Delphi Complete Works of Procopius
Page 240
Τουτίλας οὐ πολλῷ πρότερον παρὰ τῶν Φράγγων τὸν ἄρχοντα πέμψας, τὴν παῖδά οἱ γυναῖκα ἐδεῖτο γαμετὴν δοῦναι. [2] ὁ δὲ τὴν αἴτησιν ἀπεσείσατο, Ἰταλίας αὐτὸν οὔτε εἶναι οὔτε ἔσεσθαί ποτε βασιλέα φάσκων, ὅς γε Ῥώμην ἑλὼν ἔχεσθαι μὲν αὐτῆς οὐδαμῆ ἴσχυσε, μοῖραν δὲ αὐτῆς καθελὼν τοῖς πολεμίοις μεθῆκεν αὖθις. [3] διὸ δὴ τὰ ἐπιτήδεια ἐν τῷ παρόντι ἐς αὐτὴν ἐσκομίζεσθαι διὰ σπουδῆς εἶχε καὶ ἀνοικοδομεῖσθαι ὅτι ταχιστα πάντα ἐκέλευεν, ὅσα καθελών τε καὶ πυρπολήσας αὐτὸς ἔτυχεν, ἡνίκα Ῥώμην τὸ πρότερον εἷλε: τῶν τε Ῥωμαίων τοὺς ἐκ τῆς συγκλήτου βουλῆς καὶ τοὺς ἄλλους ἅπαντας οὕσπερ ἐπὶ Καμπανίας ἐφύλασσε μετεπέμπετο. [4] ἐνταῦθά τε ἀγῶνα τὸν ἱππικὸν θεασάμενος, τὴν στρατιὰν ἡτοίμαζε πᾶσαν, ὡς ἐπὶ Σικελίαν στρατεύσων. [5] ἅμα δὲ καὶ τὰ μακρὰ πλοῖα τετρακόσια ὡς ἐς ναυμαχίαν ἐν παρασκευῇ ἐποιεῖτο, καὶ στόλον νεῶν μεγάλων τε καὶ πολλῶν ἄγαν, ἅσπερ ἐκ βασιλέως ἐκ τῆς ἑῴας ἐνταῦθα σταλείσας αὐτοῖς ἀνδράσι τε καὶ φορτίοις πάντα τοῦτον τὸν χρόνον ἑλὼν ἔτυχε. [6] Στέφανόν τε ἄνδρα Ῥωμαῖον παρὰ βασιλέα πρεσβευτὴν ἔπεμψε, τὸν μὲν πόλεμον τόνδε καταλύειν αἰτῶν, ἐνσπόνδους δὲ Γότθους ποιεῖσθαι, ἐφ̓ ᾧ δὴ αὐτῷ ξυμμαχήσουσιν ἐπὶ πολεμίους τοὺς ἄλλους ἰόντι. [7] βασιλεὺς δὲ Ἰουστινιανὸς οὔτε τὸν πρεσβευτήν οἱ ἐς ὄψιν ἐλθεῖν ξυνεχώρησεν οὔτε τινὰ τῶν λεγομένων ἐντροπὴν τὸ παράπαν πεποίηται. [8] Ἅπερ ἐπεὶ Τουτίλας ἤκουσεν, αὖθις τὰ ἐς τὸν πόλεμον ἐν παρασκευῇ ἐποιεῖτο. ξύμφορον δέ οἱ ἔδοξεν εἶναι, Κεντουκελλῶν ἀποπειρασαμένῳ πρότερον οὕτω δὴ ἐπὶ Σικελίαν ἰέναι. [9] ἦρχε δὲ τότε τοῦ ἐνταῦθα φυλακτηρίου Διογένης, ὁ Βελισαρίου δορυφόρος, δύναμιν ἀξιόχρεων ξὺν αὑτῷ ἔχων. [10] καὶ ὁ μὲν Γότθων στρατός, ἐπειδὴ ἐς Κεντουκέλλας ἀφίκοντο, ἄγχιστα τοῦ περιβόλου ἐνστρατοπεδευσάμενοι ἐς πολιορκίαν καθίσταντο. [11] πρέσβεις δὲ πέμψας παρὰ Διογένην ὁ Τουτίλας αὐτόν τε προὐκαλεῖτο καὶ τοὺς ἀμφ̓ αὐτὸν στρατιώτας, ἢν μὲν σφίσι βουλομένοις ᾖ μάχῃ πρὸς αὐτοὺς διακρίνεσθαι, ἔργου ἔχεσθαι αὐτίκα δὴ μάλα. [12] ἐν ἐλπίδι τε παρῄνει μηδεμιᾷ ἔχειν, δύναμιν ἑτέραν τινὰ ἐκ βασιλέως σφίσιν ἀφίξεσθαι: [13] ἀδύνατον γὰρ Ἰουστινιανὸν τὸ λοιπὸν εἶναι πόλεμον πρὸς Γότθους τόνδε διενεγκεῖν, εἴ τῳ ἱκανὰ τεκμηριῶσαι τὰ χρόνου τοσούτου ἐπὶ τῆς Ῥώμης ξυμβάντα. [14] αἵρεσιν οὖν προὐτείνετο ἑλέσθαι ὁποτέραν ἂν αὐτοὶ βούλοιντο, ἢ ἐπὶ τῇ ἴσῃ καὶ ὁμοίᾳ τῷ Γότθων στρατῷ ἀναμίγνυσθαι, ἢ κακῶν ἀπαθέσιν ἐνθένδε ἀπαλλασσομένοις ἐπὶ Βυζαντίου κομίζεσθαι. [15] Ῥωμαῖοι δὲ καὶ Διογένης οὔτε μάχῃ διακρίνεσθαι βουλομένοις σφίσιν αὐτοῖς ἔφασκον εἶναι οὔτε μέντοι ἀναμίγνυσθαι τῷ Γότθων στρατῷ, ἐπεὶ παίδων τε καὶ γυναικῶν τῶν σφετέρων χωρὶς βιοτεύειν οὐκ ἂν δύναιντο. [16] πόλιν δέ, ἧσπερ φυλακὴν ἔχουσιν, ἐν μὲν τῷ παρόντι λόγῳ τινὶ εὐπρεπεῖ ἐνδοῦναι οὐδαμῆ ἔχειν, ἐπεὶ οὐδέ τις σκῆψις αὐτοῖς, ἄλλως τε καὶ παρὰ βασιλέα στέλλεσθαι βουλομένοις, τανῦν πάρεστιν: [17] ἐς χρόνον δὲ ἀναβαλέσθαι τινὰ τὴν πρᾶξιν ἐδέοντο, ἐφ̓ ᾧ βασιλεῖ μὲν ἐν τούτῳ τὰ σφίσι παρόντα σημήνωσιν, οὐδεμιᾶς δὲ μεταξὺ βοηθείας ἐκ βασιλέως ἐνταῦθα ἰούσης οὕτω δὴ ἀπαλλάσσοιντο, Γότθοις μὲν τὴν πόλιν ἐνδόντες, οὐκ ἀπροφάσιστον δὲ αὐτοὶ τὴν ἀναχώρησιν ποιησάμενοι. [18] ταῦτα ἐπεὶ Τουτίλαν ἤρεσκε, τακτὴ ἡμέρα ξυνέκειτο, ἄνδρες δὲ τριάκοντα ἑκατέρωθεν ἐν ὁμήρων λόγῳ ἐπὶ τῇ ὁμολογίᾳ δέδονται ταύτῃ καὶ Γότθοι τὴν προσεδρείαν διαλύσαντες ἐπὶ Σικελίας ἐχώρησαν. [19] Ἐπεὶ δὲ ἀφίκοντο ἐς τὸ Ῥήγιον, οὐ πρότερον διέβησαν τὸν τῇδε πορθμόν, ἕως φρουρίου τοῦ ἐν Ῥηγίῳ ἀπεπειράσαντο. [20] ἦρχον δὲ τοῦ ἐνταῦθα φυλακτηρίου Θουριμούθ τε καὶ Ἱμέριος, οὕσπερ Βελισάριος ἐνταῦθα καταστησάμενος ἔτυχεν. [21] οἵπερ ἐπεὶ πολλούς τε καὶ ἀρίστους ξὺν αὑτοῖς εἶχον, τειχομαχοῦντάς τε ἀπεκρούσαντο τοὺς πολεμίους καὶ ἐπεξελθόντες τὸ πλέον ἐν ξυμβολῇ ἔσχον. [22] ὕστερον μέντοι πλήθει τῶν ἐναντίων παρὰ πολὺ ἐλασσούμενοι ἐντὸς τοῦ περιβόλου κατακλεισθέντες ἡσύχαζον. [23] Τουτίλας δὲ μοῖραν μὲν τοῦ Γότθων στρατοῦ αὐτοῦ εἴασε φρουρᾶς ἕνεκα, τῶν ἐπιτηδείων τῇ ἀπορίᾳ χρόνῳ ὑστέρῳ ἐξαιρήσειν καραδοκῶν τοὺς ταύτῃ Ῥωμαίους, ἐς δὲ Ταραντηνοὺς στράτευμα πέμψας τὸ ἐκείνῃ φρούριον παρεστήσατο οὐδενὶ πόνῳ: καὶ Γότθοι δὲ οὕσπερ ἐλίπετο ἐν Πικηνῶν τῇ χώρᾳ πόλιν Ἀρίμινον τηνικάδε προδοσίᾳ εἷλον. [24] Ταῦταἀκούσας Ἰουστινιανὸς βασιλεὺς Γερμανὸν τὸν ἀνεψιὸν τὸν αὑτοῦ αὐτοκράτορα ἐβούλευσε πολέμου τοῦ πρὸς Γότθους τε καὶ Τουτίλαν καταστήσασθαι, καί οἱ ἐν παρασκευῇ ἐπέστελλεν εἶναι. ἐπεί τε ὁ περὶ τούτου λόγος ἐς Ἰταλίαν ἦλθε, Γότθοι μὲν ἐν φροντίδι μεγάλῃ ἐγένοντο: δεξιὰ γάρ τις ἡ ἀμφὶ Γερμανῷ δόξα ἐς πάντας ἀνθρώπους οὖσα ἐτύγχανεν. [25] εὐέλπιδες δὲ Ῥωμαῖοί τε γεγενημένοι εὐθὺς ἅπαντες καὶ οἱ τοῦ βασιλέως στρατοῦ τῷ τε κινδύνῳ καὶ τῇ ταλαιπωρίᾳ πολλῷ ἔτι μᾶλλον ἀντεῖχον. [26] ἀλλὰ βασιλεὺς οὐκ οἶδα ὅπως μεταμαθὼν Λιβέριον ἄνδρα Ῥωμαῖον, οὗπερ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐμνήσθην, ἐς τὸ ἔργον καταστήσασθαι ἀντὶ Γερμανοῦ ἔγνω.
[27] καὶ ὁ μὲν παρασκευασάμενος ὡς τάχιστα, ὅτι δὴ αὐτίκα ξὺν στρατῷ ἀποπλεύσει ἐπίδοξος ἦν. ἀλλ̓ ἐπεὶ βασιλεῖ μετέμελεν αὖθις, ἡσυχῆ καὶ αὐτὸς ἔμενε. [28] τότε δὴ Βῆρος ξὺν ἀνδράσιν οὓς ἀγείρας μαχιμωτάτους ἀμφ̓ αὑτὸν ἔτυχε Γότθοις τοῖς ἐν Πικηνῷ οὖσιν ἐς χεῖρας ἐλθὼν πόλεως Ῥαβέννης οὐ πολλῷ ἄποθεν, τῶν τε ἑπομένων πολλοὺς ἀποβάλλει καὶ αὐτὸς θνήσκει, ἀνὴρ ἀγαθὸς ἐν τῷ πόνῳ τούτῳ γενόμενος.
Ὑπὸ τοῦτον τὸν χρόνον στράτευμα Σκλαβηνῶν οὐ πλέον ἢ ἐς τρισχιλίους ἀγηγερμένοι, ποταμόν τε Ἴστρον, οὐδενὸς σφίσιν ἀντιστατοῦντος, διέβησαν, καὶ πόνῳ οὐδενὶ ποταμὸν Εὗρον εὐθὺς διαβάντες δίχα ἐγένοντο. [2] εἶχε δὲ αὐτῶν ἁτέρα μὲν συμμορία ὀκτακοσίους τε καὶ χιλίους, ἡ δὲ δὴ ἑτέρα τοὺς καταλοίπους. [3] ἑκατέροις μὲν οὖν καίπερ ἀλλήλων ἀπολελειμμένοις ἐς χεῖρας ἐλθόντες οἱ τοῦ Ῥωμαίων στρατοῦ ἄρχοντες ἔν τε Ἰλλυριοῖς καὶ Θρᾳξίν, ἡσσήθησάν τε ἐκ τοῦ ἀπροσδοκήτου καὶ οἱ μὲν αὐτοῦ διεφθάρησαν, οἱ δὲ κόσμῳ οὐδενὶ διαφυγόντες ἐσώθησαν. [4] ἐπεὶ δὲ οἱ στρατηγοὶ πάντες οὕτω παῤ ἑκατέρων τῶν βαρβαρικῶν στρατοπέδων, καίπερ ἐλασσόνων παρὰ πολὺ ὄντων, ἀπήλλαξαν, Ἀσβάδῳ ἡ ἑτέρα τῶν πολεμίων ξυμμορία ξυνέμιξεν. [5] ἦν δὲ οὗτος ἀνὴρ βασιλέως μὲν Ἰουστινιανοῦ δορυφόρος, ἐπεὶ ἐς τοὺς Κανδιδάτους καλουμένους τελῶν ἔτυχε, τῶν δὲ ἱππικῶν καταλόγων ἦρχεν οἳ ἐν Τζουρουλῷ τῷ ἐν Θρᾴκῃ φρουρίῳ ἐκ παλαιοῦ ἵδρυνται, [6] πολλοί τε καὶ ἄριστοι ὄντες. καὶ αὐτοὺς οἱ Σκλαβηνοὶ τρεψάμενοι οὐδενὶ πόνῳ πλείστους μὲν αἰσχρότατα φεύγοντας ἔκτειναν, Ἄσβαδον δὲ καταλαβόντες ἐν μὲν τῷ παραυτίκα ἐζώγρησαν, ὕστερον δὲ αὐτὸν ἐς πυρὸς ἐμβεβλημένον φλόγα ἔκαυσαν, ἱμάντας πρότερον ἐκ τοῦ νώτου τοῦ ἀνθρώπου ἐκδείραντες. [7] ταῦτα διαπεπραγμένοι τὰ χωρία ξύμπαντα, τά τε Θρᾳκῶν καὶ Ἰλλυριῶν, ἀδεέστερον ἐληΐζοντο, καὶ φρούρια πολλὰ πολιορκίᾳ ἑκάτεροι εἷλον, οὔτε τειχομαχήσαντες πρότερον, οὔτε ἐς τὸ πεδίον καταβῆναι τολμήσαντες, ἐπεὶ οὐδὲ γῆν τὴν Ῥωμαίων καταθεῖν ἐγκεχειρήκασι αἱ βάρβαροι οὗτοι πώποτε. [8] οὐ μὴν οὐδὲ στρατῷ ποταμὸν Ἴστρον φαίνονται διαβεβηκότες ἐκ τοῦ παντὸς χρόνου, πλήν γε δὴ ἐξ ὅτου μοι ἔμπροσθεν εἴρηται. [9] Οὗτοι δὲ οἱ τὸν Ἄσβαδον νενικηκότες μέχρι ἐς θάλασσαν ληϊσάμενοι ἐφεξῆς ἅπαντα καὶ πόλιν ἐπιθαλασσίαν τειχομαχήσαντες εἷλον, καίπερ στρατιωτῶν φρουρὰν ἔχουσαν, Τόπηρον ὄνομα: ἣ πρώτη μὲν Θρᾳκῶν τῶν παραλίων ἐστί, τοῦ δὲ Βυζαντίου διέχει ὁδῷ ἡμερῶν δυοκαίδεκα. [10] εἷλον δὲ αὐτὴν τρόπῳ τοιῷδε. οἱ μὲν πλεῖστοι ἐν δυσχωρίαις πρὸ τοῦ περιβόλου σφᾶς αὐτοὺς ἔκρυψαν, ὀλίγοι δέ τινες ἀμφὶ τὰς πύλας γενόμενοι αἳ πρὸς ἀνίσχοντά εἰσιν ἥλιον, τοὺς ἐν ταῖς ἐπάλξεσι Ῥωμαίους ἠνώχλουν. [11] ὑποτοπήσαντες δὲ οἱ στρατιῶται ὅσοι τὸ ἐνταῦθα φυλακτήριον εἶχον οὐ πλείους αὐτοὺς ἢ ὅσοι καθεωρῶντο εἶναι, ἀνελόμενοι αὐτίκα τὰ ὅπλα ἐξίασιν ἐπ̓ αὐτοὺς ἅπαντες. [12] οἱ δὲ βάρβαροι ὀπίσω ἀνέστρεφον, δόκησιν παρεχόμενοι τοῖς ἐπιοῦσιν ὅτι δὴ αὐτοὺς κατωρρωδηκότες ἐς ὑπαγωγὴν χωροῦσι: καὶ οἱ Ῥωμαῖοι ἐς τὴν δίωξιν ἐκπεπτωκότες πόρρω που τοῦ περιβόλου ἐγένοντο. [13] ἀναστάντες οὖν οἱ ἐκ τῶν ἐνεδρῶν κατόπισθέν τε τῶν διωκόντων γενόμενοι ἐσιτητὰ σφίσιν ἐς τὴν πόλιν οὐκέτι ἐποίουν. [14] ἀναστρέψαντες δὲ καὶ οἱ φεύγειν δοκοῦντες ἀμφιβόλους ἤδη τοὺς Ῥωμαίους πεποίηνται. οὓς δὴ ἅπαντας οἱ βάρβαροι διαφθείραντες τῷ περιβόλῳ προσέβαλον. [15] οἱ δὲ τῆς πόλεως οἰκήτορες τῶν στρατιωτῶν τῆς δυνάμεως ἐστερημένοι, γίνονται μὲν ἐν ἀμηχανίᾳ πολλῇ, καὶ ὣς δὲ τοὺς ἐπιόντας ἐκ τῶν παρόντων ἠμύνοντο. [16] καὶ πρῶτα μὲν ἔλαιόν τε καὶ πίσσαν ἐπὶ πλεῖστον θερμήναντες τῶν τειχομαχούντων κατέχεον, καὶ λίθων βολαῖς πανδημεὶ ἐς αὐτοὺς χρώμενοι τοῦ ἀπεῶσθαι τὸν κίνδυνον οὐ μακράν που ἐγένοντο. [17] ἔπειτα δὲ αὐτοὺς πλήθει βελῶν οἱ βάρβαροι βιασάμενοι ἐκλιπεῖν τε τὰς ἐπάλξεις ἠνάγκασαν καὶ κλίμακας τῷ περιβόλῳ ἐρείσαντες κατὰ κράτος τὴν πόλιν εἷλον. [18] ἄνδρας μὲν οὖν ἐς πεντακισχιλίους τε καὶ μυρίους εὐθὺς ἅπαντας ἔκτειναν καὶ πάντα τὰ χρήματα ἐληΐσαντο, παῖδας δὲ καὶ γυναῖκας ἐν ἀνδραπόδων πεποίηνται λόγῳ. [19] καίτοι τὰ πρότερα οὐδεμιᾶς ἡλικίας ἐφείσαντο, ἀλλ̓ αὐτοί τε καὶ ἡ συμμορία ἡ ἑτέρα, ἐξ ὅτου δὴ τῇ Ῥωμαίων ἐπέσκηψαν χώρᾳ, τοὺς παραπίπτοντας ἡβηδὸν ἅπαντας ἔκτεινον. ὥστε γῆν ἅπασαν, ἥπερ Ἰλλυριῶν τε καὶ Θρᾳκῶν ἐστί, νεκρῶν ἔμπλεων ἐπὶ πλεῖστον ἀτάφων γενέσθαι. [20] Ἔκτεινον δὲ τοὺς παραπίπτοντας οὔτε ζίφει οὔτε δόρατι οὔτε τῳ ἄλλῳ εἰωθότι τρόπῳ, ἀλλὰ σκόλοπας ἐπὶ τῆς γῆς πηξάμενοι ἰσχυρότατα, ὀξεῖς τε αὐτοὺς ἐς τὰ μάλιστα ποιησάμενοι, ἐπὶ τούτων ξὺν βίᾳ πολλῇ τοὺς δειλαίους ἐκάθιζον, τήν τε σκολόπων ἀκμὴν γλουτῶν κατὰ μέσον ἐνείροντες ὠθοῦντές τε ἄχρι ἐς τῶν ἀνθρώπων τὰ ἔγκατα, οὕτω δὴ αὐτοὺς διαχρήσασθαι ἠξίουν. [21] καὶ ξύλα δὲ παχέα τέτταρα ἐπὶ πλεῖστον ἐς γῆν κατορύξαντες οἱ βάρβαροι οὗτοι, ἐπ̓ αὐτῶν τε χεῖράς τε καὶ πόδας τῶν ἡλωκότων δεσμεύοντες, εἶτα ῥοπάλοις αὐτοὺς κατὰ κόρρης ἐνδελεχέστατα παίοντες, ὡς δὴ κύνας ἢ ὄφεις ἢ ἄ�
�λο τι θηρίον διέφθειρον. [22] ἄλλους δὲ ξύν τε βουσὶ καὶ προβάτοις, ὅσα δὴ ἐπάγεσθαι ἐς τὰ πάτρια ἤθη ὡς ἥκιστα εἶχον, ἐν τοῖς δωματίοις καθείρξαντες, οὐδεμιᾷ φειδοῖ ἐνεπίμπρασαν. οὕτω μὲν Σκλαβηνοὶ τοὺς ἐντυχόντας ἀεὶ ἀνῄρουν. [23] ἀλλὰ νῦν αὐτοί τε καὶ οἱ τῆς ἑτέρας συμμορίας, ὥσπερ τῷ τῶν αἱμάτων μεθύοντες πλήθει, ζωγρεῖν τὸ ἐνθένδε ἠξίουν τῶν παραπεπτωκότων τινάς, καὶ ἀπ̓ αὐτοῦ μυριάδας αἰχμαλώτων ἐπαγόμενοι ἀριθμοῦ κρείσσους ἐπ̓ οἴκου ἀπεκομίσθησαν ἅπαντες.