Book Read Free

Delphi Complete Works of Procopius

Page 211

by Procopius of Caesarea


  Ἡνικα Ἔρουλοι Λαγγοβαρδῶν ἡσσηθέντες τῇ μάχῃ ἐξ ἠθῶν τῶν πατρίων ἀνέστησαν, οἱ μὲν αὐτῶν, ὥσπερ μοι ἔμπροσθεν δεδιήγηται, ᾠκήσαντο ἐς τὰ ἐν Ἰλλυριοῖς χωρία, οἱ δὲ δὴ ἄλλοι Ἴστρον ποταμὸν διαβαίνειν οὐδαμῆ ἔγνωσαν, ἀλλ̓ ἐς αὐτάς που τὰς ἐσχατιὰς τῆς οἰκουμένης ἱδρύσαντο: [2] οὗτοι γοῦν πολλῶν ἐκ τοῦ βασιλείου αἵματος ἡγουμένων σφίσιν ἤμειψαν μὲν τὰ Σκλαβηνῶν ἔθνη ἐφεξῆς ἅπαντα, ἔρημον δὲ χώραν διαβάντες ἐνθένδε πολλὴν ἐς τοὺς Οὐάρνους καλουμένους ἐχώρησαν. [3] μεθ̓ οὓς δὴ καὶ Δανῶν τὰ ἔθνη παρέδραμον οὐ βιαζομένων σφᾶς τῶν τῇδε βαρβάρων. [4] ἐνθένδε τε ἐς ὠκεανὸν ἀφικόμενοι ἐναυτίλλοντο, Θούλῃ τε προσχόντες τῇ νήσῳ αὐτοῦ ἔμειναν. Ἔστι δὲ ἡ Θούλη μεγίστη ἐς ἄγαν: Βρεττανίας γὰρ αὐτὴν πλέον ἢ δεκαπλασίαν ξυμβαίνει εἶναι. [5] κεῖται δὲ αὐτῆς πολλῷ ἄποθεν πρὸς βορρᾶν ἄνεμον. ἐν ταύτῃ τῇ νήσῳ γῆ μὲν ἔρημος ἐκ τοῦ ἐπὶ πλεῖστον τυγχάνει οὖσα, ἐν χώρᾳ δὲ τῇ οἰκουμένῃ ἔθνη τριακαίδεκα πολυανθρωπότατα ἵδρυται: βασιλεῖς τέ εἰσι κατὰ ἔθνος ἕκαστον. [6] ἐνταῦθα γίνεταί τι ἀνὰ πᾶν ἔτος θαυμάσιον οἷον. ὁ γὰρ ἥλιος ἀμφὶ θερινὰς μὲν τροπὰς μάλιστα ἐς ἡμέρας τεσσαράκοντα οὐδαμῆ δύει, ἀλλὰ διηνεκῶς πάντα τοῦτον τὸν χρόνον ὑπὲρ γῆς φαίνεται. [7] μησὶ δὲ οὐχ ἧσσον ἢ ἓξ ὕστερον ἀμφὶ τὰς χειμερινάς που τροπὰς ἥλιος μὲν ἐς ἡμέρας τεσσαράκοντα τῆς νήσου ταύτης οὐδαμῆ φαίνεται, νὺξ δὲ αὐτῆς ἀπέραντος κατακέχυται: κατήφειά τε ἀπ̓ αὐτοῦ ἔχει πάντα τοῦτον τὸν χρόνον τοὺς τῇδε ἀνθρώπους, ἐπεὶ ἀλλήλοις ἐπιμίγνυσθαι μεταξὺ οὐδεμιᾷ μηχανῇ ἔχουσιν. [8] ἐμοὶ μὲν οὖν ἐς ταύτην ἰέναι τὴν νῆσον τῶν τε εἰρημένων αὐτόπτῃ γενέσθαι, καίπερ γλιχομένῳ, τρόπῳ οὐδενὶ ξυνηνέχθη. [9] τῶν μέντοι ἐς ἡμᾶς ἐνθένδε ἀφικομένων ἐπυνθανόμην ὅπη ποτὲ οἷοί τέ εἰσι τῶν ἡμερῶν λογίζεσθαι τὸ μέτρον οὔτε ἀνίσχοντος οὔτε δύοντος τοῖς καθήκουσι χρόνοις ἐνταῦθα ἡλίου. οἵπερ ἐμοὶ λόγον ἀληθῆ τε καὶ πιστὸν ἔφρασαν. [10] τὸν γὰρ ἥλιόν φασι τὰς τεσσαράκοντα ἡμέρας ἐκείνας οὐ δύειν μέν, ὥσπερ εἴρηται, φαίνεσθαι δὲ τοῖς ταύτῃ ἀνθρώποις πὴ μὲν πρὸς ἕω, πὴ δὲ πρὸς ἑσπέραν. [11] ἐπειδὰν οὖν ἐπανιὼν αὖθις ἀμφὶ τὸν ὁρίζοντά τε γινόμενος ἐς τὸν αὐτὸν ἀφίκηται χῶρον, οὗπερ αὐτὸν ἀνίσχοντα τὰ πρότερα ἑώρων, ἡμέραν οὕτω καὶ νύκτα μίαν παρῳχηκέναι διαριθμοῦνται. [12] καὶ ἡνίκα μέντοι ὁ τῶν νυκτῶν χρόνος ἀφίκηται, τῆς τε σελήνης τῶν τε ἄστρων ἀεὶ τοῖς δρόμοις τεκμηριούμενοι τὸ τῶν ἡμερῶν λογίζονται μέτρον. [13] ὁπηνίκα δὲ πέντε καὶ τριάκοντα ἡμερῶν χρόνος τῇ μακρᾷ ταύτῃ διαδράμοι νυκτί, στέλλονταί τινες ἐς τῶν ὀρῶν τὰς ὑπερβολάς, εἰθισμένον αὐτοῖς τοῦτό γε, τόν τε ἥλιον ἀμηγέπη ἐνθένδε ὁρῶντες ἀπαγγέλλουσι τοῖς κάτω ἀνθρώποις, ὅτι δὴ πέντε ἡμερῶν ἥλιος αὐτοὺς καταλάμψοι. [14] οἱ δὲ πανδημεὶ πανηγυρίζουσιν εὐαγγέλια καὶ ταῦτα ἐν σκότῳ. αὕτη τε Θουλίταις ἡ μεγίστη τῶν ἑορτῶν ἐστι: [15] δοκοῦσι γάρ μοι περιδεεῖς ἀεὶ γίνεσθαι οἱ νησιῶται οὗτοι, καίπερ ταὐτὸ συμβαῖνον σφίσιν ἀνὰ πᾶν ἔτος, μή ποτε αὐτοὺς ἐπιλείποι τὸ παράπαν ὁ ἥλιος. [16] Τῶν δὲ ἱδρυμένων ἐν Θούλῃ βαρβάρων ἓν μόνον ἔθνος, οἳ Σκριθίφινοι ἐπικαλοῦνται, θηριώδη τινὰ βιοτὴν ἔχουσιν. οὔτε γὰρ ἱμάτια ἐνδιδύσκονται οὔτε ὑποδεδεμένοι βαδίζουσιν οὔτε οἶνον πίνουσιν οὔτε τι ἐδώδιμον ἐκ τῆς γῆς ἔχουσιν. [17] οὔτε γὰρ αὐτοὶ γῆν γεωργοῦσιν οὔτε τι αὐτοῖς αἱ γυναῖκες ἐργάζονται, ἀλλὰ ἄνδρες ἀεὶ ξὺν ταῖς γυναιξὶ τὴν θήραν μόνην ἐπιτηδεύουσι. [18] θηρίων τε γὰρ καὶ ἄλλων ζῴων μέγα τι χρῆμα αἵ τε ὗλαι αὐτοῖς φέρουσι, μεγάλαι ὑπερφυῶς οὖσαι, καὶ τὰ ὄρη ἃ ταύτῃ ἀνέχει. [19] καὶ κρέασι μὲν θηρίων ἀεὶ τῶν ἁλισκομένων σιτίζονται, τὰ δέρματα δὲ ἀμφιέννυνται, ἐπεί τε αὐτοῖς οὔτε λίνον οὔτε ὄργανον ὅτῳ ῥάπτοιέν ἐστιν, οἱ δὲ τῶν θηρίων τοῖς νεύροις τὰ δέρματα ἐς ἄλληλα ταῦτα ξυνδέοντες οὕτω δὴ ἐς τὸ σῶμα ὅλον ἀμπίσχονται. [20] οὐ μὴν οὐδὲ τὰ βρέφη αὐτοῖς κατὰ ταὐτὰ τιθηνοῦνται τοῖς ἄλλοις ἀνθρώποις. [21] οὐ γὰρ σιτίζονται Σκριθιφίνων παιδία γυναικῶν γάλακτι οὐδὲ μητέρων ἅπτονται τιτθοῦ, ἀλλὰ ζῴων τῶν ἁλισκομένων τοῖς μυελοῖς ἐκτρέφονται μόνοις. [22] ἐπειδὰν οὖν γυνὴ τάχιστα τέκοι, δέρματι τὸ βρέφος ἐμβαλομένη κρεμᾷ μὲν εὐθὺς ἐπὶ δένδρου τινός, μυελὸν δέ οἱ ἐπὶ τοῦ στόματος ἐνθεμένη ξὺν τῷ ἀνδρὶ ἐπὶ τὴν εἰωθυῖαν στέλλεται θήραν. ἐπὶ κοινῇ γὰρ τά τε ἄλλα δρῶσι καὶ τὸ ἐπιτήδευμα μετίασι τοῦτο. [23] τούτοις μὲν οὖν δὴ τοῖς βαρβάροις τὰ ἐς τὴν δίαιταν ταύτῃ πη ἔχει. Οἱ μέντοι ἄλλοι Θουλῖται ὡς εἰπεῖν ἅπαντες οὐδέν τι μέγα διαλλάσσουσι τῶν ἄλλων ἀνθρώπων, θεοὺς μέντοι καὶ δαίμονας πολλοὺς σέβουσιν, οὐρανίους τε καὶ ἀερίους, ἐγγείους τε καὶ θαλασσίους, καὶ ἄλλα ἄττα δαιμόνια ἐν ὕδασι πηγῶν τε καὶ ποταμῶν εἶναι λεγόμενα. [24] θύουσι δὲ ἐνδελεχέστατα ἱερεῖα πάντα καὶ ἐναγίζουσι, τῶν δὲ ἱερείων σφίσι τὸ κάλλιστον ἄνθρωπός ἐστιν ὅνπερ δορυάλωτον ποιήσαιντο πρῶτον: [25] τοῦτον γὰρ τῷ Ἄρει θύουσιν, ἐπεὶ θεὸν αὐτὸν νομίζουσι μέγιστον εἶναι. ἱερεύονται δὲ τὸν αἰχμάλωτον οὐ θύοντες μόνον, ἀλλὰ καὶ ἀπὸ ξύλου κρεμ�
�ντες, καὶ ἐς τὰς ἀκάνθας ῥιπτοῦντες, ταῖς ἄλλαις τε κτείνοντες θανάτου ἰδέαις οἰκτίσταις. [26] οὕτω μὲν Θουλῖται βιοῦσιν. ὦν ἔθνος ἓν πολυάνθρωπον οἱ Γαυτοί εἰσι, παῤ οὓς δὴ Ἐρούλων τότε οἱ ἐπηλύται ἱδρύσαντο. [27] Νῦν δὲ Ἔρουλοι οἳ δὴ παρὰ Ῥωμαίοις ᾤκηνται, φόνου σφίσι τοῦ βασιλέως ἐξειργασμένου, ἔπεμψαν τῶν λογίμων τινὰς ἐς Θούλην τὴν νῆσον, τοὺς διερευνησομένους τε καὶ κομιοῦντας, ἤν τινα ἐνταῦθα εὑρεῖν αἵματος τοῦ βασιλείου οἷοί τε ὦσιν. [28] ἐπεί τε οἱ ἄνδρες οὗτοι ἐν τῇ νήσῳ ἐγένοντο, πολλοὺς μὲν ἐνταῦθα γένους τοῦ βασιλείου εὗρον, ἕνα μέντοι ἀπολέξαντες ὅσπερ αὐτοῖς μάλιστα ἤρεσκεν, ὀπίσω ἀναστρέφοντες ξὺν αὐτῷ ᾔεσαν. [29] ὃς δὴ ἐπεὶ ἐν Δανοῖς ἐγένετο, τελευτᾷ νόσῳ. διὸ δὴ αὖθις οἱ ἄνδρες οὗτοι ἐν τῇ νήσῳ γενόμενοι ἕτερον ἐπηγάγοντο Δάτιον ὄνομα. ᾧ δὴ ὅ τε ἀδελφὸς Ἄορδος εἵπετο καὶ τῶν ἐν Θούλῃ Ἐρούλων νεανίαι διακόσιοι. [30] χρόνου δὲ αὐτοῖς ἐν τῇ πορείᾳ ταύτῃ τριβέντος συχνοῦ Ἐρούλοις τοῖς ἀμφὶ Σιγγιδόνον ἔννοια γέγονεν ὡς οὐ τὰ ξύμφορα σφίσιν αὐτοῖς ποιοῖεν ἐκ Θούλης ἀρχηγὸν ἐπαγόμενοι Ἰουστινιανοῦ βασιλέως οὔτι ἐθελουσίου. [31] πέμψαντες οὖν ἐς Βυζάντιον βασιλέως ἐδέοντο ἄρχοντα σφίσι πέμψαι, ὃν ἂν αὐτῷ βουλομένῳ εἴη. [32] ὁ δὲ αὐτοῖς τῶν τινα Ἐρούλων ἐκ παλαιοῦ διατριβὴν ἐνταῦθα ἔχοντα εὐθὺς ἔπεμψε, Σουαρτούαν ὄνομα. [33] ὅνπερ Ἔρουλοι εἶδον μὲν τὰ πρῶτα καὶ προσεκύνησαν ἄσμενοι ἐπιστέλλοντί τε τὰ εἰωθότα ἐπήκουον: ἡμέραις δὲ οὐ πολλαῖς ὕστερον ἧκέ τις ἀγγέλλων τοὺς ἐκ Θούλης νήσου ἄγχιστά πη εἶναι. [34] καὶ Σουαρτούας μὲν ὡς ἀπολέσων αὐτοὺς ὑπαντιάζειν ἐκέλευεν, Ἔρουλοι δὲ τὸ βούλευμα ἐπαινέσαντες εὐθὺς εἵποντο. [35] ἐπεὶ δὲ ἡμέρας ὁδῷ ἀλλήλων διεῖχον, νύκτωρ μὲν ἀφέντες αὐτὸν ἅπαντες ἐς τοὺς ἐπηλύτας αὐτόμολοι ἦλθον, αὐτὸς δὲ μόνος ἐς Βυζάντιον ἀποδρὰς ᾤχετο. [36] καὶ βασιλεὺς μὲν πάσῃ δυνάμει κατάγειν ἐς τὴν ἀρχὴν αὐτὸν ἐν σπουδῇ ἐποιεῖτο, Ἔρουλοι δὲ δύναμιν τῶν Ῥωμαίων δειμαίνοντες Γήπαισι προσχωρεῖν ἔγνωσαν. αὔτη μὲν Ἐρούλοις αἰτία τῆς ἀποστάσεως γέγονε.

  Βελισάριος δὲ καὶ Ναρσῆς ξὺν ἀμφοτέροις στρατεύμασιν ἀλλήλοις ἀνεμίγνυντο ἀμφὶ πόλιν Φίρμον, ἣ κεῖται μὲν παρὰ τὴν ἠϊόνα τοῦ Ἰονίου κόλπου, ἀπέχει δὲ Αὐξίμου πόλεως ἡμέρας ὁδόν. [2] ἐνταῦθα δὲ ξὺν πᾶσι τοῖς τοῦ στρατοῦ ἄρχουσιν ἐν βουλῇ ἐποιοῦντο, ὅπη ποτὲ σφίσι πρότερον ἐπὶ τοὺς πολεμίους ἰοῦσι μᾶλλον ξυνοίσει. [3] ἤν τε γὰρ ἐπὶ τοὺς Ἀρίμινον πολιορκοῦντας χωρήσειαν, τοὺς ἐν Αὐξίμῳ ὑπώπτευον μὴ κατὰ νώτου ἰόντες σφᾶς τε καὶ Ῥωμαίους τοὺς ταύτῃ ᾠκημένους τὰ ἀνήκεστα, ὡς τὸ εἰκός, δράσωσι, καὶ ἀμφὶ τοῖς πολιορκουμένοις ἐδείμαινον μὴ τῇ ἀπορίᾳ τῶν ἀναγκαίων δεινόν τι πάθωσιν. [4] οἱ μὲν οὖν πλεῖστοι Ἰωάννῃ χαλεπῶς ἔχοντες ἐποιοῦντο τοὺς λόγους. ἐπεκάλουν γάρ οἱ ὅτι θράσει τε ἀλογίστῳ καὶ χρημάτων πολλῶν ἔρωτι ἐς τόσον κινδύνου ἀφίκοιτο, καὶ οὐκ ἐν τάξει οὐδὲ ᾗ Βελισάριος ἐξηγεῖτο ἐῴη τὰ τοῦ πολέμου περαίνεσθαι. [5] Ναρσῆς δὲ ῾καὶ γάρ οἱ φίλτατος ἦν Ἰωάννης ἀνθρώπων ἁπάντων̓ δείσας μὴ Βελισάριος πρὸς τὰ τοῖς ἄρχουσιν εἰρημένα ἐνδοὺς ἐν δευτέρῳ τὰ ἐν Ἀριμίνῳ πράγματα θῆται ἔλεξε τοιάδε: [6] ‘Οὐκ ἐν τοῖς εἰωθόσι διαλογίζεσθε, ἄνδρες ἄρχοντες, οὐδὲ ὑπὲρ ὧν ἄν τις εἰκότως ἀμφιγνοήσειε τὴν βουλὴν ἔχετε, ἀλλ̓ ἐν οἷς πάρεστι καὶ τοῖς ἐς πολέμου πεῖραν οὐδεμίαν ἐλθοῦσι τὴν αἵρεσιν αὐτοσχεδιάζουσιν ἑλέσθαι τὰ κρείσσω. [7] εἰ μὲν γὰρ ὅ τε κίνδυνος ἐν ἴσῳ εἶναι δοκεῖ καὶ βλάβος ἑκατέρωθεν τοῖς γε ἀποτυχοῦσιν ἀντίπαλον. βουλεύεσθαί τε ἱκανῶς ἄξιον καὶ λογίσμῶν ἐπὶ πλεῖστον ἰοῦσιν οὕτω ποιεῖσθαι τὴν ὑπὲρ τῶν παρόντων διάγνωσιν. [8] ἡμεῖς δὲ εἰ μὲν τὴν ἐς Αὔξιμον προσβολὴν ἐς ἄλλον τινὰ χρόνον ἀποθέσθαι βουλοίμεθα, τὴν ζημίαν ἐν τοῖς ἀναγκαίοις οὐδαμῶς ἕξομεν: τί γὰρ ἂν μεταξὺ τὸ διαλλάσσον εἴη; ἐν Ἀριμίνῳ δέ, ὡς τὸ εἰκός, σφαλέντες, εἰ μὴ λίαν πικρὸν εἰπεῖν ᾖ, τὴν Ῥωμαίων ἰσχὺν καταλύσομεν. [9] εἰ μὲν οὖν Ἰωάννης ἐς τὰς σὰς ἐντολὰς ὕβρισεν, ἄριστε Βελισάριε, πολλήν γε τὴν δίκην ἔχεις παῤ ἐκείνου λαβών, ἐπεί σοι πάρεστι σώζειν τε τὸν ἐπταικότα καὶ τοῖς πολεμίοις προΐεσθαι. [10] σκόπει δὲ μὴ τὰς ποινὰς ὧν Ἰωάννης ἀγνοήσας ἥμαρτε παρὰ βασιλέως τε καὶ ἡμῶν λάβῃς. εἰ γὰρ νῦν Ἀρίμινον ἐξέλωσι Γότθοι, στρατηγόν τε αὐτοῖς Ῥωμαίων δραστήριον καὶ στράτευμα ὅλον καὶ πόλιν κατήκοον βασιλεῖ δορυάλωτον πεποιῆσθαι ξυμβήσεται. [11] καὶ οὐκ ἄχρι τούτου στήσεται τὸ δεινόν, ἀλλὰ καὶ ξύμπασαν καταστῆσαι τὴν τοῦ πολέμου δυνήσεται τύχην. οὑτωσὶ γὰρ λογίζου περὶ τῶν πολεμίων, ὡς πλήθει μὲν στρατιωτῶν ἔτι καὶ νῦν ἡμῶν παρὰ πολὺ προὔχουσιν, ἐς ἀνανδρίαν δὲ οἷς πολλάκις ἐσφάλησαν ἐμπεπτώκασιν. εἰκότως: τὸ γὰρ τῆς τύχης ἐναντίωμα πᾶσαν αὐτῶν τὴν παρρησίαν ἀφείλετο. [12] ἢν τοίνυν ἐν τῷ παρόντι εὐημερήσωσι, τό τε φρόνημα οὐκ ἐς μακρὰν ἀπολήψονται καὶ τὸ λοιπὸν οὐκ ἐξ ἀντιπάλου μόνον ἡμῖν τῆς τόλμης, ἀλλὰ καὶ πολλῷ μειζόνως τὸν πόλεμον τόνδε διοίσουσι. [13] φιλοῦσι γὰρ οἱ τῶν δυσκόλων ἀπαλλασσόμενοι τῶν οὔπω δεδυστυχηκότων
ἀμείνους ἀεὶ τὰς γνώμας εἶναι.’ Ναρσῆς μὲν τοσαῦτα εἶπε. [14] Στρατιώτης δέ τις ἐξ Ἀριμίνου λαθὼν τῶν βαρβάρων τὴν φυλακὴν ἔς τε τὸ στρατόπεδον ἦλθε καὶ Βελισαρίῳ γράμματα ἔδειξεν ἃ πρὸς αὐτὸν Ἰωάννης ἔγραψεν. [15] ἐδήλου δὲ ἡ γραφὴ τάδε: ‘Ἅπαντα ἡμᾶς τὰ ἐπιτήδεια χρόνου πολλοῦ ἐπιλελοιπέναι καὶ τὸ λοιπὸν μήτε πρὸς τὸν δῆμον ἀντέχειν ἡμᾶς ἴσθι μήτε τοὺς ἐπιόντας ἀμύνεσθαι οἵους τε εἶναι, ἀλλ̓ ἑπτὰ ἡμερῶν ἀκουσίους ἡμᾶς τε αὐτοὺς καὶ πόλιν τήνδε τοῖς πολεμίοις ἐγχειριεῖν: [16] περαιτέρω γὰρ βιάζεσθαι τὴν παροῦσαν ἀνάγκην ἥκιστα ἔχομεν, ἥνπερ ἀπολογεῖσθαι ὑπὲρ ἡμῶν, ἤν τι οὐκ εὐπρεπὲς δράσωμεν, [17] ἀξιόχρεων οἶμαι.’ Ἰωάννης μὲν ἔγραψεν ὧδε. Βελισάριος δὲ διηπορεῖτό τε καὶ ἐς ἀμηχανίαν ἐπὶ πλεῖστον ἐξέπιπτε. περί τε γὰρ τοῖς πολιορκουμένοις ἐδείμαινε καὶ τοὺς ἐν Αὐξίμῳ πολεμίους ὑπώπτευε δῃώσειν μὲν ἀδεέστερον ἅπαντα περιιόντας τὰ ἐκείνῃ χωρία, σφῶν δὲ κατόπισθεν τὸ στρατόπεδον ἐνεδρεύσοντας, ἄλλως τε καὶ ἡνίκα ἂν τοῖς ἐναντίοις προσμίξειαν, πολλά τε κακὰ καὶ ἀνήκεστα, ὡς τὸ εἰκός, διεργάσεσθαι. [18] ἔπειτα μέντοι ἐποίει τάδε. Ἀράτιον μὲν ξὺν χιλίοις ἀνδράσιν αὐτοῦ ἔλιπεν, ἐφ̓ ᾧ πρὸς τῇ θαλάσσῃ στρατόπεδον ποιήσονται, πόλεως Αὐξίμου σταδίους διακοσίους ἀπέχον. [19] οὓς δὴ ἐκέλευε μήτε πη ἐξανισταμένους ἐνθένδε ἰέναι μήτε διαμάχεσθαι τοῖς πολεμίοις, πλήν γε δὴ ὅσα ἐκ τοῦ στρατοπέδου ἀμυνομένους, ἢν ἐκεῖνοί ποτε ἐπ̓ αὐτοὺς ἴωσι. [20] ταύτῃ γὰρ τοὺς βαρβάρους μάλιστα ἤλπιζεν ἄγχιστά που στρατοπεδευομένων Ῥωμαίων ἔν τε Αὐξίμῳ ἡσυχῆ μενεῖν καὶ οὔποτε κακουργήσοντας σφίσιν ἕψεσθαι. [21] στρατιὰν δὲ ἀξιολογωτάτην ξὺν ναυσὶν ἔπεμψεν, ἧς Ἡρωδιανός τε καὶ Οὐλίαρις καὶ Ναρσῆς Ἀρατίου ἀδελφὸς ἦρχον. [22] αὐτοκράτωρ δὲ τῷ στόλῳ Ἰλδίγερ ἐφειστήκει, ᾧ δὴ εὐθὺ Ἀριμίνου Βελισάριος ἐπέστελλε πλεῖν, φυλασσομένῳ ὅπως μὴ μακρὰν ἀπολελειμμένου τοῦ πεζοῦ στρατοῦ καταίρειν ἐς τὴν ἐκείνῃ ἀκτὴν ἐγχειρήσωσιν: ὁδῷ γὰρ αὐτοὺς πορεύεσθαι τῆς ἠϊόνος οὐ πολλῷ ἄποθεν. [23] καὶ στρατιὰν μὲν ἄλλην, ἧς Μαρτῖνος ἦρχε, ταῖς ναυσὶ ταύταις παρακολουθοῦντας κατὰ τὴν παραλίαν ἐκέλευεν ἰέναι, ἐντειλάμενος, ἐπειδὰν ἄγχιστα τῶν πολεμίων ἵκωνται, πυρὰ πλείονα καὶ οὐ κατὰ λόγον τοῦ στρατοῦ καίειν, δόκησίν τε πλήθους πολλῷ πλείονος τοῖς ἐναντίοις παρέχεσθαι. [24] αὐτὸς δὲ ἄλλην ὁδὸν τῆς ἠϊόνος ἀπωτάτω οὖσαν ξύν τε Ναρσῇ καὶ τῷ ἄλλῳ στρατῷ διὰ πόλεως Οὐρβισαλίας ᾔει, ἣν δὴ ἐν τοῖς ἔμπροσθεν χρόνοις οὕτως Ἀλάριχος καθεῖλεν ὥστε ἄλλο γε αὐτῇ οὐδ̓ ὁτιοῦν ἀπολέλειπται τοῦ πρότερον κόσμου, ὅτι μὴ πύλης μιᾶς καὶ τῆς κατασκευῆς τοῦ ἐδάφους λείψανόν τι βραχύ.

 

‹ Prev