Book Read Free

Delphi Complete Works of Procopius

Page 220

by Procopius of Caesarea


  Τινὲς τοῦ Ῥωμαίων στρατοῦ ἄρχοντες βασκανίαν ἐς Βελισάριον ἔχοντες διέβαλλον αὐτὸν βασιλεῖ, τυραννίδα οὐδαμόθεν αὐτῷ προσήκουσαν ἐπενεγκόντες. [2] βασιλεὺς δὲ οὐχ ὅσον ταῖς διαβολαῖς ταύταις ἀναπεισθείς, ἀλλ̓ ὅτι οἱ ὁ Μηδικὸς πόλεμος ἐνέκειτο ἤδη, Βελισάριον μὲν ὡς τάχιστα μετεπέμψατο, ὅπως ἐπὶ Πέρσας στρατεύσειεν: ἐπιμελεῖσθαι δὲ Ἰταλίας Βέσσαν τε καὶ Ἰωάννην ξὺν τοῖς ἄλλοις ἐκέλευε, καὶ Κωνσταντιανῷ ἐς Ῥάβενναν ἐκ Δαλματίας ἐπέστελλεν ἰέναι. [3] Γότθοι δὲ οἳ Πάδου τε ποταμοῦ καὶ Ῥαβέννης ἐκτὸς ἵδρυντο, ἀκούσαντες ὡς Βελισάριον βασιλεὺς μεταπέμποιτο, τὰ μὲν πρῶτα ἐν ἀλογίᾳ τὸ πρᾶγμα εἶχον, οὐκ ἄν ποτε οἰόμενοι Βελισάριον τῆς ἐς Ἰουστινιανὸν πίστεως περὶ ἐλάσσονος τὴν Ἰταλίας βασιλείαν ποιήσασθαι. [4] ἐπεὶ δὲ αὐτοῦ πολλὴν τῆς ἀφόδου τὴν παρασκευὴν ἐπύθοντο εἶναι, ξυμφρονήσαντες, εἴ τι αὐτῶν καθαρὸν ἐνταῦθα ἔτι ἐλέλειπτο, ἐς Τικινὸν παρὰ Οὐραΐαν τὸν Οὐιττίγιδος ἀδελφιδοῦν ἦλθον, πολλά τε πρότερον ξὺν αὐτῷ κλαύσαντες ἔλεξαν τοιάδε: [5] ‘Οὐκ ἄλλος οὐδεὶς τῷ Γότθων γένει αἰτιώτατος τῶν παρόντων κακῶν ἢ σὺ γέγονας. ἡμεῖς γὰρ τὸν θεῖον τὸν σόν, οὕτως ἀνάνδρως τε καὶ ἀτυχῶς ἐξηγούμενον, πάλαι ἂν τῆς ἀρχῆς παρελύσαμεν, ὥσπερ Θευδάτον τὸν Θευδερίχου ἀδελφιδοῦν, εἰ μή σου τὸ δοκοῦν δραστήριον αἰσχυνόμενοι Οὐιττίγιδι μὲν τὸ τῆς βασιλείας ὄνομα ξυγχωρεῖν ἔγνωμεν, ἔργῳ δὲ σοὶ μόνῳ παραδιδόναι τὴν Γότθων ἀρχήν. [6] ἀλλὰ περιέστηκεν ἡ τότε δοκοῦσα ἡμῶν εὐγνωμοσύνη, νῦν ἄνοιά τε φαινομένη καὶ τῶνδε ἡμῖν τῶν ξυμφορῶν αἰτία. [7] Γότθων γάρ, ὥσπερ οἶσθα, ὦ φίλε Οὐραΐα, τεθνάναι μὲν ἐν τῷ πολέμῳ πλείστους τε καὶ ἀρίστους ξυμβαίνει, τῶν δὲ περιόντων, εἴ τι μὲν ἄριστον ἀπολέλειπται, ξύν τε Οὐιττίγιδι καὶ χρήμασι πᾶσι Βελισάριος ἄγων οἰχήσεται. [8] ταὐτὸ δὲ τοῦτο μὴ οὐχὶ καὶ ἡμᾶς ὀλίγῳ ὕστερον πείσεσθαι, ὀλίγους τε καὶ λίαν οἰκτροὺς καθεστῶτας, οὐδεὶς ἂν ἀντείποι. [9] τοιούτων τοίνυν περιεστηκότων δεινῶν, τὸ ξὺν εὐκλείᾳ τεθνάναι μᾶλλον ξυνοίσει ἢ παῖδάς τε καὶ γυναῖκας πρὸς τῶν πολεμίων ἐς τῆς γῆς τὰς ἐσχατιὰς ἀγομένους ἰδεῖν. [10] πράξομεν δέ τι, ὡς τὸ εἰκός, ἀρετῆς ἄξιον, ἤν γέ σε τῶν ἔργων ἀρχηγὸν ἕξομεν.’ Γότθοι μὲν τοσαῦτα εἶπον. [11] Οὐραΐας δὲ ἀμείβεται ὧδε: ‘Ὡς μὲν δεῖ ἐν τοῖς παροῦσι δεινοῖς πρὸ τῆς δουλείας ἡμᾶς τὸν κίνδυνον αἱρεῖσθαι, ταὐτά με ὑμῖν γινώσκειν ξυμβαίνει. [12] ἐς Γότθων δέ με τὴν βασιλείαν καθίστασθαι παντάπασιν οἶμαι ἀξύμφορον εἶναι: πρῶτα μέν, ὅτι Οὐιττίγιδος ἀδελφιδοῦς ὤν, ἀνδρὸς οὕτως ἠτυχηκότος, εὐκαταφρόνητος ἂν τοῖς πολεμίοις εἶναι δοκοίην, ἐπεὶ ἐς τοὺς συγγενέας ἀεὶ τὰς ὁμοίας τύχας παραπέμπεσθαι οἴονται ἄνθρωποι: [13] ἔπειτα δὲ οὐδὲ ὅσια ποιεῖν δόξαιμι, ἐπιβατεύων τῆς τοῦ θείου ἀρχῆς, καὶ ἀπ̓ αὐτοῦ μοι ἀχθομένους ὑμῶν τοὺς πλείστους, ὡς τὸ εἰκός, ἕξω. [14] ἐγὼ δέ φημι χρῆναι Γότθων ἄρχοντα ἐς κίνδυνον τόνδε Ἰλδίβαδον καθίστασθαι, ἄνδρα ἐς ἄκρον ἀρετῆς ἥκοντα καὶ διαφερόντως δραστήριον. [15] ᾧ δὴ καὶ Θεῦδιν θεῖόν γε ὄντα τὸν τῶν Οὐισιγότθων ἡγούμενον ξυνάρασθαι τοῦ πολέμου διὰ τὸ ξυγγενὲς οὐδὲν ἀπεικός. διὸ δὴ καὶ τὸν ἀγῶνα ξὺν ἐλπίδι ἀμείνονι πρὸς τοὺς ἐναντίους διοίσομεν.’ [16] Τοσαῦτα καὶ Οὐραΐας εἰπὼν τὰ ξύμφορα Γότθοις ἅπασι λέγειν ἔδοξε. καὶ αὐτοῖς Ἰλδίβαδος ἐκ Βερώνης αὐτίκα μετάπεμπτος ἦλθεν. [17] ᾧ δὴ τὴν πορφύραν περιβαλόντες, βασιλέα τε Γότθων ἀνεῖπον καὶ σφίσιν εὖ θέσθαι τὰ παρόντα ἐδέοντο. ὧδε μὲν ἐς τὴν ἀρχὴν Ἰλδίβαδος κατέστη. [18] ὀλίγῳ δὲ ὕστερον Γότθους ἅπαντας ξυγκαλέσας ἔλεξε τοιάδε: ‘Ἅπαντας ὑμᾶς, ἄνδρες ξυστρατιῶται, πολλῶν ξυνεπίσταμαι εἶναι πολέμων ἐμπείρους, ὥστε οὔποτε εἰκότως εἰς τὸ πολεμεῖν ἐκ τοῦ εὐθέος χωρήσομεν. ἐμπειρία γὰρ λογισμὸν φέρουσα θρασύνεσθαι ῆκιστα εἴωθεν. [19] ἄξιον δὲ ἀναμνησθέντας πάντων ὑμᾶς τῶν πρότερον ξυμπεπτωκότων, οὕτω τανῦν ὑπὲρ τῶν παρόντων βουλεύεσθαι. [20] λήθη γὰρ πολλοῖς τισιν ἐπιγενομένη τῶν ἤδη φθασάντων ἐπῆρε μὲν αὐτῶν οὐκ ἐν δέοντι ὑπὸ ἀμαθίας τὰς γνώμας, [21] ἐν δὲ τοῖς μεγίστοις ἱκανῶς ἔσφηλεν. Οὐίττιγις τοίνυν οὐκ ἀκόντων γε οὐδὲ ἀντιτεινόντων ὑμῶν ἐς τῶν πολεμίων αὑτὸν καθῆκε τὰς χεῖρας, ἀλλ̓ ἀπειπόντες τότε πρὸς τὰ τῆς τύχης ἐναντιώματα ξυμφορώτατον ἡμῖν αὐτοῖς ἡγήσασθε εἶναι Βελισαρίῳ οἴκοι καθήμενοι ἐπακούειν μᾶλλον ἢ τοῖς σώμασι διακινδυνεύειν ἀπέραντα. [22] νῦν μέντοι αὐτὸν ἀκηκοότες ἐς Βυζάντιον στέλλεσθαι, νεωτέροις πράγμασιν ἐγχειρεῖν ἔγνωτε. καίτοι ἐχρῆν ἐκλογίζεσθαι ὑμῶν ἕκαστον ὡς οὐχ ἅπαντα τοῖς ἀνθρώποις ᾗ δοκεῖ γίγνεται, ἀλλὰ τῶν δεδογμένων παρὰ δόξαν πολλάκις ἡ τῶν πραγμάτων ἀπόβασις ἀπ̓ ἐναντίας ἐχώρησε. [23] τύχη γὰρ καὶ μετάμελος τὰ πολλὰ κατορθοῦν ἐκ τοῦ ἀπροσδοκήτου πεφύκασιν: ὅπερ καὶ νῦν Βελισαρίῳ ξυμβήσεσθαι οὐδὲν ἀπεικός. [24] ἄμεινον τοίνυν πυθέσθαι μὲν αὐτοῦ πρότερον, πειρᾶσθαι δὲ ἀντικαθιστάναι τὸν ἄνθρωπον ἐπὶ τὰ πρώην ξυγκείμενα, οὕτω τε ὑμᾶς ἐπὶ τῶν πράξεων τὰ δεύτερα ἰέναι.’ [25] Ταῦτα Ἰλδίβαδος εἰπὼν εὖ τε βεβουλεῦσθαι Γότθοις ἔδοξε καὶ πρέσβεις ἐ
ς Ῥάβενναν κατὰ τάχος ἔπεμψεν. οἳ δὴ Βελισαρίῳ ἐς ὄψιν ἐλθόντες τῶν τε ξυγκειμένων σφίσιν ὑπέμνησαν καὶ ἅτε διαλυτὴν τῶν ὡμολογημένων ἐκάκιζον, αὐθαίρετον μὲν ἀποκαλοῦντες ἀνδράποδον, ὀνειδίζοντες δὲ ὅτι δὴ οὐκ ἐρυθριῴη πρὸ τῆς βασιλείας τὴν δουλείαν αἱρούμενος, ἄλλα τε τοιαῦτα πολλὰ λέγοντες ἐπὶ τὴν ἀρχὴν παρεκάλουν. [26] οὕτω γὰρ καὶ Ἰλδίβαδον ἐθελούσιον ἀφίξεσθαι ἰσχυρίζοντο, τήν τε πορφυρίδα καταθησόμενον ἐς τοὺς αὐτοῦ πόδας καὶ βασιλέα Βελισάριον Γότθων τε καὶ Ἰταλιωτῶν προσκυνήσοντα. [27] οἱ μὲν πρέσβεις ταῦτα ἔλεγον, οἰόμενοι τὸν ἄνδρα τὸ τῆς βασιλείας ὄνομα οὐδὲν μελλήσαντα ἐπισπάσασθαι αὐτίκα δὴ μάλα. [28] ὁ δὲ οὐ προσδεχομένοις αὐτοῖς ἄντικρυς ἀπεῖπεν, ὡς οὐκ ἄν ποτε ζῶντος Ἰουστινιανοῦ βασιλέως Βελισάριος ἐπιβατεύοι τοῦ τῆς βασιλείας ὀνόματος. [29] καὶ οἱ μὲν ταῦτα ἀκούσαντες ἀπηλλάσσοντό τε ὡς τάχιστα καὶ Ἰλδιβάδῳ τὸν πάντα λόγον ἀπήγγελλον. [30] Βελισάριος δὲ τὴν ἐπὶ τὸ Βυζάντιον ᾔει καὶ ὁ χειμὼν ἔληγε, καὶ τὸ πέμπτον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψεν.

  BOOK VII.

  ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΕΒΔΟΜΟΣ

  Οὕτω μὲν Βελισάριος, ἔτι τῶν πραγμάτων ᾐωρημένων, ξύν τε Οὐιττίγιδι καὶ Γότθων τοῖς δοκίμοις καὶ τοῖς Ἰλδιβάδου παισὶ τὰ χρήματα πάντα ἐπαγόμενος ἐς Βυζάντιον ἧκε, καί οἱ Ἴλδιγέρ τε καὶ Βαλεριανὸς καὶ Μαρτῖνος ξὺν Ἡρωδιανῷ εἵποντο μόνοι. [2] βασιλεὺς δὲ Ἰουστινιανὸς Οὐίττιγιν μὲν ξὺν τῇ γυναικὶ ἀσμένως εἶδε, καὶ τῶν βαρβάρων τὸν ὅμιλον κάλλους τε σώματος καὶ μεγέθους πέρι ἐθαύμασε. [3] τὸν δὲ Θευδερίχου πλοῦτον ἀξιοθέατον ὄντα δεξάμενος ἐν Παλατίῳ τοῖς μὲν ἐκ βουλῆς ἐν παραβύστῳ θέαμα προὔθηκεν, ἐπὶ τῷ ὄγκῳ τῶν πεπραγμένων φιλοτιμούμενος, οὔτε δὲ ἐς τὸν δῆμον ἐξήνεγκεν οὔτε τὸν θρίαμβον Βελισαρίῳ παρέσχετο, ὥσπερ ἡνίκα Γελίμερά τε καὶ Βανδίλους νενικηκὼς ἦλθε. [4] πᾶσι μέντοι ἐν διηγήμασι Βελισάριος ἦν, νίκας τε δύο ἀναδησάμενος, οἵας οὔπω πρότερον ἀνθρώπων οὐδενὶ διαπεπρᾶχθαι ξυνέπεσε, καὶ βασιλεῖς μὲν ἀγαγὼν αἰχμαλώτους ἐς Βυζάντιον δύο, Γιζερίχου δὲ καὶ Θευδερίχου τό τε γένος καὶ τὰ χρήματα λάφυρον Ῥωμαίοις παρὰ δόξαν πεποιημένος, ὧν δὴ ἐπιφανέστερος ἔν γε βαρβάροις οὐδεὶς πώποτε γεγονὼς ἔτυχε, καὶ τὸν μὲν πλοῦτον ἐκ τῶν πολεμίων αὖθις ἐς τὴν πολιτείαν ἀποκομίσας, γῆς τε καὶ θαλάσσης τὴν ἡμίσειαν μάλιστα μοῖραν τῇ βασιλείᾳ ἐν χρόνῳ ὀλίγῳ ἀνασωσάμενος. [5] ἦν τε Βυζαντίοις πρὸς ἡδονὴν Βελισάριον ἐπὶ τῆς ἀγορᾶς ἐς ἡμέραν ἑκάστην ἐκ τῆς οἰκίας προϊόντα ἰδεῖν, ἢ ἐς αὐτὴν ἐπανήκοντα, κόρον τε αὐτῶν τοῦ θεάματος τούτου οὐδεὶς ἔλαβε. [6] πομπῇ γὰρ αὐτοῦ ἰσχυροτάτῃ ἡ πρόοδος ἐῴκει, ἐπεί οἱ Βανδίλων τε πλῆθος καὶ Γότθων τε καὶ Μαυρουσίων ἀεὶ εἵπετο. ἦν δὲ καὶ τὸ σῶμα καλός τε καὶ μέγας καὶ εὐπρόσωπος πάντων μάλιστα. [7] οὕτω δὲ πρᾷόν τε καὶ εὐπρόσοδον παρεῖχεν ἑαυτὸν τοῖς ἐντυγχάνουσιν ὥστε ἀνθρώπῳ πένητί τε λίαν καὶ ἀδόξῳ ἐμφερὴς εἶναι. [8] Ἔρως δὲ αὐτοῦ τῆς ἀρχῆς πρός τε στρατιωτῶν ἀεὶ καὶ ἀγροίκων ἄμαχός τις ἐγένετο, ὅτι δὴ ἐς μὲν τοὺς στρατιώτας φιλοδωρότατος ἐγεγόνει ἀνθρώπων ἁπάντων: τῶν τε γὰρ ἐν ξυμβολῇ ἠτυχηκότων χρήμασι μεγάλοις παρεμυθεῖτο τὰ πρότερα τραύματα καὶ τοῖς εὐδοκιμήσασι ψέλλιά τε καὶ στρεπτοὺς ἔχειν ἆθλα παρεῖχεν, ἵππου δὲ ἢ τόξου ἢ ἄλλου ὁτουοῦν στρατιώτου ἐν τῇ μάχῃ ἀπολωλότος ἕτερον ἀντ̓ αὐτοῦ πρὸς Βελισαρίου αὐτίκα ὑπῆρχεν: ἐς δὲ τοὺς ἀγροίκους ὅτι δὴ τοσαύτῃ φειδοῖ τε καὶ προνοίᾳ ἐχρῆτο ὥστε βιασθῆναι μὲν αὐτοῖς οὐδὲν πώποτε στρατηγοῦντος Βελισαρίου τετύχηκε, πλουτεῖν δὲ παρὰ δόξαν ξυνέβαινε πᾶσιν οἷς ἂν αὐτοῦ ἐπιδημοίη στρατιᾶς πλῆθος. [9] ἀπεδίδοντο γὰρ αὐτοῖς κατὰ γνώμην τὰ ὤνια πάντα. καὶ ἡνίκα μὲν ἀκμάζοι τὰ λήϊα, ἐς τὸ ἀκριβὲς διεφύλασσε μή τινι παριοῦσα ἡ ἵππος λυμήνηται. [10] τῶν δὲ ὡραίων ἐν τοῖς δένδροις ὄντων ἅψασθαι αὐτῶν οὐδενὶ τὸ παράπαν ἐξουσία ἐγίνετο. [11] καὶ μὴν καὶ σωφροσύνης ὑπερφυῶς μετεποιεῖτο: οὐδὲ γὰρ οὖν οὐδὲ ἄλλης ὅτι μὴ τῆς γεγαμημένης γυναικὸς ἥπτετο. [12] αἰχμαλώτους οὖν ἔκ τε Βανδίλων καὶ Γότθων ἑλὼν τοσαύτας τε τὸ πλῆθος καὶ τοιαύτας τὰ πρόσωπα, οἵας οὐδείς που ἀνθρώπων εἶδεν, οὔτε οἱ ἐς ὄψιν αὐτῶν τινα ἥκειν οὔτε ἄλλως ἐντυχεῖν εἴασεν. [13] ἦν δὲ πρὸς τοῖς ἄλλοις ἅπασιν ἀγχίνους τε διαφερόντως κἀν τοῖς ἀπόροις ἐπινοῆσαι τὰ βέλτιστα ἱκανώτατος. [14] ἐν μέντοι κινδύνοις πολέμου εὔψυχός τε ἦν ξὺν τῷ ἀσφαλεῖ καὶ ξὺν λογισμῷ εὐτολμότατος, ὀξύς τε καὶ μελλητὴς ἐν τῇ ἐπὶ τοὺς πολεμίους ἀεὶ ἐγχειρήσει, [15] κατὰ τὴν χρείαν ἑκάτερον. ἄνευ δὲ τούτων ἐν μὲν τοῖς δεινοῖς εὔελπίν τε τὴν διάνοιαν καὶ ταραχῆς παρείχετο κρείσσω, εὐημερῶν δὲ οὔτε ἐπῆρτο οὔτε ἐτρύφα: μεθύοντα γοῦν Βελισάριον οὐδείς ποτε εἶδεν. [16] Ὅσον μὲν οὖν χρόνον τοῦ Ῥωμαίων στρατοῦ ἔν τε Λιβύῃ καὶ Ἰταλίᾳ προὔστη, νικῶν τε διετέλει καὶ τὰ ἐν ποσὶν ἀεὶ κτώμενος. [17] ἐπεὶ δὲ ἐς Βυζάντιον μετάπεμπτος ἦλθεν, ἔτι μᾶλλον ἢ πρότερον αὐτοῦ ἡ ἀρετὴ ἐπὶ πλεῖστον ἐγνώσθη. [18] αὐτός τε γὰρ πάσῃ ἀρετ
ῇ προὔχων καὶ πλούτου μὲν πολλοῦ ἐξουσίᾳ, δυνάμει δὲ ὑπασπιστῶν τε καὶ δορυφόρων τοὺς πώποτε στρατηγοὺς ὑπεραίρων, φοβερός, ὡς τὸ εἰκός, ἄρχουσί τε πᾶσι καὶ στρατιώταις ἐγένετο. [19] ἀντιτείνειν τε γὰρ ἐπιτάττοντι, οἶμαι, οὐδεὶς ἐτόλμα, ἐπιτελῆ τε πράσσειν ὅσα ἐπιτάττοι οὐδαμοῦ ἀπηξίουν, τήν τε ἀρετὴν αἰσχυνόμενοι καὶ δεδιότες τὴν δύναμιν. [20] ἑπτακισχιλίους γὰρ ἱππέας ἐκ τῆς οἰκίας παρείχετο: ὧν δὴ ἀπόβλητος μὲν οὐδεὶς ἐγεγόνει, αὐτῶν δὲ ἕκαστος πρῶτός τε ἐν τῇ παρατάξει ἑστάναι καὶ προκαλεῖσθαι τοὺς τῶν πολεμίων ἀρίστους ἠξίουν. [21] Ῥωμαίων δὲ οἱ πρεσβύτεροι, ἡνίκα πρὸς Γότθων πολιορκούμενοι τὰ ποιούμενα ἐν ταῖς τοῦ πολέμου ξυμβολαῖς ἔβλεπον, ἐν θαύματι μεγάλῳ ποιούμενοι ἀνεφθέγγοντο ὡς οἰκία μία τὴν Θευδερίχου δύναμιν καταλύοι. [22] Βελισάριος μὲν οὖν τῷ τε ἀξιώματι καὶ τῇ γνώμῃ, ὥσπερ ἐρρήθη, δυνατὸς γεγονὼς τά τε ξυνοίσοντα τοῖς βασιλέως πράγμασιν ἐβουλεύετο καὶ τὰ δεδογμένα ἔπρασσεν ἀεὶ αὐτονόμῳ γνώμῃ. [23] οἱ δὲ ἄλλοι ἄρχοντες, ἴσοι μᾶλλον αὐτοὶ πρὸς ἀλλήλους ὄντες καὶ οὐδὲν ὅτι μὴ κέρδη οἰκεῖα ἐν νῷ ἔχοντες διαπράσσεσθαι, τούς τε Ῥωμαίους ληΐζεσθαι καὶ τοῖς στρατιώταις ἐνδιδόναι τοὺς κατηκόους ἤδη ἤρξαντο, καὶ οὔτε αὐτοὶ ἐφρόνουν τὰ δέοντα ἔτι οὔτε τοὺς στρατιώτας τῶν παραγγελλομένων ἐπακούοντας εἶχον. [24] διὸ δὴ πολλά τε αὐτοῖς ἡμαρτήθη καὶ τὰ πράγματα διεφθάρη Ῥωμαίοις ξύμπαντα ἐν χρόνῳ ὀλίγῳ. ἅπερ ἐγὼ ὅτῳ δὴ τρόπῳ ἐρῶν ἔρχομαι. [25] Ἐπειδὴ Βελισάριον ἐκ Ῥαβέννης ἀναστάντα ὁδῷ ἰέναι Ἰλδίβαδος ἐπύθετο, τούς τε βαρβάρους ξυνῆγεν ἀμφ̓ αὑτὸν ἅπαντας καὶ τῶν Ῥωμαίων στρατιωτῶν ὅσους νεώτερα πράγματα ἤρεσκε. [26] καὶ τῆς μὲν ἀρχῆς ὡς μάλιστα ἐπεμελεῖτο, ἀνασώσασθαι δὲ Γότθων τῷ γένει τὸ Ἰταλιωτῶν κράτος ἐν σπουδῇ ἐποιεῖτο. [27] κατ̓ ἀρχὰς μὲν οὖν οὐ πλέον ἢ χίλιοι αὐτῷ εἵποντο καὶ πόλιν μίαν Τικινὸν εἶχον, κατὰ βραχὺ δὲ προσεχώρησαν αὐτῷ ἅπαντες ὅσοι ἐν τῇ Λιγουρίᾳ καὶ Βενετίαις ἦσαν. [28] Ἦν δὲ Ἀλέξανδρός τις ἐν Βυζαντίῳ τοῖς δημοσίοις ἐφεστὼς λογισμοῖς: λογοθέτην τὴν τιμὴν ταύτην ἑλληνίζοντες καλοῦσι Ῥωμαῖοι. [29] οὗτος ἀεὶ τοῖς στρατιώταις τὴν εἰς τὸ δημόσιον ἐπεκάλει ζημίαν. τοιούτων δὲ ἀδικημάτων αὐτοὺς ὑπάγων, αὐτὸς μὲν ἔνδοξος ἐξ ἀδόξων ταχὺ γέγονεν, ἐκ πενήτων ἀτεχνῶς πλούσιος, ἀλλὰ καὶ βασιλεῖ χρήματα μεγάλα, εἴπερ τις ἄλλος, ἐπράξατο, τοὺς δὲ στρατιώτας ὀλίγους τε καὶ πτωχοὺς εἶναι καὶ ὀκνηρῶς εἰς τοὺς κινδύνους ἔχειν αἰτιώτατος ἐγένετο ἀνθρώπων ἁπάντων. [30] Βυζάντιοι δὲ αὐτὸν καὶ Ψαλίδιον ἐπίκλησιν ἐκάλουν, ὅτι δὴ αὐτῷ ῥᾴδιον ἦν ἀποτεμνομένῳ κύκλῳ τὸ χρυσοῦν νόμισμα ἔλασσον μὲν αὐτὸ ἐς ὅσον βούλοιτο ἐξεργάζεσθαι, φυλάσσειν δὲ καὶ ὣς τὸ κυκλοτερὲς σχῆμα ἐφ̓ οὗπερ τὸ πρότερον ἦν. [31] ψαλίδιον γὰρ τοῦτο καλοῦσι τὸ ὄργανον, ὅτῳ τις τὰ τοιαῦτα ἐργάζεται. τοῦτον βασιλεὺς τὸν Ἀλέξανδρον, ἐπειδὴ Βελισάριον μετεπέμψατο, [32] ἐς Ἰταλίαν πέμπει. ὁ δὲ γεγονὼς ἐν Ῥαβέννῃ λογισμοὺς προὔθηκε λόγον οὐκ ἔχοντας. τοὺς μὲν γὰρ Ἰταλιώτας οὔτε τῶν βασιλέως ἁψαμένους χρημάτων οὔτε τι ἄτοπον εἰς τὸ δημόσιον ὑπουργήσαντας ἐπὶ τὰς εὐθύνας ἐκάλει, τὴν ἐς Θευδέριχον καὶ τοὺς ἄλλους Γότθων ἄρχοντας ἀδικίαν ἐπικαλῶν, ἀναγκάζων τε ἀποτιννύναι, εἴ τι ἐκείνους ἐξαπατήσαντες, ὥσπερ αὐτὸς ἔφασκεν, [33] ἐκέρδαινον. τῶν δὲ στρατιωτῶν τά τε τραύματα καὶ τοὺς κινδύνους τῇ τῶν λογισμῶν μικρολογίᾳ παρὰ δόξαν ἠμείβετο. διὸ δὴ οἵ τε Ἰταλιῶται Ἰουστινιανῷ βασιλεῖ δύσνοι ἐγένοντο καὶ τῶν στρατιωτῶν οὐδεὶς ἔτι ἐς κίνδυνον πολέμου καθίστασθαι ἤθελεν, ἀλλ̓ ἐθελοκακοῦντες ἐπὶ μέγα χωρεῖν ἐποίουν ἀεὶ τοῖς πολεμίοις τὰ πράγματα. [34] Οἱ μὲν οὖν ἄλλοι ἄρχοντες διὰ ταῦτα ἡσυχῆ ἔμενον, Βιτάλιος δὲ μόνος ῾ἔτυχε γὰρ ἐν Βενετίοις ἄλλο τε πλῆθος στρατιᾶς ἔχων καὶ βαρβάρων Ἐρούλων πολύν τινα ὅμιλον̓ διὰ μάχης ἐλθεῖν Ἰλδιβάδῳ ἐτόλμησε, δείσας, ὅπερ ἐγένετο, μὴ ἐπὶ μέγα δυνάμεως χρόνῳ τῷ ὑστέρῳ αὐτὸν ἥκοντα οὐκέτι ἀναστέλλειν οἷοί τε ὦσι. [35] μάχης δὲ καρτερᾶς ἀμφὶ πόλιν Ταρβήσιον γενομένης Βιτάλιος παρὰ πολὺ ἡσσηθεὶς ἔφυγεν, ὀλίγους μέν τινας σώσας, τοὺς δὲ πολλοὺς αὐτοῦ ἀπολέσας. ἐν ταύτῃ τῇ μάχῃ Ἔρουλοί τε πολλοὶ πίπτουσι καὶ Οὐίσανδος ὁ τῶν Ἐρούλων ἀρχηγὸς θνήσκει. [36] Θευδιμοῦνδος δὲ ὁ Μαυρικίου τοῦ Μούνδου υἱός, μειράκιον ὢν ἔτι, ἐς κίνδυνον μὲν θανάτου ἦλθεν, ὅμως δὲ ξὺν Βιταλίῳ διέφυγεν. Ἰλδιβάδου τε ὄνομα ἐκ τοῦ ἔργου τούτου παρά τε βασιλέα ἦλθε καὶ πάντας ἀνθρώπους. [37] Ὕστερον δὲ Οὐραΐαν Ἰλδιβάδῳ προσκεκρουκέναι ξυνέπεσεν ἀπ̓ αἰτίας τοιᾶσδε. ἦν τῷ Οὐραΐᾳ γυνὴ πλούτῳ τε καὶ σώματος κάλλει τὰ πρωτεῖα φερομένη ἐν τούτοις δὴ τοῖς βαρβάροις πασῶν μάλιστα. [38] αὕτη ἐς τὸ βαλανεῖον κατῆλθέ ποτε, κόσμου τε περιβεβλημένη πολύ τι χρῆμα καὶ θεραπείαν ἐπαγομένη λόγου πολλοῦ ἀξίαν. [39] τήν τε Ἰλδιβάδου γυναῖκα ἐν ἱματίοις λιτοῖς ἐνταῦθα ἰδοῦσα, οὔτε ὡς ξυνοικοῦσαν βασιλεῖ προσεκύνησεν, ἀλλὰ καὶ ἄλλως ὑπεριδοῦσα ἐς αὐτὴν ὕβρισεν. ἔτι γὰρ Ἰλδίβαδος πενίᾳ ξυνῆν ὡς ἥκιστα βασιλικοῖς ἐντυχὼν χρήμασ�
�. [40] περιαλγὴς δὲ γενομένη τῆς ὕβρεως τῇ ἀτοπίᾳ τοῦ Ἰλδιβάδου γυνή, παρά τε τὸν ἄνδρα δεδακρυμένη ἦλθε καί οἱ ἀμῦναι τὰ ἀνήκεστα πρὸς τῆς Οὐραΐου γυναικὸς παθούσῃ ἠξίου. [41] διὸ δὴ τὰ μὲν πρῶτα Ἰλδίβαδος Οὐραΐαν ἐς τοὺς βαρβάρους διέβαλεν, ὡς δὴ ἐς τοὺς πολεμίους αὐτομολεῖν μέλλοι, ὀλίγῳ δὲ ὕστερον δόλῳ ἔκτεινε καὶ ἀπ̓ αὐτοῦ ἐς τὸ Γότθων ἔχθος ἐνέπεσε. [42] βουλομένοις γὰρ αὐτοῖς ὡς ἥκιστα ἦν οὕτως ἀνεπισκέπτως Οὐραΐαν ἐξ ἀνθρώπων ἀφανισθῆναι. πολλοί τε ἤδη ἐν σφίσιν αὐτοῖς ξυνιστάμενοι Ἰλδιβάδῳ ἅτε ἀνόσια εἰργασμένῳ ἐλοιδοροῦντο. τίσασθαι μέντοι τούτου δὴ τοῦ φόνου αὐτὸν οὐδεὶς ἤθελεν. [43] Ἦν δέ τις ἐν αὐτοῖς Οὐέλας, Γήπαις μὲν γένος, ἐς δὲ τὸ τῶν βασιλέως δορυφόρων ἀξίωμα ἥκων. [44] οὗτος ἀνήρ, μνησθεὶς γυναικὸς εὐπρεποῦς τὴν ὄψιν, ἐξαίσιόν τινα ἔρωτα ἤρα, ἐσταλμένου δὲ αὐτοῦ ἐπὶ τοὺς πολεμίους, ἐφ̓ ᾧ τινα ποιοίη ξὺν ἑτέροις τισὶν ἐπ̓ αὐτοὺς ἔφοδον, τὴν μνηστὴν ἑτέρῳ τῶν βαρβάρων τινὶ Ἰλδίβαδος, εἴτε ἀγνοίᾳ εἴτε τῳ ἄλλῳ ἠγμένος, ξυνῴκισεν. [45] ὡς δὲ ταῦτα ἐκ τοῦ στρατοπέδου ἐπανήκων Οὐέλας ἤκουσε, θυμοειδὴς ὢν φύσει, τὴν ἐκ τοῦ ἔργου ὕβριν οὐκ ἤνεγκεν, ἀλλὰ αὐτίκα κτεῖναι Ἰλδίβαδον ἔγνω, [46] χαριεῖσθαι Γότθοις ἅπασι ταύτῃ οἰόμενος. καί ποτε αὐτὸν Γότθων τοὺς ἀρίστους ἑστιῶντα τηρήσας τῇ ἐπιβουλῇ ἐπεχείρησεν. [47] ἀριστῶντα γὰρ τὸν βασιλέα πολλούς τε ἄλλους καὶ τοὺς δορυφόρους περιίστασθαι νόμος. ὁ μὲν οὖν τὴν χεῖρα ἐπιβαλὼν ἐς τὰ βρώματα ἐπὶ τῆς στιβάδος πρηνὴς ἔκειτο, Οὐέλας δὲ αὐτοῦ ἄφνω τῷ ξίφει τὸν τράχηλον παίει. [48] ὥστε, τῶν βρωμάτων ἔτι ἐχομένων ἐν τοῖς τοῦ ἀνθρώπου δακτύλοις, ἡ κεφαλὴ εἰς τὴν τράπεζαν καταρραγεῖσα ἐξέπληξέ τε καὶ ἐς θάμβος τι μέγα τοὺς παρόντας ἤνεγκεν ἅπαντας. [49] αὕτη μὲν τίσις Ἰλδίβαδον περιῆλθε τοῦ Οὐραΐα φόνου. καὶ ὁ χειμὼν ἔληγε, καὶ τὸ ἕκτον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψεν.

 

‹ Prev