Ἐπεὶ δὲ ἀφικόμεθα ἐνταῦθα τοῦ λόγου, ἀναγράψασθαι οὔ μοι ἀπὸ καιροῦ ἔδοξεν εἶναι ὅσα δὴ ἀμφὶ τοῖς ὁρίοις τῆς τε Ἀσίας καὶ τῆς Εὐρώπης διαμάχονται πρὸς ἀλλήλους οἱ ταῦτα δεινοί. [2] λέγουσι μὲν γάρ τινες αὐτῶν τὰ ἠπείρω ταύτα διορίζειν ποταμὸν Τάναϊν, ἀπισχυριζόμενοι μὲν χρῆναι τὰς τομὰς φυσικὰς εἶναι, τεκμηριούμενοι δὲ ὡς ἡ μὲν θάλασσα προϊοῦσα ἐκ τῶν ἑσπερίων ἐπὶ τὴν ἑῴαν φέρεται μοῖραν, ποταμὸς δὲ Τάναις ἐκ τῶν ἀρκτῴων φερόμενος ἐς ἄνεμον νότον μεταξὺ ταῖν ἠπείροιν χωρεῖ: ἔμπαλιν δὲ τὸν Αἰγύπτιον Νεῖλον ἐκ μεσημβρίας ἰόντα πρὸς βορρᾶν ἄνεμον Ἀσίας τε καὶ Λιβύης μεταξὺ φέρεσθαι. [3] ἄλλοι δὲ ἀπ̓ ἐναντίας αὐτοῖς ἰόντες οὐχ ὑγιᾶ τὸν λόγον ἰσχυρίζονται εἶναι. λέγουσι γὰρ ὡς τὰ μὲν ἠπείρω ταύτα τὸ ἐξ ἀρχῆς ὅ τε ἐν Γαδείροις διορίζει πορθμὸς ἀπ̓ Ὠκεανοῦ ἐξιὼν καὶ ἡ προϊοῦσα ἐνθένδε θάλασσα, καὶ τὰ μὲν τοῦ πορθμοῦ καὶ τῆς θαλάσσης ἐν δεξιᾷ Λιβύη τε καὶ Ἀσία ὠνόμασται, τὰ δὲ ἐν ἀριστερᾷ πάντα Εὐρώπη ἐκλήθη μέχρι που ἐς λήγοντα τὸν Εὔξεινον καλούμενον Πόντον. [4] Τούτων δὲ δὴ τοιούτων ὄντων ὁ μὲν Τάναϊς ποταμὸς ἐν γῇ τῆς Εὐρώπης τικτόμενος ἐκβάλλει ἐς Λίμνην τὴν Μαιώτιδα, ἡ δὲ Λίμνη ἐς τὸν Εὔξεινον Πόντον τὰς ἐκβολὰς ποιεῖται οὔτε λήγοντα οὔτε μὴν κατὰ μέσον, ἀλλ̓ ἔτι πρόσω. [5] τὰ δὲ εὐώνυμα τούτου δὴ τοῦ Πόντου τῇ τῆς Ἀσίας λογίζεται μοίρα. χωρὶς δὲ τούτων ποταμὸς Τάναϊς ἐξ ὀρέων τῶν Ῥιπαίων καλουμένων ἔξεισιν, ἅπερ ἐν γῇ τῇ Εὐρώπῃ ἐστίν, ὥσπερ καὶ αὐτοὶ οἱ ταῦτα ἐκ παλαιοῦ ἀναγραψάμενοι ὁμολογοῦσι. [6] τούτων δὲ τῶν Ῥιπαίων ὀρῶν τὸν Ὠκεανὸν ὡς ἀπωτάτω ξυμβαίνει εἶναι. τὰ τοίνυν αὐτῶν τε καὶ Τανάϊδος ποταμοῦ ὄπισθεν ξύμπαντα Εὐρωπαῖα ἐφ̓ ἑκάτερα ἐπάναγκες εἶναι. [7] πόθεν οὖν ἄρα ποτὲ ἄρχεται ἤπειρον ἑκατέραν διορίζειν ὁ Τάναϊς οὐ ῥᾴδιον εἶναι εἰπεῖν. ἢν δέ τινα ποταμὸν διορίζειν ἄμφω τὰ ἠπείρω λεκτέον, [8] οὗτος δὴ ἐκεῖνος ὁ Φᾶσις ἂν εἴη. καταντικρὺ γὰρ πορθμοῦ τοῦ ἐν Γαδείροις φερόμενος ταῖν ἠπείροιν κατὰ μέσον χωρεῖ, ἐπεὶ ὁ μὲν πορθμὸς ἐξ Ὠκεανοῦ ἐξιὼν θάλασσαν τήνδε ἀπεργαζόμενος τὰ ἠπείρω ταῦτα ἐφ̓ ἑκάτερα ἔχει, ὁ δὲ Φᾶσις κατ̓ αὐτόν που λήγοντα μάλιστα ἰὼν τὸν Εὔξεινον Πόντον ἐς τοῦ μηνοειδοῦς τὰ μέσα ἐκβάλλει, τὴν τῆς γῆς ἐκτομὴν ἀπὸ τῆς θαλάσσης διαφανῶς ἐκδεχόμενος. [9] ταῦτα μὲν οὖν ἑκάτεροι προτεινόμενοι διαμάχονται. Ὡς δὲ οὐ μόνος ὁ πρότερος λόγος, ἀλλὰ καὶ οὗτος, ὅνπερ ἀρτίως ἐλέγομεν, μήκει τε χρόνου κεκόμψευται καὶ ἀνδρῶν τινῶν παλαιοτάτων δόξῃ, ἐγὼ δηλώσω, ἐκεῖνο εἰδὼς ὡς ἐκ τοῦ ἐπὶ πλεῖστον ἄνθρωποι ἅπαντες, ἤν τινος φθάσωσι λόγου ἀρχαίου πεποιημένοι τὴν μάθησιν, οὐκέτι ἐθέλουσι τῇ τῆς ἀληθείας ζητήσει ἐμφιλοχωροῦντες ταλαιπωρεῖν, οὐδὲ νεωτέραν τινὰ μεταμαθεῖν ἀμφ̓ αὐτῷ δόξαν, ἀλλὰ ἀεὶ αὐτοῖς τὸ μὲν παλαιότερον ὑγιές τε δοκεῖ καὶ ἔντιμον εἶναι, τὸ δὲ κατ̓ αὐτοὺς εὐκαταφρόνητον νομίζεται εἶναι καὶ ἐπὶ τὸ γελοιῶδες χωρεῖ. [10] πρὸς δὲ τούτοις τανῦν οὐ περὶ νοερῶν ἢ νοητῶν τινὸς ἢ ἀφανῶν ἄλλως γίγνεται ζήτησις, ἀλλὰ περὶ ποταμοῦ τε καὶ χώρας: ἅπερ ὁ χρόνος οὔτε ἀμείβειν οὔτε πη ἀποκρύψασθαι ἴσχυσεν. [11] ἥ τε γὰρ πεῖρα ἐγγὺς καὶ ἡ ὄψις ἐς μαρτυρίαν ἱκανωτάτη, οὐδέν τε παρεμποδισθήσεσθαι οἶμαι τοῖς τὸ ἀληθὲς εὑρέσθαι ἐν σπουδῇ ἔχουσιν. [12] ὁ τοίνυν Ἁλικαρνασεὺς Ἡρόδοτος ἐν τῇ τῶν ἱστοριῶν τετάρτῃ φησὶ μίαν μὲν εἶναι τὴν γῆν ξύμπασαν, νομίζεσθαι δὲ εἰς μοίρας τε καὶ προσηγορίας τρεῖς διαιρεῖσθαι, Λιβύην τε καὶ Ἀσίαν καὶ Εὐρώπην. [13] καὶ αὐτῶν Λιβύης μὲν καὶ τῆς Ἀσίας Νεῖλον τὸν Αἰγύπτιον ποταμὸν μεταξὺ φέρεσθαι, τὴν δὲ δὴ Ἀσίαν τε καὶ Εὐρώπην διορίζειν τὸν Κόλχον Φᾶσιν. εἰδὼς δέ τινας ἀμφὶ Τανάϊδι ποταμῷ ταῦτα οἴεσθαι, καὶ τοῦτο ἐν ὑστέρῳ ἐπεῖπε. [14] καί μοι οὐκ ἀπὸ καιροῦ ἔδοξεν εἶναι αὐτὰ τοῦ Ἡροδότου τὰ γράμματα τῷ λόγῳ ἐνθεῖναι ὧδέ πη ἔχοντα: ‘Οὐδὲ ἔχω συμβαλέσθαι ἀπὸ τοῦ μιῇ ἐούσῃ γῇ ὀνόματα τριφάσια κέαται, ἐπωνυμίην ἔχοντα γυναικῶν, καὶ ὁρίσματα αὐτῇ Νεῖλός τε ὁ Αἰγύπτιος ποταμὸς ἐτέθη καὶ Φᾶσις ὁ Κόλχος. [15] οἱ δὲ Τάναϊν ποταμὸν τὸν Μαιήτην καὶ πορθμήια τὰ Κιμμέρια λέγουσιν.’ ἀλλὰ καὶ ὁ τραγῳδοποιὸς Αἰσχύλος ἐν Προμηθεῖ τῷ Λυομένῳ εὐθὺς ἀρχόμενος τῆς τραγῳδίας τὸν ποταμὸν Φᾶσιν τέρμονα καλεῖ γῆς τε τῆς Ἀσίας καὶ τῆς Εὐρώπης. [16] Κἀκεῖνο δέ μοι ἐν τῷ παρόντι εἰρήσεται, ὡς τούτων δὴ τῶν τὰ τοιαῦτα σοφῶν οἱ μὲν τὴν Μαιῶτιν οἴονται Λίμνην ἀπεργάζεσθαι τὸν Εὔξεινον Πόντον, καὶ αὐτοῦ τὸ μὲν ἐν ἀριστερᾷ, τὸ δὲ ἐν δεξιᾷ τῆς Λίμνης χωρεῖν, μητέρα τε διὰ τοῦτο τοῦ Πόντου καλεῖσθαι τὴν Λίμνην. [17] ταῦτά τέ φασι τεκμηριούμενοι, ὅτι δὴ ἐκ τοῦ καλουμένου Ἱεροῦ ἡ τούτου δὴ τοῦ Πόντου ἐκροὴ ἐπὶ Βυζαντίου καθάπερ τις ποταμὸς κάτεισι, καὶ ἀπ̓ αὐτοῦ πέρας εἶναι τοῦτο τοῦ Πόντου οἴονται [18] οἱ δὲ τοῦ λόγου κατηγοροῦντες ἀποφαίνουσιν ὅτι δὴ μία τις ἐξ Ὠκεανοῦ ξύμπασα ἡ θάλασσα οὖσα καὶ οὐδαμῆ ἑτέρωθι ἀπολήγουσα ἐς γῆν τὴν Λαζῶν κατατείνει, πλήν γε εἰ μή τις, φασί, τὸ ἐν τοῖς ὀνόμασι διάλλασσον ἑτερότητα εἴπῃ, ὅτι δὴ τὸ ἐνθένδε �
�� θάλασσα Πόντος ὠνόμασται. [19] Εἰ δὲ τὰ ῥεύματα ἐκ τοῦ Ἱεροῦ καλουμένου κάτεισιν ἐς Βυζάντιον, οὐδὲν τοῦτο πρᾶγμα. τὰ γὰρ ἐν πορθμοῖς ἅπασι ξυμπίπτοντα πάθη οὐδενὶ λόγῳ φαίνεται εἴκοντα, οὐδέ τις αὐτὰ φράσαι πώποτε ἱκανὸς γέγονεν. [20] ἀλλὰ καὶ ὁ Σταγειρίτης Ἀριστοτέλης, σοφὸς ἀνὴρ ἐν τοῖς μάλιστα, ἐν Χαλκίδι τῇ τῆς Εὐβοίας τούτου δὴ ἕνεκα γεγονώς, κατανοῶν τε τὸν ταύτῃ πορθμόν, ὅνπερ Εὔριπον ὀνομάζουσι, καὶ λόγον τὸν φυσικὸν ἐς τὸ ἀκριβὲς διερευνᾶσθαι βουλόμενος, ὅπως δὴ καὶ ὅντινα τρόπον ἐνίοτε μὲν τὰ τοῦ πορθμοῦ τούτου ῥεύματα ἐκ δυσμῶν φέρεται, ἐνίοτε δὲ ἐξ ἡλίου ἀνατολῶν, καὶ κατὰ ταῦτα πλεῖν τὰ πλοῖα ξύμπαντα ἐνταῦθα ξυμβαίνει. ἢν δέ ποτε τοῦ ῥοῦ ἐξ ἀνίσχοντος ἡλίου ἰόντος, ἀρξαμένων τε τῶν ναυτῶν ἐνθένδε ξὺν τῇ τοῦ ῥοθίου ἐπιρροῇ ναυτίλλεσθαι, ᾗπερ εἰώθει, ἀπ̓ ἐναντίας αὐτοῦ τὸ ῥεῦμα ἴῃ, ὅπερ πολλάκις ἐνταῦθα φιλεῖ γίνεσθαι, ἀναστρέφει μὲν τὰ πλοῖα ταῦτα εὐθὺς ἔνθεν ὥρμηται, τὰ δὲ ἄλλα ἐκ δυσμῶν ἐπὶ θάτερα πλεῖ, καίπερ αὐτοῖς τῶν ἀνέμων τινὸς ὡς ἥκιστα ἐπιπνεύσαντος, ἀλλὰ γαλήνης τε βαθείας τινὸς καὶ νηνεμίας ἐνταῦθα οὔσης, ταῦτα ὁ Σταγειρίτης ἐννοῶν τε καὶ ἀνακυκλῶν ἐπὶ χρόνου μῆκος, δυσθανατῶν ἐπὶ ξυννοίᾳ ἀφίκετο ἐς τὸ μέτρον τοῦ βίου. [21] οὐ μὴν ἀλλὰ κἀν τῷ τὴν Ἰταλίαν τε καὶ Σικελίαν διείργοντι πορθμῷ πολλὰ τῷ παραλόγῳ γίνεσθαι πέφυκε. δοκεῖ γὰρ ἐκ τοῦ Ἀδριατικοῦ καλουμένου πελάγους τὸ ῥεῦμα ἐκεῖσε ἰέναι. [22] καίτοι ἐξ Ὠκεανοῦ καὶ Γαδείρων ἡ τῆς θαλάσσης πρόοδος γίνεται. ἀλλὰ καὶ ἴλιγγοι ἐξαπιναίως ἐνταῦθα συχνοὶ ἀπ̓ οὐδεμιᾶς ἡμῖν φαινομένης αἰτίας τὰς ναῦς διαχρῶνται. [23] καὶ διὰ τοῦτο οἱ ποιηταὶ λέγουσι πρὸς τῆς Χαρύβδεως ῥοφεῖσθαι τὰ πλοῖα, ὅσα ἂν τύχῃ τηνικάδε ὄντα ἐν τῷ πορθμῷ τούτῳ. [24] οὗτοι δὲ ταῦτα δὴ ἅπαντα οἴονται τὰ πλείστῳ παραλόγῳ ἐν πᾶσι ξυμβαίνοντα τοῖς πορθμοῖς, ἐκ τῆς ἄγχιστα οὔσης ἑκατέρωθεν ἠπείρου ξυμβαίνειν: βιαζόμενον γάρ φασι τῇ στενοχωρίᾳ τὸ ῥόθιον ἐς ἀτόπους τινὰς καὶ λόγον οὐκ ἐχούσας ἀνάγκας χωρεῖν. [25] Ὥστε εἰ καὶ ὁ ῥοῦς ἐκ τοῦ Ἱεροῦ καλουμένου ἐς Βυζάντιον δοκεῖ φέρεσθαι, οὐκ ἄν τις τήν τε θάλασσαν καὶ τὸν Εὔξεινον Πόντον ἀπολήγειν ἰσχυρίσαιτο ἐνταῦθα εἰκότως. [26] οὐ γὰρ ἐπὶ στερρᾶς τινὸς ὁ λόγος ὅδε φύσεως ἕστηκεν, ἀλλ̓ ἡ στενοχωρία κἀνταῦθα νικάτω. οὐ μὴν οὐδὲ παντάπασι τὸ τοιοῦτον ταύτῃ πη ἔχει. [27] λέγουσι γὰρ οἱ ἀσπαλιεῖς τῶν τῇδε χωρίων ὡς οὐχ ὅλος δὴ εὐθὺ τοῦ Βυζαντίου ὁ ῥοῦς κάτεισιν, ἀλλ̓ αὐτοῦ τὰ μὲν ἄνω, ἅπερ ἡμῖν διαφανῆ ἐστί, κατὰ ταῦτα ἰέναι ξυμβαίνει, τὰ μέντοι ἔνερθεν, ἵνα δὴ ἄβυσσός ἐστί τε καὶ ὠνόμασται, τὴν ἐναντίαν τοῖς ἄνω διαρρήδην χωρεῖν, ἔμπαλίν τε τοῦ φαινομένου ἐσαεὶ φέρεσθαι. [28] ταῦτά τοι, ἐπειδὰν ἄγραν μετιόντες ἰχθύων τὰ λίνα ἐνταῦθά πη ἀπορρίψωσι, ταῦτα δὲ ἀεὶ τῷ ῥεύματι βιαζόμενα τὴν ἐπὶ τὸ Ἱερὸν φέρεσθαι. [29] Ἐν δὲ Λαζικῇ πανταχόθεν ἡ γῆ τῆς θαλάσσης ἀποκρουομένη τὴν πρόοδον καὶ ἀναχαιτίζουσα τὸν αὐτῆς δρόμον, πρῶτόν τε καὶ μόνον ἀπολήγειν αὐτὴν ἐνταῦθα ποιεῖ, τοῦ δημιουργοῦ δηλονότι τὰ ὅρια σφίσι τῇδε θεμένου. [30] ἁπτομένη γὰρ ἡ θάλασσα τῆς ταύτῃ ἠϊόνος οὔτε πρόσω χωρεῖ οὔτε πη ἐς ὕψος ἐπαίρεται μεῖζον, καίπερ πανταχόθεν ἀεὶ περιρρεομένη ποταμῶν ἐκβολαῖς ἀναρίθμων τε καὶ ὑπερφυῶν ἄγαν, ἀλλ̓ ἀναποδίζουσα ὀπίσω ἐπάνεισιν αὖθις καὶ μέτρον διαριθμουμένη τὸ ταύτης ἴδιον, διασώζει τὸν ἐξ αὐτῆς ὅρον, ὥσπερ τινὰ δειμαίνουσα νόμον, ἀνάγκῃ τε τῇ ἀπ̓ αὐτοῦ ἐς τὸ ἀκριβὲς σφιγγομένη μή τι τῶν ξυγκειμένων ἐκβᾶσα φανείη. [31] τὰς γὰρ ἄλλας ἁπάσας τῆς θαλάσσης ἀκτὰς οὐκ ἀπ̓ ἐναντίας αὐτῇ, ἀλλ̓ ἐκ πλαγίου ξυμβαίνει κεῖσθαι. ἀλλὰ περὶ μὲν τούτων γινωσκέτω τε καὶ λεγέτω ἕκαστος ὅπη αὐτῷ δ φίλον.
Delphi Complete Works of Procopius Page 245