Καὶ Οὐίττιγις οὐκ ἐς μακρὰν παντὶ τῷ στρατῷ ἐς Ἀρίμινον ἦλθεν, οὗ δὴ ἐνστρατοπεδευσάμενοι ἐπολιόρκουν. αὐτίκα τε πύργον ξύλινον τοῦ τῆς πόλεως περιβόλου καθυπέρτερον τεκτηνάμενοι τροχοῖς τέσσαρσιν ἀνεχόμενον ἐπὶ τὸ τεῖχος ἦγον, ᾗ μάλιστα ἐπιμαχώτατον αὐτοῖς ἔδοξεν εἶναι. [2] ὅπως δὲ μὴ πάθωσιν ὅπερ αὐτοῖς πρὸ τοῦ Ῥώμης περιβόλου ξυνηνέχθη παθεῖν, οὐ διὰ τῶν βοῶν τὸν πύργον ἦγον, ἀλλ̓ αὐτοὶ ἔνδον κρυπτόμενοι ἐφεῖλκον. [3] κλῖμαξ δὲ ἦν τις τοῦ πύργου ἐντὸς εὐρεῖα ἐς ἄγαν, δἰ ἧς τὸ τῶν βαρβάρων πλῆθος ἀναβήσεσθαι εὐπετῶς ἔμελλον, ἐλπίδα ἔχοντες ὡς, ἐπειδὰν τάχιστα τὸν πύργον τῷ περιβόλῳ ἐρείσωσιν, ἐνθένδε πόνῳ οὐδενὶ ἐπιβήσονται κατὰ τὰς τοῦ τείχους ἐπάλξεις: οὕτω γὰρ αὐτοῖς ἡ τοῦ πύργου ὑπερβολὴ εἴργαστο. [4] ἐπειδὴ τοίνυν τοῦ περιβόλου ἄγχιστά πη ξὺν τῇ μηχανῇ ταύτῃ ἐγένοντο, τότε μὲν ἡσυχῆ ἔμενον, ἐπεὶ καὶ ξυνεσκόταζεν ἤδη, φύλακας δὲ ἀμφὶ τὸν πύργον καταστησάμενοι ηὐλίσαντο ἅπαντες, ἐναντίωμα οὐδ̓ ὁτιοῦν ἔσεσθαι σφίσιν ἐν νῷ ἔχοντες. [5] οὐδὲ γὰρ οὐδέ τι ἄλλο ἐμπόδιον, οὐδὲ τάφρος ἐν μέσῳ ὅτι μὴ βραχεῖα παντάπασιν ἐτύγχανεν οὖσα. Οἵ τε Ῥωμαῖοι ξὺν δέει πολλῷ ὡς ἡμέρᾳ τῇ ἐπιούσῃ ἀπολούμενοι ἐνυκτέρευσαν. [6] Ἰωάννης δὲ οὔτε ἀπογνοὺς πρὸς τὸν κίνδυνον οὔτε τῷ δέει ξυνταραχθεὶς ἐπενόει τάδε. τοὺς μὲν ἄλλους ἐν τοῖς φυλακτηρίοις ἀπολιπών, αὐτὸς δὲ ξὺν τοῖς Ἰσαύροις δικέλλας τε καὶ ἄλλα ἄττα τοιαῦτα ὄργανα φέρουσιν, ἀωρὶ τῶν νυκτῶν, οὐδενὶ τῶν πάντων προειρημένον, ἔξω τοῦ περιβόλου γενόμενος ἐκέλευσε σιωπῇ τὴν τάφρον ὀρύσσειν. [7] οἱ δὲ κατὰ ταῦτα ἐποίουν, καὶ τὸν χοῦν ὅνπερ ἐνθένδε ἀνῃροῦντο ἐπὶ θάτερα τῆς τάφρου ἐς τὰ πρὸς τῷ τείχει ἐς ἀεὶ ἐτίθεσαν, ὃς δὴ ἐνταῦθα αὐτοῖς ἀντὶ τοίχου ἐγίνετο. [8] λαθόντες τε ἐπὶ πλεῖστον τοὺς πολεμίους καθεύδοντας βαθεῖάν τε καὶ εὔρους ἱκανῶς ἔχουσαν τὴν τάφρον δἰ ὀλίγου πεποίηνται, οὗ δὴ μάλιστα ἐπιμαχώτατός τε ὁ περίβολος ἦν καὶ προσβάλλειν ξὺν τῇ μηχανῇ οἱ βάρβαροι ἔμελλον. [9] οἱ δὲ πολέμιοι πόρρω που τῶν νυκτῶν αἰσθόμενοι τοῦ ποιουμένου ἐπὶ τοὺς ὀρύσσοντας ἐβοήθουν δρόμῳ, καὶ Ἰωάννης ξὺν τοῖς Ἰσαύροις, ἐπεί οἱ τὰ ἀμφὶ τῇ τάφρῳ ὡς ἄριστα εἶχεν, ἐντὸς τοῦ περιβόλου ἐγένετο. [10] Οὐίττιγις δὲ ἅμα ἡμέρᾳ τά τε πεπραγμένα κατανοήσας καὶ περιαλγήσας τοῖς ξυμπεσοῦσι διεχρήσατο μὲν τῶν φυλάκων τινάς, οὐδὲν δὲ ἧσσον ἐπάγειν τὴν μηχανὴν ἐν σπουδῇ ἔχων ἐκέλευε φακέλλων πλῆθος τοὺς Γότθους ἐν τῇ τάφρῳ κατὰ τάχος ῥίπτειν, οὕτω τε τὸν πύργον ἐνταῦθα ἐφέλκοντας ἄγειν. [11] καὶ οἱ μὲν ταῦτα, ὥσπερ Οὐίττιγις ἐπέτελλεν, ἔπρασσον προθυμίᾳ τῇ πάσῃ, καίπερ τῶν ἐναντίων καρτερώτατα ἐκ τοῦ τείχους ἀμυνομένων. οἱ δὲ φάκελλοι, ἐμπεσόντος σφίσι τοῦ πύργου, βαρυνόμενοι, ὡς τὸ εἰκός, ὑπεχώρουν κάτω. [12] διὸ δὴ οἱ βάρβαροι πρόσω ἰέναι ξὺν τῇ μηχανῇ οὐδαμῆ εἶχον, ἐπεὶ ἄναντες σφίσι πολλῷ ἔτι μᾶλλον ἐγίνετο, οὗ δὴ ξυννήσαντες τὸν χοῦν ἔτυχον, ὥσπερ μοι ἐρρήθη, [13] Ῥωμαῖοι. δείσαντες οὖν μὴ νυκτὸς ἐπιγινομένης ἐπεξελθόντες οἱ πολέμιοι τὴν μηχανὴν καύσωσιν, [14] ὀπίσω αὐτὴν αὖθις ἐφεῖλκον. ὅπερ Ἰωάννης κωλύειν δυνάμει τῇ πάσῃ ἐν σπουδῇ ἔχων τούς τε στρατιώτας ἐξώπλισε καὶ ξυγκαλέσας ἅπαντας τοιάδε παρεκελεύσατο: [15] ‘Ἄνδρες, οἷς τοῦδε τοῦ κινδύνου ξὺν ἡμῖν μέτεστιν, εἴ τῳ ὑμῶν πρὸς ἡδονήν ἐστι βιῶναί τε καὶ τοὺς οἴκοι ἀπολελειμμένους ἰδεῖν, μὴ ἐπ̓ ἄλλῳ τῳ κεκτημένος τὴν τούτων ἐλπίδα ἢ ἐν ταῖς χερσὶ ταῖς αὐτοῦ γνώτω. [16] ἡνίκα μὲν γὰρ Βελισάριος ἡμᾶς τὸ ἐξ ἀρχῆς ἔστελλε, πολλῶν ἡμᾶς ἐλπίς τε καὶ ἔρως ἐς τὴν τοῦ ἔργου προθυμίαν ἐνῆγον. [17] οὔτε γὰρ ἐν γῇ τῇ παραλίᾳ πολιορκηθήσεσθαι ὑπωπτεύομεν, οὕτω δὴ θαλασσοκρατούντων Ῥωμαίων, οὔτε τοσοῦτον ἡμῶν περιόψεσθαι τὸν βασιλέως στρατὸν ὑπετόπησεν ἄν τις. [18] χωρὶς δὲ τούτων τότε μὲν ἡμᾶς ἐς εὐτολμίαν ὥρμα ἐπίδειξίς τε τῆς ἐς τὴν πολιτείαν εὐνοίας καὶ τὸ ἐκ τῶν ἀγώνων ἐσόμενον κλέος ἐς πάντας ἀνθρώπους. [19] νῦν δὲ οὔτε περιεῖναι ἡμᾶς, ὅτι μὴ διὰ τῆς εὐψυχίας, οἷόν τέ ἐστιν, ἐπάναγκές τε οὐκ ἄλλου του ἢ τοῦ βιώσεσθαι ἡμᾶς αὐτοὺς ἕνεκα τοῦτον ὑποστῆναι τὸν κίνδυνον. [20] ὥστε εἰ μέν τισιν ὑμῶν ἀρετῆς τι μεταποιεῖσθαι ξυμβαίνει, πάρεστιν αὐτοῖς ἀνδραγαθιζομένοις, εἴπερ τισὶ καὶ ἄλλοις, ἐνδόξοις γενέσθαι. [21] κτῶνται γὰρ εὔκλειαν οὐχ οἱ τῶν καταδεεστέρων κρατήσαντες, ἀλλ̓ οἳ ἂν τῇ παρασκευῇ ἐλασσούμενοι τῷ τῆς ψυχῆς μεγέθει νικῷεν. [22] οἷς δὲ τὸ φιλόψυχον ἐμπέφυκε μᾶλλον, τούτοις δὴ μάλιστα τὸ εὐτόλμοις εἶναι ξυνοίσει, ἐπεὶ ἅπαντες ἐκ τοῦ ἐπὶ πλεῖστον, οἷς τὰ πράγματα ἐπὶ ξυροῦ ἀκμῆς, ὥσπερ ἡμῖν τανῦν, ἵσταται, μόνῳ ἂν τῷ τῶν κινδύνων ὑπερφρονεῖν διασώζοιντο.’ [23] Τοσαῦτα μὲν Ἰωάννης εἰπὼν ἐξῆγεν ἐπὶ τοὺς πολεμίους τὸ στράτευμα, ὀλίγους τινὰς ἐς τὰς ἐπάλξεις ἀπολιπών. [24] ἀνδρείως δὲ αὐτοὺς ὑφισταμένων τῶν πολεμίων γέγονε καρτερὰ ἐς ἄγαν ἡ μάχη. καὶ τὸν μὲν πύργον μόλις τε καὶ ὀψὲ τῆς ἡμέρας ἐς τὸ σφέτερον οἱ βάρβαροι στρατόπεδον ἐνεγκεῖν ἴσχυσαν. [25] τοσούτους μέντοι τὸ πλῆθος ἀπέβαλον τῶν ἐ�
� σφίσι μαχίμων, ὥστε οὐκέτι τειχομαχεῖν τὸ λοιπὸν ἔγνωσαν, ἀλλ̓ ἀπογνόντες ἡσυχῆ ἔμενον, λιμῷ πιεζομένους προσχωρήσειν αὐτοῖς τοὺς πολεμίους καραδοκοῦντες. λίαν γὰρ αὐτοὺς ἅπαντα ἤδη τὰ ἐπιτήδεια ἐπελελοίπει, ἐπεὶ οὐχ εὗρον ὅθεν αὐτὰ διαρκῶς ἐσκομίσονται. [26] Ταῦτα μὲν οὖν ἐγίνετο τῇδε. Βελισάριος δὲ τοῖς ἐκ Μεδιολάνου ἥκουσι χιλίους ἔπεμψεν Ἰσαύρους τε καὶ Θρᾷκας. [27] ἡγεῖτο δὲ τῶν Ἰσαύρων Ἔννης, τῶν δὲ Θρᾳκῶν Παῦλος, Μουνδίλας τε ἅπασιν ἐφειστήκει καὶ αὐτὸς ἦρχεν ὀλίγους τινὰς τῶν Βελισαρίου ὑπασπιστῶν ἔχων. ξυνῆν δὲ αὐτοῖς καὶ Φιδέλιος, ὃς ἐγεγόνει τῆς αὐλῆς ἔπαρχος. [28] ἐκ Μεδιολάνου γὰρ ὁρμώμενος ἐπιτήδειος τούτῳ ἔδοξε τῷ στρατῷ ἕπεσθαι ἅτε δύναμίν τινα ἐν Λιγούροις ἔχων. [29] πλεύσαντες οὖν ἐκ τοῦ Ῥωμαίων λιμένος Γενούᾳ προσέσχον, ἣ Τουσκίας μέν ἐστιν ἐσχάτη, παράπλου δὲ καλῶς Γάλλων τε καὶ Ἱσπανῶν κεῖται. [30] ἔνθα δὴ τάς τε ναῦς ἀπολιπόντες καὶ ὁδῷ πορευόμενοι πρόσω ἐχώρουν, τοὺς λέμβους τῶν νηῶν ἐν ταῖς ἁμάξαις ἐνθέμενοι, ὅπως ἂν Πάδον τὸν ποταμὸν διαβαίνουσι μηδὲν σφίσιν ἐμπόδιον εἴη. [31] οὕτω γοῦν τοῦ ποταμοῦ τὴν διάβασιν ἐποιήσαντο. ἐπεὶ δὲ τὸν Πάδον διαβάντες ἐς Τικηνὸν πόλιν ἀφίκοντο, Γότθοι αὐτοῖς ἀπαντήσαντες ἐς χεῖρας ἦλθον. [32] ἦσαν δὲ πολλοί τε καὶ ἄριστοι, ἐπεὶ τῶν χρημάτων τὰ τιμιώτατα βάρβαροι ἅπαντες οἳ ταύτῃ ᾤκηντο ἐν Τικηνῷ καταθέμενοι ἅτε ἐν χωρίῳ ὀχύρωμα ἰσχυρὸν ἔχοντι, φρουρὰν ἐνταῦθα λόγου ἀξίαν ἐλίποντο. [33] μάχης οὖν καρτερᾶς γενομένης ἐνίκων Ῥωμαῖοι, καὶ τοὺς ἐναντίους τρεψάμενοι διέφθειράν τε συχνοὺς καὶ τὴν πόλιν ἐν τῇ διώξει ἑλεῖν παῤ ὀλίγον ἦλθον. μόλις γὰρ ἐπιθεῖναι τὰς πύλας οἱ βάρβαροι ἴσχυσαν, ἐγκειμένων σφίσι τῶν πολεμίων. [34] Ῥωμαίων δὲ ὀπίσω ἀπελαυνόντων Φιδέλιος εὐξόμενος ἔς τινα τῶν ἐκείνῃ νεῶν ὕστατος ἔμεινε. τύχῃ δέ τινι ὀκλάσαντός οἱ τοῦ ἵππου ἔπεσε. [35] καὶ αὐτὸν κατιδόντες Γότθοι, ἐπεὶ τοῦ περιβόλου ἄγχιστα ἐπεπτώκει, ἐπεξελθόντες ἔκτεινάν τε καὶ ἔλαθον τοὺς πολεμίους. οὗ δὴ ὕστερον Μουνδίλας τε καὶ Ῥωμαῖοι αἰσθόμενοι ἤσχαλλον. [36] Ἔνθεν τε ἐς Μεδιόλανον πόλιν ἀφίκοντο καὶ αὐτὴν ἀμαχητὶ ξὺν Λιγουρίᾳ τῇ ἄλλῃ ἔσχον. [37] ἅπερ ἐπειδὴ Οὐίττιγις ἔμαθε, στράτευμά τε πολὺ κατὰ τάχος καὶ Οὐραΐαν ἄρχοντα, τὸν αὑτοῦ ἀδελφιδοῦν, ἔπεμψε. [38] καὶ Θευδίβερτος δέ οἱ, ὁ Φράγγων ἀρχηγός, ἄνδρας μυρίους δεηθέντι ἐς ξυμμαχίαν ἀπέστειλεν, οὐ Φράγγων αὐτῶν, ἀλλὰ Βουργουζιώνων, τοῦ μὴ δοκεῖν τὰ βασιλέως ἀδικεῖν πράγματα. [39] οἱ γὰρ Βουργουζίωνες ἐθελούσιοί τε καὶ αὐτονόμῳ γνώμῃ, οὐ Θευδιβέρτῳ κελεύοντι ἐπακούοντες δῆθεν τῷ λόγῳ ἐστέλλοντο. οἷς δὴ οἱ Γότθοι ἀναμιχθέντες ἔς τε Μεδιόλανον Ῥωμαίων ἥκιστα προσδεχομένων ἀφίκοντο καὶ ἐνστρατοπεδευσάμενοι ἐπολιόρκουν. ταύτῃ γοῦν οὐδέ τι ἐσκομίσασθαι τῶν ἐπιτηδείων Ῥωμαῖοι ἔσχον, ἀλλ̓ εὐθὺς ἤχθοντο τῶν ἀναγκαίων τῇ ἀπορίᾳ. [40] οὐ μὴν οὐδὲ τοῦ περιβόλου τὴν φυλακὴν οἱ στρατιῶται εἶχον, ἐπεὶ ὁ Μουνδίλας πόλεις τε καταλαβὼν ἔτυχεν ὅσαι Μεδιολάνου ἄγχιστα οὖσαι ὀχυρώματα εἶχον, Βέργομόν τε καὶ Κῶμον καὶ Νοβαρίας καὶ ἄλλα ἄττα πολίσματα, καὶ φρουρὰς πανταχόθι λόγου ἀξίας καταστησάμενος, αὐτὸς δὲ τριακοσίους μάλιστα ἔχων ἐν Μεδιολάνῳ ἔμεινε, καὶ ξὺν αὐτῷ Ἔννης τε καὶ Παῦλος. [41] ὥστε ἀνάγκῃ οἱ τῆς πόλεως οἰκήτορες ἐκ περιτροπῆς ἀεὶ τὴν φυλακὴν εἶχον. τὰ μὲν οὖν ἐν Λιγούροις ἐφέρετο τῇδε καὶ ὁ χειμὼν ἔληγε, καὶ τρίτον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε ὃν Προκόπιος ξυνέγραψε.
Delphi Complete Works of Procopius Page 209