Delphi Complete Works of Procopius
Page 218
Ἐπεὶ δὲ Βελισάριος Αὔξιμον εἷλε, Ῥάβενναν πολιορκεῖν ἐν σπουδῇ ἐποιεῖτο καὶ ἅπαν τὸ στράτευμα ἐνταῦθα ἐπῆγε. Μάγνον τε πέμψας ξὺν πλήθει πολλῷ ὑπὲρ Ῥαβέννης ἐκέλευε Πάδου τοῦ ποταμοῦ τὴν ὄχθην ἀεὶ περιιόντα φυλακὴν ἔχειν, ὅπως δὴ μὴ τὸ λοιπὸν ἐνθένδε οἱ Γότθοι τὰ ἐπιτήδεια ἐσκομίζωνται. [2] καὶ Βιτάλιος δέ οἱ ξὺν στρατῷ ἐκ Δαλματίας ἀφικόμενος ὄχθην τοῦ ποταμοῦ τὴν ἑτέραν ἐφύλασσεν. ἐνταῦθα αὐτοῖς ξυνέβη τις τύχη, δήλωσιν ἄντικρυς ποιουμένη ὅτι δὴ αὐτὴ πρυτανεύει ἀμφοτέροις τὰ πράγματα. [3] συχνὰς γὰρ οἱ Γότθοι ἀκάτους πρότερον ἐν Λιγούροις συλλέξαντες ἐς τὸν Πάδον καθῆκαν, ἅσπερ ἐμπλησάμενοι σίτου τε καὶ τῶν ἄλλων ἐπιτηδείων πλεῖν ἐπὶ Ῥαβέννης διενοοῦντο. [4] οὕτω δὲ τοῦ ποταμοῦ τούτου τὸ ὕδωρ ἐκείνῳ τῷ χρόνῳ ὑπέληγεν ὥστε αὐτοῦ ναυτίλλεσθαι τὸ παράπαν ἀδύνατα ἦν, ἕως ἐπελθόντες Ῥωμαῖοι τὰς ἀκάτους σὺν τοῖς φορτίοις ἅπασιν εἷλον. [5] ὅ τε ποταμὸς οὐ πολλῷ ὕστερον ἐς ῥοῦν ἐπανιὼν τὸν καθήκοντα ναυσίπορος τὸ λοιπὸν ἐγεγόνει. τοῦτο δὲ αὐτῷ ξυμβῆναι οὐ πώποτε πρότερον ἀκοῇ ἴσμεν. [6] ἤδη τε οἱ βάρβαροι ἤρξαντο τῶν ἐπιτηδείων ὑποσπανίζειν. οὔτε γὰρ διὰ κόλπου τι ἐσκομίζεσθαι τοῦ Ἰονίου εἶχον, θαλασσοκρατούντων πανταχῆ τῶν πολεμίων, καὶ τοῦ ποταμοῦ ἀπεκέκλειντο. [7] γνόντες δὲ οἱ Φράγγων ἄρχοντες τὰ ποιούμενα προσποιεῖσθαί τε τὴν Ἰταλίαν ἐθέλοντες, πρέσβεις παρὰ τὸν Οὐίττιγιν πέμπουσι, ξυμμαχίας ὑπόσχεσιν προτεινόμενοι, [8] ἐφ̓ ᾧ τῆς χώρας ξὺν αὐτῷ ἄρξουσιν. ὅπερ Βελισάριος ὡς ἤκουσε, πρέσβεις καὶ αὐτὸς ἀντεροῦντας Γερμανοῖς ἔπεμψεν ἄλλους τε καὶ Θεοδόσιον τὸν τῇ οἰκία τῇ αὐτοῦ ἐφεστῶτα. [9] Πρῶτοι μὲν οὖν οἱ Γερμανῶν πρέσβεις Οὐιττίγιδι ἐς ὄψιν ἐλθόντες ἔλεξαν τοιάδε: ‘Ἔπεμψαν ἡμᾶς οἱ Γερμανῶν ἄρχοντες, δυσχεραίνοντες μὲν ὅτι δὴ πρὸς Βελισαρίου πολιορκεῖσθαι ὑμᾶς ἤκουσαν, τιμωρεῖν δὲ ὑμῖν ὅτι τάχιστα κατὰ τὸ ξυμμαχικὸν ἐν σπουδῇ ἔχοντες. [10] τὸ μὲν οὖν στρατόπεδον ἀνδρῶν μαχίμων οὐχ ἧσσον ἢ ἐς μυριάδας πεντήκοντα ἤδη που τὰς Ἄλπεις ὑπερβεβηκέναι οἰόμεθα, οὕσπερ τοῖς πελέκεσι τὴν Ῥωμαίων στρατιὰν ξύμπασαν ἐν τῇ πρώτῃ ὁρμῇ καταχώσειν αὐχοῦμεν. [11] ὑμᾶς δὲ οὐ τῶν δουλωσομένων τῇ γνώμῃ ἕπεσθαι ἄξιον, ἀλλὰ τῶν ἐς κίνδυνον πολέμου εὐνοίᾳ τῇ ἐς Γότθους καθισταμένων. [12] ἄλλως τε, ἢν μὲν τὰ ὅπλα ξὺν ἡμῖν ἕλησθε, οὐδεμία λελείψεται Ῥωμαίοις ἐλπὶς ἀμφοτέροις τοῖς στρατεύμασιν ἐς χεῖρας ἰέναι, ἀλλ̓ αὐτόθεν πόνῳ οὐδενὶ ἀναδησόμεθα τὸ τοῦ πολέμου κράτος. [13] ἢν δέ γε ξὺν Ῥωμαίοις τετάξονται Γότθοι, οὐδ̓ ὣς τῷ Φράγγων ἔθνει ἀνθέξουσιν ῾οὐ γὰρ ἐξ ἀντιπάλου τῆς δυνάμεως ὁ ἀγὼν ἔσταἰ, ἀλλὰ περιέσται ὑμῖν τὸ ξὺν τοῖς πάντων πολεμιωτάτοις ἡσσῆσθαι. [14] ἐς προὖπτον δὲ κακὸν ἰέναι, παρὸν κινδύνου ἐκτὸς σώζεσθαι, πολλὴ ἄνοια. ὅλως δὲ ἄπιστον πᾶσι βαρβάροις τὸ Ῥωμαίων καθέστηκε γένος, ἐπεὶ καὶ φύσει πολέμιόν ἐστιν. [15] ἡμεῖς μὲν οὖν ξυνάρξομέν τε βουλομένοις ὑμῖν Ἰταλίας ἁπάσης καὶ τὴν χώραν διοικησόμεθα ὅπη ἂν δοκῇ ὡς ἄριστα ἔχειν. σὲ δὲ καὶ Γότθους ἑλέσθαι εἰκὸς ὅ τι ἂν ὑμῖν ξυνοίσειν μέλλῃ.’ Φράγγοι μὲν τοσαῦτα εἶπον. [16] Παρελθόντες δὲ καὶ οἱ Βελισαρίου πρέσβεις ἔλεξαν ὧδε: ‘Ὡς μὲν οὐδὲν ἂν τῷ βασιλέως στρατῷ λυμανεῖται τὸ Γερμανῶν πλῆθος, ᾧπερ οὗτοι δεδίττεσθαι ὑμᾶς ἀξιοῦσι, τί ἄν τις ἐν ὑμῖν μακρολογοίη, οἷς γε διὰ μακρὰν ἐμπειρίαν ἅπασαν ἐξεπίστασθαι τὴν τοῦ πολέμου ῥοπὴν ξυμβαίνει, καὶ ὡς ἥκιστα ἀρετὴ ἀνθρώπων ὁμίλῳ φιλεῖ ἐλασσοῦσθαι; [17] ἐῶμεν γὰρ λέγειν ὡς καὶ πάντων μάλιστα βασιλεῖ πάρεστι πλήθει στρατιωτῶν περιεῖναι τῶν πολεμίων. τὸ δὲ δὴ τούτων πιστόν, ᾧ χρῆσθαι αὐχοῦσιν ἐς πάντας βαρβάρους, μετά γε Θορίγγους καὶ τὸ Βουργουζιώνων ἔθνος, καὶ ἐς τοὺς ξυμμάχους ὑμᾶς παρὰ τῶν ἀνδρῶν ἐπιδέδεικται. [18] ὡς ἡμεῖς γε ἡδέως ἂν Φράγγους ἐροίμεθα τίνα ποτὲ μέλλοντες ὀμεῖσθαι θεὸν τὸ τῆς πίστεως ὑμῖν ἐχυρὸν ἰσχυρίζονται δώσειν. [19] τὸν γὰρ ἤδη αὐτοῖς ὀμωμοσμένον ὅντινα τετιμήκασι τρόπον ἐπίστασθε δή που: οἵ γε χρήματα μὲν τοσαῦτα τὸ πλῆθος, Γαλλίας δὲ ὅλας παῤ ὑμῶν ἐπὶ ξυμμαχίᾳ κεκομισμένοι οὐχ ὅσον ὑμῖν τοῦ κινδύνου συνάρασθαι οὐδαμῶς ἔγνωσαν, ἀλλὰ καὶ ὅπλα οὕτως ἀνέδην καθ̓ ὑμῶν εἵλοντο, εἴ τις ἐν ὑμῖν τῶν πρὸς τῷ Πάδῳ ξυμπεπτωκότων διασώζεται λόγος. [20] καὶ τί δεῖ τὰ φθάσαντα λέγοντας ἐλέγχειν τὸ τῶν Φράγγων ἀσέβημα; τῆς παρούσης αὐτῶν πρεσβείας οὐδὲν ἂν γένοιτο μιαρώτερον. [21] ὥσπερ γὰρ ἐπιλελησμένοι τῶν σφίσιν αὐτοῖς ὡμολογημένων τε καὶ ταῖς ξυνθήκαις ὀμωμοσμένων κοινωνεῖν τῶν πάντων ὑμῖν ἀξιοῦσιν. [22] ἢν δὲ καὶ τούτου παῤ ὑμῶν τύχωσιν, εἰς τί ποτε αὐτοῖς τελευτήσει τὸ τῶν χρημάτων ἀκόρεστον σκοπεῖσθαι προσήκει.’ [23] Τοσαῦτα μὲν καὶ οἱ Βελισαρίου πρέσβεις ἔλεξαν. Οὐίττιγις δὲ ξὺν Γότθων τοῖς ἀρίστοις πολλὰ κοινολογησάμενος τάς τε πρὸς βασιλέα ξυνθήκας εἵλετο καὶ ἀπράκτους ἀπεπέμψατο τοὺς Γερμανῶν πρέσβεις. καὶ τὸ λοιπὸν Γότθοι μὲν καὶ Ῥωμαῖοι πρὸς ἀλλήλους ἐπεκηρυκεύοντο ἤδη, Βελισάριος δὲ οὐδέν τι ἧσσον ἐφύλασσε τοῦ μὴ τοὺς βαρβάρους τὰ ἐπιτήδεια
ἐσκομίζεσθαι. [24] καὶ Βιτάλιον μὲν ἐς Βενετίους ἰόντα ὡς πλεῖστα ἐπάγεσθαι τῶν ἐκείνῃ χωρίων ἐκέλευεν, αὐτὸς δὲ Ἰλδίγερα πέμψας τὸν Πάδον ἐφύλασσεν ἑκατέρωθεν, ὅπως τε οἱ βάρβαροι μᾶλλον ἀπορίᾳ τῶν ἀναγκαίων ἐνδώσουσι καὶ τὰς ξυνθήκας ποιήσονται ᾗ αὐτὸς βούλεται. [25] καὶ ἐπεὶ σῖτον πολὺν ἐν δημοσίοις οἰκήμασιν ἔτι ἐντὸς Ῥαβέννης ἀποκεῖσθαι ἔγνω, τῶν τινα ταύτῃ ᾠκημένων ἀνέπεισε χρήμασι ταῦτα δὴ τὰ οἰκήματα ξὺν τῷ σίτῳ λάθρα ἐμπρῆσαι. [26] φασὶ δὲ καὶ γνώμῃ Ματασούνθης, τῆς Οὐιττίγιδος γυναικός, ταῦτα ἀπολωλέναι. ἐπειδή τε ὁ σῖτος ἐκ τοῦ αἰφνιδίου ἐκέκαυτο, οἱ μέν τινες ἐξ ἐπιβουλῆς γεγενῆσθαι τὸ ἔργον ὑπετόπαζον, οἱ δὲ κεραυνῷ τὸν χῶρον βεβλῆσθαι ὑπώπτευον. [27] ἑκάτερα δὲ λογιζόμενοι Γότθοι τε καὶ Οὐίττιγις ἐς ἀμηχανίαν ἔτι μᾶλλον ἐνέπιπτον, οὐδὲ σφίσιν αὐτοῖς πιστεύειν τὸ λοιπὸν ἔχοντες καὶ πρὸς τοῦ θεοῦ πολεμεῖσθαι οἰόμενοι. ταῦτα μὲν οὖν ταύτῃ ἐπράσσετο. [28] Ἐν δὲ Ἄλπεσιν αἳ Γάλλους τε καὶ Λιγούρους διορίζουσιν, ἅσπερ Ἄλπεις Κουτίας καλοῦσι Ῥωμαῖοι, φρούρια συχνὰ ξυμβαίνει εἶναι. [29] οὗ δὴ Γότθοι ἐκ παλαιοῦ πολλοί τε καὶ ἄριστοι, ξύν τε γυναιξὶ καὶ παισὶ τοῖς αὐτῶν ᾠκημένοι, φυλακὴν εἶχον, οὕσπερ ἐπεί οἱ βούλεσθαι Βελισάριος προσχωρεῖν ἤκουσε, τῶν οἱ ἑπομένων τινά, Θωμᾶν ὄνομα, ξὺν ὀλίγοις τισὶ παῤ αὐτοὺς ἔπεμψεν, ἐφ̓ ᾧ τὰ πιστὰ δόντες παραστήσονται ὁμολογίᾳ τοὺς ταύτῃ βαρβάρους. [30] καὶ αὐτοὺς ἐς τὰς Ἄλπεις ἀφικομένους Σίσιγις, ὃς τῶν ἐνταῦθα φυλακτηρίων ἦρχεν, ἑνὶ τῶν φρουρίων δεξάμενος, αὐτός τε προσεχώρησε καὶ τῶν ἄλλων ἑκάστους εἰς τοῦτο ἐνῆγεν. [31] ἐν τούτῳ δὲ Οὐραΐας τετρακισχιλίους Λιγούρους τε κἀκ τῶν ἐν ταῖς Ἄλπεσι φρουρίων ἀπολεξάμενος, ἐπὶ Ῥάβενναν ὡς βοηθήσων κατὰ τάχος ᾔει. [32] οἵπερ ἐπειδὴ τὰ Σισίγιδι πεπραγμένα ἐπύθοντο, ἀμφὶ τοῖς οἰκείοις δεδιότες, [33] ἐνταῦθα πρῶτον ἠξίουν ἰέναι. διὸ δὴ Οὐραΐας παντὶ τῷ στρατῷ ἐς τὰς Ἄλπεις Κουτίας ἦλθε καὶ τὸν Σίσιγιν ξὺν τοῖς ἀμφὶ τὸν Θωμᾶν ἐπολιόρκει. ταῦτα Ἰωάννης τε, ὁ Βιταλιανοῦ ἀδελφιδοῦς, καὶ Μαρτῖνος πυθόμενοι ῾ἀγχοτάτω γὰρ Πάδου ποταμοῦ ὄντες ἐτύγχανον̓ κατὰ τάχος ἐβοήθουν παντὶ τῷ στρατῷ καὶ τῶν ἐν ταῖς Ἄλπεσι φρουρίων τισὶν ἐξ ἐπιδρομῆς ἐπισκήψαντες εἷλον, καὶ τοὺς ἐνταῦθα ᾠκημένους ἠνδραποδίσαντο, ἐν οἷς παῖδάς τε συχνοὺς καὶ γυναῖκας τῶν ὑπὸ τῷ Οὐραΐᾳ στρατευομένων ξυνεπεσεν εἶναι. [34] πλεῖστοι γὰρ αὐτῶν ἐκ τούτων δὴ τῶν φρουρίων ὁρμώμενοι εἵποντο. [35] οἵπερ, ἐπεὶ ἁλῶναι τὰ σφέτερα αὐτῶν ἔμαθον, ἀποταξάμενοι τοῦ Γότθων στρατοπέδου ἐκ τοῦ αἰφνιδίου, τοῖς ἀμφὶ τὸν Ἰωάννην προσχωρεῖν ἔγνωσαν, καὶ ἀπ̓ αὐτοῦ Οὐραΐας οὔτε τι ἐνταῦθα ἀνύτειν οὔτε τοῖς ἐν Ῥαβέννῃ κινδυνεύουσι Γότθοις βοηθεῖν ἴσχυσεν, ἀλλὰ ἄπρακτος ἐς Λιγουρίαν ξὺν ὀλίγοις ἐλθὼν ἡσυχῆ ἔμενε. καὶ Βελισάριος κατ̓ ἐξουσίαν Οὐίττιγίν τε καὶ Γότθων τοὺς δοκίμους ἐν Ῥαβέννῃ καθεῖρξε.