδρεύειν μὲν οὐδαμῆ ἤθελεν, ἀλλὰ ἀπαλλαγεὶς ἐνθένδε ὅτι τάχιστα πρόσω ἤλαυνε. [5] ταὐτὸ δὲ τοῦτο καὶ Οὐρβῖνον ἀμφὶ πόλιν ἐποίει, ἔς τε Ἀρίμινον Ῥωμαίων αὐτὸν ἐπαγαγομένων ἐσήλαυνεν, ἥπερ μιᾶς ἡμέρας ὁδῷ Ῥαβέννης διέχει. [6] οἱ μὲν οὖν βάρβαροι ὅσοι φρουρὰν ἐνταῦθα εἶχον, ὑποψίᾳ ἐς Ῥωμαίους τοὺς οἰκήτορας πολλῇ χρώμενοι, ἐπειδὴ προϊέναι τὸ στράτευμα τοῦτο ἐπύθοντο, ἀπεχώρησάν τε καὶ δρόμῳ ἰόντες ἐν Ῥαβέννῃ ἐγένοντο. [7] οὕτω δὲ Ἰωάννης Ἀρίμινον ἔσχε πολεμίων φρουρὰν ὄπισθεν ἔν τε Αὐξίμῳ καὶ Οὐρβίνῳ ἀπολιπών, οὐχ ὅτι τῶν Βελισαρίου ἐντολῶν ἐς λήθην ἦλθεν, οὐδὲ θράσει ἀλογίστῳ ἐχόμενος, ἐπεὶ ξὺν τῷ δραστηρίῳ τὸ ξυνετὸν εἶχεν, ἀλλὰ λογισάμενος, ὅπερ ἐγένετο, ὡς ἢν Γότθοι πύθωνται τὸν Ῥωμαίων στρατὸν ἄγχιστά πη Ῥαβέννης εἶναι, αὐτίκα μάλα τὴν ἐν Ῥώμῃ διαλύσουσι προσεδρείαν, [8] ἀμφὶ τῷ χωρίῳ τούτῳ δείσαντες. καὶ ἔτυχέ γε τῆς ἀληθοῦς δόξης. ἐπειδὴ γὰρ Οὐίττιγίς τε καὶ ὁ Γότθων στρατὸς Ἀρίμινον ἔχεσθαι πρὸς αὐτοῦ ἤκουσαν, ἐς μέγα δέος ἀμφὶ Ῥαβέννῃ ἐμπεπτωκότες ἄλλο τε ὑπολογισάμενοι τῶν πάντων οὐδέν, εὐθυωρὸν τὴν ἀναχώρησιν ἐποιήσαντο, [9] ὥς μοι αὐτίκα λελέξεται. καὶ μέ γα τι κλέος ἐκ τοῦ ἔργου τούτου Ἰωάννης ἔσχε, διαβόητος καὶ τὸ πρότερον ὤν. [10] τολμητής τε γὰρ ἦν καὶ αὐτουργὸς ἐν τοῖς μάλιστα, ἔς τε τοὺς κινδύνους ἄοκνος, δίαιτάν τε σκληρὰν καὶ ταλαιπωρίαν τινὰ ἐς ἀεὶ εἶχε βαρβάρου ὁτουοῦν ἢ στρατιώτου οὐδενὸς ἧσσον. ὁ μὲν οὖν Ἰωάννης τοιόσδε τις ἦν. [11] Ματασοῦνθα δέ, ἡ τοῦ Οὐιττίγιδος γυνή, δεινῶς τῷ ἀνδρὶ ἀχθομένη, ὅτι δή οἱ βίᾳ τὸ ἐξ ἀρχῆς ἐς κοίτην ἦλθεν, ἐπειδὴ τὸν Ἰωάννην ἐς Ἀρίμινον ἥκειν ἐπύθετο, περιχαρής τε ἀτεχνῶς γέγονε καὶ πέμψασα παῤ αὐτὸν λάθρα γάμου τε καὶ προδοσίας πέρι ἐς λόγους ἦλθε. [12] Καὶ οἱ μὲν πέμποντες ἀεὶ κρύφα τῶν ἄλλων ταῦτα ἔπρασσον. Γότθοι δὲ ἐπεὶ τά τε ἀμφὶ Ἀρίμινον ἔμαθον καὶ ἅμα ξύμπαντα σφᾶς τὰ ἀναγκαῖα ἐπελελοίπει, ὅ τε τῶν τριῶν μηνῶν χρόνος ἐξῆκεν ἤδη, τὴν ἀναχώρησιν ἐποιοῦντο, καίπερ οὔπω τι τῶν πρέσβεων ἕνεκα πεπυσμένοι. [13] τοῦ μὲν οὖν ἔτους ἀμφὶ τροπὰς ἐαρινὰς ἦν, τῇ δὲ πολιορκίᾳ ἐνιαυτός τε ἐτέτριπτο καὶ πρὸς αὐτῷ ἡμέραι ἐννέα, ὅτε οἱ Γότθοι ἅπαντα σφῶν τὰ χαρακώματα καύσαντες, ἅμα ἡμέρᾳ ὁδοῦ εἴχοντο. [14] Ῥωμαῖοι δὲ φεύγοντας ὁρῶντες τοὺς ἐναντίους ἐν ἀπόρῳ εἶχον ᾗ τὸ παρὸν θήσονται. τῶν τε γὰρ ἱππέων τὸ πλῆθος οὐ παρεῖναι τηνικαῦτα ξυνέβαινεν, ἄλλων ἄλλῃ πη ἐσταλμένων, ὥσπερ μοι ἔμπροσθεν εἴρηται, αὐτοί τε ἀξιόμαχοι πρὸς τοσοῦτον πλῆθος πολεμίων οὐκ ᾤοντο εἶναι. ἅπαντας μέντοι πεζούς τε καὶ ἱππέας Βελισάριος ὥπλισε. [15] καὶ ἐπεὶ τῶν πολεμίων ὑπὲρ ἥμισυ διαβάντας τὴν γέφυραν εἶδεν, ἐξῆγε διὰ Πιγκιανῆς πύλης τὸ στράτευμα, ἥ τε μάχη ἐκ χειρὸς γέγονε τῶν προτέρων οὐδεμιᾶς ἧσσον. [16] καὶ κατ̓ ἀρχὰς μὲν καρτερῶς τῶν βαρβάρων τοὺς πολεμίους ὑφισταμένων, πολλοὶ ἑκατέρων ἐν τῇ πρώτῃ ξυμβολῇ ἔπεσον: ἔπειτα δὲ οἱ Γότθοι τραπόμενοι μέγα τε καὶ ὑπερφυὲς σφίσιν αὐτοῖς τὸ πάθος ἐποίουν: [17] αὐτὸς γὰρ ἕκαστος τὴν γέφυραν διαβαίνειν ἠπείγετο πρῶτος. ἀφ̓ οὗ δὴ ἐς στενοχωρίαν πολλὴν ἀφικόμενοι τὰ χαλεπώτατα ἔπασχον: πρός τε γὰρ σφῶν αὐτῶν καὶ τῶν πολεμίων ἐκτείνοντο. [18] πολλοὶ δὲ καὶ τῆς γεφύρας ἐφ̓ ἑκάτερα ἐξέπιπτον ἐς τὸν Τίβεριν καὶ αὐτοῖς ὅπλοις καταδυόμενοι ἔθνησκον. οὕτω δὲ τοὺς πλείστους ἀποβαλόντες οἱ λοιποὶ τοῖς πρότερον διαβᾶσι ξυνέμιξαν. [19] Λογγῖνος δὲ Ἴσαυρος καὶ Μουνδίλας, οἱ Βελισαρίου δορυφόροι, διαφερόντως ἐν ταύτῃ τῇ μάχῃ ἠρίστευσαν. ἀλλὰ Μουνδίλας μὲν τέτρασι βαρβάροις καθ̓ ἕκαστον ἐς χεῖρας ἐλθὼν ἔκτεινέ τε ἅπαντας καὶ αὐτὸς ἐσώθη: [20] Λογγῖνος δὲ τῆς τῶν πολεμίων τροπῆς αἰτιώτατος γεγονὼς αὐτοῦ ἔπεσε πολὺν αὑτοῦ πόθον τῷ Ῥωμαίων στρατοπέδῳ ἀπολιπών.
Οὐίττιγις μὲν οὖν στρατῷ τῷ καταλοίπῳ ἐπὶ Ῥαβέννης ἰὼν τῶν χωρίων τὰ ὀχυρώματα πλήθει φρουρῶν ἐκρατύνατο, ἐν Κλουσίῳ μὲν τῇ Τούσκων πόλει χιλίους τε ἄνδρας καὶ ἄρχοντα Γιβίμερα ἀπολιπών, ἔν τε Οὐρβιβεντῷ τοσούτους, οἷς δὴ ἄρχοντα Ἀλβίλαν ἄνδρα Γότθον ἐπέστησε. καὶ Οὐλιγίσαλον ἐν τῇ Τουδέρᾳ ξὺν τετρακοσίοις κατέλιπεν. [2] ἐν δὲ δὴ Πικηνῶν τῇ χώρᾳ τετρακοσίους μὲν ἐς Πέτραν τὸ φρούριον εἴασεν, οἳ καὶ πρότερον ταύτῃ ᾤκηντο, ἐν Αὐξίμῳ δέ, ἣ πασῶν μεγίστη τῶν ἐκείνῃ πόλεών ἐστι, Γότθους τε ἀριστίνδην ξυνειλεγμένους τετρακισχιλίους κατέλιπε καὶ ἄρχοντα ἐς ἄγαν δραστήριον Οὐίσανδον ὄνομα, ξύν τε τῷ Μώρᾳ δισχιλίους ἐν Οὐρβίνῳ τῇ πόλει. [3] ἔστι δὲ καὶ ἄλλα φρούρια δύο, Καισῆνά τε καὶ Μοντεφέρετρα, ὧν δὴ ἐν ἑκατέρῳ φρουρὰν οὐχ ἧσσον ἢ κατὰ πεντακοσίων ἀνδρῶν κατεστήσα�
�ο. αὐτὸς δὲ τῷ ἄλλῳ στρατῷ εὐθὺ Ἀριμίνου ὡς πολιορκήσων ἐχώρει. [4] Ἐτύγχανε δὲ Βελισάριος, ἐπειδὴ τάχιστα Γότθοι τὴν πολιορκίαν διέλυσαν, Ἰλδίγερά τε καὶ Μαρτῖνον ξὺν ἱππεῦσι χιλίοις πέμψας, ἐφ̓ ᾧ δὴ ἑτέρας ὁδοῦ θᾶττον ἰόντες φθάσωσι τοὺς πολεμίους ἐς Ἀρίμινον ἀφικόμενοι, καὶ σφίσιν ἐπέστελλεν Ἰωάννην μὲν καὶ τοὺς ξὺν αὐτῷ ἅπαντας ἐνθένδε ἐξαναστῆσαι ὡς τάχιστα, πολλοὺς δὲ ἀντ̓ αὐτῶν ἱκανοὺς μάλιστα ἐς τῆς πόλεως τὴν φυλακὴν καταστήσασθαι, ἐκ φρουρίου ἀφελομένους ὃ δὴ πρὸς κόλπῳ τῷ Ἰονίῳ ἐστίν, Ἀγκὼν ὄνομα, [5] δυοῖν ἡμέραιν ὁδὸν Ἀριμίνου διέχον. ἤδη γὰρ αὐτὸ οὐ πολλῷ πρότερον κατειλήφει, Κόνωνα ξύν τε Ἰσαύρων καὶ Θρᾳκῶν στρατεύματι οὐκ ὀλίγῳ πέμψας. [6] ἤλπιζε γάρ, ἢν πεζοί τε καὶ μόνοι ἀρχόντων οὐκ ἀξιολόγων σφίσι παρόντων Ἀρίμινον ἔχωσιν, οὔποτε αὐτῆς ἐς πολιορκίαν Γότθων τὴν δύναμιν καταστήσεσθαι, ἀλλ̓ ὑπεριδόντας ἐπὶ Ῥαβέννης αὐτίκα ἰέναι, ἤν τε Ἀρίμινον πολιορκεῖν ἐθελήσωσι, τοῖς τε πεζοῖς τὰ ἐπιτήδεια ἐς πλείω τινὰ χρόνον ἀρκέσειν: [7] καὶ ὡς ἱππεῖς δισχίλιοι ἔξωθεν ξὺν τῷ ἄλλῳ στρατῷ ἰόντες πολλά τε κακά, ὡς τὸ εἰκός, τοὺς πολεμίους ἐργάσονται καὶ ῥᾷον ἐς τῆς προσεδρείας αὐτοὺς τὴν διάλυσιν ξυνελάσουσι. [8] τοιαύτῃ μὲν γνώμῃ Βελισάριος τοῖς ἀμφὶ Μαρτῖνόν τε καὶ Ἰλδίγερα ταῦτα ἐπήγγελλεν. οἱ δὲ διὰ Φλαμινίας ὁδοῦ πορευόμενοι λίαν τε τοὺς βαρβάρους προτερήσαντες ᾔεσαν. [9] ἅτε γὰρ ἐν πολλῷ ὁμίλῳ οἱ Γότθοι σχολαίτεροι ἐπορεύοντο, καὶ περιόδοις ἠναγκάζοντο μακραῖς τισι χρῆσθαι τῶν τε ἀναγκαίων τῇ ἀπορίᾳ καὶ τῶν ἐν Φλαμινίᾳ ὁδῷ ὀχυρωμάτων ἥκιστα ἐθέλοντες ἄγχιστά πη ἰέναι, ἐπεὶ αὐτὰ οἱ πολέμιοι, ὥσπερ μοι ἔμπροσθεν δεδήλωται, Ναρνίαν τε καὶ Σπολίτιον καὶ Περυσίαν εἶχον. [10] Ῥωμαίων δὲ τὸ στράτευμα, ἐπειδὴ τῇ Πέτρᾳ ἐνέτυχον, ὁδοῦ ποιούμενοι πάρεργον, ἀπεπειράσαντο τοῦ ταύτῃ φρουρίου. τοῦτο δὲ τὸ ὀχύρωμα οὐκ ἄνθρωποι ἐτεκτήναντο, ἀλλὰ τοῦ χωρίου ἡ φύσις ἐξεῦρεν: ὁδὸς γάρ ἐστιν ἐς ἄγαν κρημνώδης. [11] ταύτης δὲ τῆς ὁδοῦ ἐν δεξιᾷ μὲν ποταμός τις οὐδενὶ ἐσβατὸς ὀξύτητι τοῦ ῥοῦ κάτεισιν, ἐν ἀριστερᾷ δὲ οὐ πολλῷ ἄποθεν πέτρα ἀνέχει ἀπότομός τε καὶ ὕψους ἐς τόσον διήκουσα, ὥστε τοῖς κάτω οὖσι φαινόμενοι ἄνθρωποι, οἳ ἐν τῇ ἄκρᾳ, ἂν οὕτω τύχοι, ἑστήκασιν, ὄρνισι τοῖς μικροτάτοις μεγέθους πέρι εἰκάζονται. [12] προϊόντι τε διέξοδος οὐδεμία τὸ παλαιὸν ἦν. λήγουσα γὰρ ἡ πέτρα ἐς αὐτόν που μάλιστα τοῦ ποταμοῦ τὸν ῥοῦν διήκει, διάβασιν τοῖς ταύτῃ ἰοῦσιν οὐδεμίαν παρεχομένη. [13] διώρυχα τοίνυν ἐνταῦθα οἱ πάλαι ἄνθρωποι ἐργασάμενοι, πυλίδα τῷ χωρίῳ ταύτῃ πεποίηνται. [14] φράξαντες δὲ καὶ τῆς ἑτέρας εἰσόδου τὸ πλεῖστον, πλήν γε δὴ ὅσον πυλίδα κἀνταῦθα λελεῖφθαι, φρούριόν τε αὐτοφυὲς ἀπειργάσαντο καὶ Πέτραν αὐτὸ λόγῳ τῷ εἰκότι ἐκάλεσαν. [15] οἱ οὖν ἀμφὶ Μαρτῖνόν τε καὶ Ἰλδίγερα πρῶτον μὲν ἐς τῶν πυλίδων τὴν ἑτέραν μαχόμενοί τε καὶ πολλὰ βάλλοντες οὐδὲν ἤνυτον, καίπερ ἥκιστα σφᾶς ἀμυνομένων τῶν ταύτῃ βαρβάρων, ἔπειτα δὲ διὰ τοῦ κρημνώδους κατόπισθεν τὴν ἄνοδον βιασάμενοι κατὰ κοφυφὴν λίθοις ἔβαλον ἐνθένδε τοὺς Γότθους. [16] οἱ δὲ ἐς τὰς οἰκίας δρόμῳ τε καὶ θορύβῳ πολλῷ ἐσελθόντες ἡσύχαζον. καὶ τότε Ῥωμαῖοι, ἐπεὶ τῶν πολεμίων οὐδενὸς ἐπιτυγχάνειν οἶοί τε ἦσαν ταῖς τῶν λίθων βολαῖς, ἐπενόουν τάδε. [17] τμήματα μεγάλα ἐκ τοῦ σκοπέλου ποιούμενοι πολλοί θ̓ ἅμα ὠθοῦντες αὐτὰ ἐπὶ τὰς οἰκίας σταθμώμενοι ἐρρίπτουν. [18] τὰ δὲ ὅπη ἂν τῆς οἰκοδομίας καὶ κατὰ βραχὺ προσπίπτοντα ψαύοι, κατέσειέ τε ἱκανῶς ἅπαντα καὶ τοὺς βαρβάρους ἐς μέγα τι δέος καθίστη. [19] διὸ δὴ χεῖράς τε οἱ Γότθοι τοῖς ἔτι ἀμφὶ τὴν πυλίδα οὖσιν ὤρεγον καὶ ξὺν τῷ φρουρίῳ σφᾶς αὐτοὺς ὁμολογίᾳ παρέδοσαν, ἐφ̓ ᾧ κακῶν ἀπαθεῖς μείνωσι, βασιλέως τε δοῦλοι καὶ Βελισαρίου κατήκοοι ὄντες. [20] καὶ αὐτῶν Ἰλδίγερ τε καὶ Μαρτῖνος τοὺς μὲν πλείστους ἀναστήσαντες ἐπὶ τῇ ἴσῃ καὶ ὁμοίᾳ ξὺν αὑτοῖς ἦγον, ὀλίγους δέ τινας ξὺν τοῖς παισί τε καὶ γυναιξὶν αὐτοῦ εἴασαν. ἐλίποντο δέ τινα καὶ Ῥωμαίων φρουράν. [21] ἐνθένδε τε ἐς Ἀγκῶνα ἐλθόντες καὶ πολλοὺς ἀπαγαγόμενοι τῶν ἐκείνῃ πεζῶν ἐς Ἀρίμινον τριταῖοι ἀφίκοντο, τήν τε Βελισαρίου γνώμην ἀπήγγελλον. [22] Ἰωάννης δὲ οὔτε αὐτὸς ἕπεσθαι ἤθελε καὶ Δαμιανὸν ξὺν τοῖς τετρακοσίοις κατεῖχεν. οἱ δὲ τοὺς πεζοὺς αὐτοῦ ἀπολιπόντες κατὰ τάχος ἐνθένδε ξὺν τοῖς Βελισαρίου δορυφόροις τε καὶ ὑπασπισταῖς ἀνεχώρησαν.
Delphi Complete Works of Procopius Page 208