Delphi Complete Works of Procopius

Home > Other > Delphi Complete Works of Procopius > Page 246
Delphi Complete Works of Procopius Page 246

by Procopius of Caesarea


  Ὅτου δὲ ὁ Χοσρόης ἕνεκα Λαζικῆς μεταποιεῖσθαι διὰ σπουδῆς εἶχεν ἤδη μὲν πρόσθεν μοι ἐρρήθη: ὃ δὲ δὴ αὐτόν τε καὶ Πέρσας μάλιστα πάντων ἐς τοῦτο ἤνεγκεν, ἐνταῦθα δηλώσω, ὅτι δὴ καὶ χώραν τήνδε περιηγησάμενος ξύμπασαν σαφῆ τὸν περὶ τούτου πεποίηκα λόγον. [2] πολλάκις οἱ βάρβαροι οὗτοι, Χοσρόου σφίσιν ἡγουμένου, στρατῷ μεγάλῳ ἐμβαλόντες ἐς Ῥωμαίων τὴν γῆν οὐκ εὐδιήγητα μὲν τοῖς πολεμίοις ἐπήνεγκαν πάθη, ἅπερ μοι ἐν τοῖς ὑπὲρ αὐτῶν λόγοις ἐρρήθη, αὐτοῖς δὲ ὄφελος οὐδ̓ ὁτιοῦν ἀπενεγκαμένοις ἐνθένδε τοῖς τε χρήμασι καὶ τοῖς σώμασι προσκεκακῶσθαι ξυνέπεσε: πολλοὺς γὰρ ἀποβεβληκότες ἀεὶ ἀπηλλάσσοντο ἐκ Ῥωμαίων τῆς γῆς. [3] διὸ δὴ ἐς ἤθη ἐπανιόντες τὰ πάτρια Χοσρόῃ ὡς λαθραιότατα ἐλοιδοροῦντο καὶ διαφθορέα τοῦ Περσῶν γένους αὐτὸν ἀπεκάλουν. [4] καί ποτε καὶ ἐκ Λαζικῆς ἐπανήκοντες, ἐπειδὴ ἐνταῦθα πάθεσιν ἔτυχον ὡμιληκότες ἀνηκέστοις τισί, ξυστήσεσθαί τε ἐκ τοῦ ἐμφανοῦς ἐπ̓ αὐτὸν ἔμελλον καὶ διαχρήσεσθαι θανάτῳ οἰκτίστῳ, εἰ μὴ προμαθὼν ἐφυλάξατο, θωπείᾳ πολλῇ τοὺς ἐν σφίσι λογιμωτάτους περιελθών. [5] καὶ ἀπ̓ αὐτοῦ ἀπολογεῖσθαι τὴν κατηγορίαν ἐθέλων μέγα τι ὄφελος Περσῶν τῇ ἀρχῇ ἐκπορίζεσθαι διὰ σπουδῆς εἶχε. Πόλει γοῦν Δάρας αὐτίκα ἐγκεχειρηκὼς ἀπεκρούσθη ἐνθένδε, ὥσπερ μοι εἴρηται, ἐς ἀπόγνωσίν τε τῆς τοῦ χωρίου ἐπικρατήσεως παντάπασιν ἦλθεν. [6] οὐδὲ γὰρ αὐτὸ ἐξ ἐπιδρομῆς ἐξαιρήσειν τὸ λοιπὸν εἶχεν, οὕτω φυλασσομένων τῶν ἐκείνῃ φρουρῶν, οὐ μὴν οὐδὲ πολιορκῶν μηχανῇ τινὶ περιέσεσθαι αὐτῶν ἤλπιζε. [7] τά τε γὰρ ἄλλα τῶν ἐπιτηδείων ἐσαεὶ ἐν πόλει Δάρας διαρκῶς ἐστὶν ἐξεπίτηδες ἀποκείμενα, ὅπως δὴ ἐς μέγα τι χρόνου διαρκέσειε μῆκος, καὶ πηγὴ ἄγχιστά πη φυομένη ἐν χώρῳ κρημνώδει ποταμὸν ἀπεργάζεται μέγαν ὅσπερ τῆς πόλεως εὐθὺ φέρεται, οὐ δυναμένων ῾τῶν ἐπιβουλεύειν ἐφιεμένων̓ ἑτέρωσέ πη αὐτὸν ἀποτρέπειν ἢ τρόπῳ τῳ ἄλλῳ διὰ τὴν δυσχωρίαν βιάζεσθαι. [8] ἐπειδὰν δὲ τοῦ περιβόλου ἐντὸς γένηται, τήν τε πόλιν περιιὼν ξύμπασαν καὶ τὰς ταύτῃ δεξαμενὰς ἐμπλησάμενος εἶτα ἔξεισιν, ὡς ἀγχοτάτω τε τοῦ περιβόλου ἐς χάος ἐμπεσὼν ἀφανίζεται. καὶ ὅπη [9] ποτὲ τὸ ἐνθένδε ἐκδίδωσιν οὐδενὶ γέγονε φανερὸν ἐς τόδε τοῦ χρόνου. τοῦτο δὲ τὸ χάος οὐκ ἐπὶ παλαιοῦ γεγονὸς ἔτυχεν, ἀλλὰ χρόνῳ πολλῷ ὕστερον ἢ τὴν πόλιν Ἀναστάσιος βασιλεὺς ἐδείματο ταύτην ἡ φύσις αὐτὸ τοῦ χωρίου ἀπαυτοματίσασα ἔθετο, καὶ διὰ τοῦτο ξυμβαίνει τοῖς προσεδρεύειν ἐθέλουσιν ἀμφὶ πόλιν Δάρας πιέζεσθαι ὕδατος ἀπορίᾳ πολλῇ. [10] Ταύτης οὖν, ὥσπερ μοι εἴρηται, ἀποτυχὼν ὁ Χοσρόης τῆς πείρας ἐς ἔννοιαν ἦλθεν ὡς, ἢν καὶ πόλιν οἱ Ῥωμαίων ἑτέραν τινὰ παραστήσασθαι δυνατὰ εἴη, ἀλλὰ καθίζεσθαι οὐ μή ποτε οἷός τε εἴη ἐν μέσῳ Ῥωμαίων, ὀχυρωμάτων τοῖς πολεμίοις ἀπολελειμμένων ὀπίσω πολλῶν. [11] καὶ Ἀντιόχειαν γὰρ τούτου δὴ εἵνεκα ἐς ἔδαφος καθελὼν ἡνίκα ἐξεῖλεν, ἀπηλλάγη ἐκ Ῥωμαίων τῆς γῆς. διὸ δὴ μετεωρισθεὶς τὴν διάνοιαν ἐπὶ μακροτέρας ἐλπίδος ὠχεῖτο, διερευνώμενος ἀμήχανα ἔργα. [12] ἀκοῇ γὰρ ἔχων ὅντινα τρόπον ἐπ̓ ἀριστερᾷ Πόντου τοῦ Εὐξείνου οὗτοι δὴ βάρβαροι οἳ ἀμφὶ τὴν Μαιῶτιν ᾤκηνται Λίμνην ἀδεῶς κατατρέχουσι Ῥωμαίων τὴν γῆν, οὕτω καὶ Πέρσαις Λαζικὴν ἔχουσι πόνῳ οὐδενὶ δυνατὰ ἔσεσθαι ἔλεγεν, ἡνίκα ἂν βουλομένοις ᾖ, εὐθὺ Βυζαντίου ἰέναι, οὐδαμῆ διαπορθμευομένοις τὴν θάλασσαν, ὥσπερ καὶ τὰ ἄλλα βαρβαρικὰ ἔθνη ἃ ταύτῃ ἵδρυται ἐσαεὶ δρῶσι. [13] διὰ ταῦτα μὲν Λαζικῆς Πέρσαι μεταποιοῦνται. ἐγὼ δὲ ὅθεν τὴν ἐκβολὴν τοῦ λόγου ἐποιησάμην ἐπάνειμι.

  Χοριάνης μὲν οὖν καὶ ὁ Μήδων στρατὸς ἐστρατοπεδεύσαντο ἀμφὶ ποταμὸν Ἵππιν. ἐπειδὴ δὲ ταῦτα Γουβάζης τε, ὁ Κόλχων βασιλεύς, ἔμαθε καὶ Δαγισθαῖος, ὅσπερ ἡγεῖτο τοῦ Ῥωμαίων στρατοῦ, ἐπίκοινα βουλευσάμενοι ἦγον ἐπὶ τοὺς πολεμίους τὸ Ῥωμαίων καὶ Λαζῶν στράτευμα. [2] γενόμενοί τε Ἵππιδος τοῦ ποταμοῦ ἐπὶ θάτερα καὶ αὐτοῦ ἐνστρατοπεδευσάμενοι τὰ παρόντα ἐν βουλῇ εἶχον, πότερα μένουσί τε αὐτοῖς καὶ δεχομένοις ἐπιόντας τοὺς πολεμίους ξυνοίσει μᾶλλον ἢ ἐπὶ τοὺς πολεμίους σφίσιν ἰτέον, ὅπως δὴ θάρσους τοῦ σφετέρου ποιησάμενοι ἐπίδειξιν Πέρσαις, ἔνδηλά τε τοῖς ἐναντίοις καταστησάμενοι ὡς καταφρονήματι ἐπ̓ αὐτοὺς ἴωσι, τῆς τε ξυμβολῆς αὐτῆς ἄρχοντες δουλῶσαι τῶν ἀνθισταμένων τὸ φρόνημα ἱκανοὶ εἶεν. ἐπειδή τε ἡ γνώμη ἐνίκα τῶν ἐπὶ τοὺς πολεμίους παρακαλούντων, [3] ὥρμηντο ἐπ̓ αὐτοὺς εὐθὺς ἅπαντες. ἐνταῦθα Λαζοὶ Ῥωμαίοις ξυντάσσεσθαι οὐκέτι ἠξίουν, προτεινόμενοι ὅτι δὴ Ῥωμαῖοι μὲν οὔτε πατρίδος οὔτε τῶν ἀναγκαιοτάτων προκινδυνεύοντες ἐς τὸν ἀγῶνα καθίστανται, αὐτοῖς δὲ ὑπέρ τε παίδων καὶ γυναικῶν καὶ γῆς τῇς πατρῴας ὁ κίνδυνός ἐστιν: ὥστε κἂν γυναῖκας τὰς σφετέρας ἐρυθριῷεν, [4] εἰ σφίσι πρὸς τῶν ἐναντίων ξυμβαίη κρατεῖσθαι. ταύτῃ δὴ τῇ ἀνάγκῃ τὴν οὐκ οὖσαν αὐτοῖς ἀρετὴν αὐτοσχεδιάσειν ὑπώπτευον. [5] πρῶτοί τε αὐτοὶ κατὰ μόνας ὤργων τοῖς πολεμίοις ὁμόσε ἰέναι, ὅπως αὐτοὺς μὴ ξυνταράξωσιν ἐν τῷ ἔργῳ Ῥωμαῖοι, οὐχ ὅμοια σφίσιν ἐς τὸν κίνδυνον προθυμούμενοι. [6] ταῦτα νεανιε�
�σαμένων Λαζῶν περιχαρὴς ὁ Γουβάζης γενόμενος μικρόν τε ἄποθεν Ῥωμαίων αὐτοὺς ξυγκαλέσας τοιάδε παρεκελεύσατο. [7] ‘Παραίνεσιν μὲν ἐς εὐψυχίαν ὁρμῶσαν οὐκ οἶδα εἴ τινα δεῖ πρὸς ὑμᾶς, ὦ ἄνδρες, ποιεῖσθαι. οἷς γὰρ ἡ τῶν πραγμάτων ἀνάγκη τὴν προθυμίαν ἀνίστησι, παρακελεύσεως ἂν οὐδεμιᾶς προσδεῖν οἴομαι, ὅπερ καὶ ἡμῖν ἔν γε τῷ παρόντι τετύχηκεν. [8] ὑπὲρ γυναικῶν γὰρ καὶ παίδων καὶ γῆς τῆς πατρῴας καὶ ἁπλῶς εἰπεῖν ὑπὲρ τῶν ὅλων ὁ κίνδυνός ἐστιν, ὑπὲρ ὧν ἡμῖν ἐπίασι Πέρσαι. [9] τοῖς δέ τι ἀφαιρεῖσθαι τῶν ὑπαρχόντων βιαζομένοις οὐδεὶς τῶν πάντων παραχωρεῖ, ὑπερμάχεσθαι τῶν προσηκόντων ἀναγκαζούσης τῆς φύσεως. [10] οὐκ ἀγνοεῖτε δὲ ὡς Πέρσαις τὴν πλεονεξίαν οὐδὲν ἵστησιν, ἐν ἐξουσίᾳ γεγονόσι τοῦ δύνασθαι, οὐδὲ ἄρξουσι μόνον ἡμῶν ἢ τάξουσι φόρους ἢ τὰ ἄλλα κατηκόους ποιήσονται, εἴ τι μὴ ἐπιλελήσμεθα ὧν Χοσρόης ἐγκεχείρηκεν ἐφ̓ ἡμῖν οὐ πολλῷ πρότερον, ἢν νῦν περιέσονται ἡμῶν τῷ πολέμῳ. [11] ἀλλὰ μηδὲ ἄχρι τοῦ λόγου προϊέτω μοι τὰ τῆς Περσῶν πείρας, μηδὲ διαλιπέτω τὸ Λαζῶν ὄνομα. οὐ χαλεπὸς δέ, ὦ ἄνδρες, ἡμῖν ὁ πρὸς Μήδους ἀγών, πολλάκις αὐτοῖς καὶ ἐς χεῖρας ἐλθοῦσι καὶ ὑπερβαλλομένοις τῇ μάχῃ. [12] τῷ γὰρ ξυνειθισμένῳ τὸ δύσκολον οὐδαμῆ πάρεστι, προδαπανηθείσης τῆς τοῦ ἔργου ταλαιπωρίας μελέτῃ καὶ πείρᾳ. ὥστε διὰ τοῦτο καὶ καταφρονεῖν τῶν πολεμίων ἅτε νενικημένων ἐν ξυμβολαῖς καὶ οὐχ ὁμοίως θρασυνομένων ἡμᾶς δεήσει. [13] φρόνημα γὰρ δουλωθὲν ἅπαξ παλινδρομεῖν ἥκιστα εἴωθε. ταῦτα τοίνυν ἐκλογιζόμενοι μετὰ τῆς ἀγαθῆς ἐλπίδος τοῖς ἐναντίοις ὁμόσε χωρεῖτε.’ [14] Τοσαῦτα Γουβάζης εἰπὼν ἐξῆγε τὸ Λαζῶν στράτευμα, καὶ ἐτάξαντο ὧδε. πρῶτοι μὲν οἱ Λαζῶν ἱππεῖς τεταγμένοι ἀπ̓ ἐναντίας ᾔεσαν, ὄπισθεν δὲ οὐκ ἄγχιστά πη, ἀλλ̓ ὡς ἀπωτάτω, [15] ἡ Ῥωμαίων ἵππος αὐτοῖς εἵπετο. τούτων δὲ δὴ τῶν Ῥωμαίων ἡγοῦντο Φιλήγαγός τε, Γήπαις γένος, δραστήριος ἀνήρ, καὶ Ἰωάννης Ἀρμένιος, διαφερόντως ἀγαθὸς τὰ πολέμια, Θωμᾶ υἱός, ὅνπερ ἐπίκλησιν ἐκάλουν Γούζην, οὗ δὴ κἀν τοῖς ἔμπροσθεν λόγοις ἐμνήσθην. [16] ἐν ὑστέρῳ δὲ Γουβάζης τε ὁ Λαζῶν βασιλεὺς καὶ Δαγισθαῖος ὁ Ῥωμαίων στρατηγὸς ξὺν τοῖς ἀμφοτέρων πεζοῖς εἵποντο, λογισάμενοι ὡς, εἰ τοῖς ἱππεῦσι τραπῆναι ξυμβαίη, ἐς αὐτοὺς ῥᾷστα σωθήσονται. [17] Ῥωμαῖοι μὲν οὖν καὶ Λαζοὶ τῷ τρόπῳ τούτῳ ἐτάξαντο, Χοριάνης δὲ ἄνδρας μὲν χιλίους τῶν οἱ ἑπομένων ἀπολεξάμενος τεθωρακισμένους τε καὶ τὰ ἄλλα ἐξωπλισμένους ὡς ἄριστα, πρόσω ἐπὶ κατασκοπῇ ἔπεμψεν, αὐτὸς δὲ παντὶ τῷ ἄλλῳ στρατῷ ὄπισθεν ᾔει, φυλακτήριον ὀλίγων τινῶν ἐν τῷ στρατοπέδῳ ἀπολιπών. [18] προτερήσασα δὲ ἡ Λαζῶν ἵππος ἀτιμάζει τὰς ἐπαγγελίας οἷς ἔδρασεν, ἐπὶ τῶν ἔργων διαβαλοῦσα τὰς πρόσθεν ἐλπίδας. [19] τοῖς γὰρ τῶν πολεμίων προδρόμοις ἐντετυχηκότες ἐξαπιναίως οὐκ ἐνεγκόντες τε τὴν αὐτῶν ὄψιν, τρέψαντες αὐτίκα τοὺς ἵππους, κόσμῳ οὐδενὶ ὀπίσω ἀνέστρεφον, τοῖς τε Ῥωμαίοις ἐπειγόμενοι ἀνεμίγνυντο, ἐς αὐτοὺς οὐκ ἀπαξιοῦντες καταφυγεῖν οἷς δὴ ξυντάσσεσθαι τὰ πρότερα ὤκνουν. [20] ἐπειδὴ δὲ ἀμφότεροι ἀλλήλων. ἄγχιστα ἵκοντο, χειρῶν μὲν τὰ πρότερα οὐδέτεροι ἦρχον οὐδὲ ξυνέμισγον, ἀλλὰ τῶν ἐναντίων ἑκάτεροι ἐπιόντων μὲν ἀνεπόδιζον, ὑποχωρούντων δὲ ἐπεβάτευον, ἔς τε ὑπαγωγὰς καὶ παλινδιώξεις καὶ ἀγχιστρόφους μεταβολὰς πολύν τινα κατέτριψαν χρόνον. [21] Ἦν δέ τις Ἀρταβάνης ὄνομα ἐν τούτῳ τῷ Ῥωμαίων στρατῷ, Περσαρμένιος γένος, ὅσπερ ἐς Ἀρμενίους τοὺς Ῥωμαίων κατηκόους πολλῷ πρότερον ἀπηυτομοληκὼς ἔτυχεν, οὐχ ἁπλῶς, ἀλλὰ φόνῳ Περσῶν εἴκοσι καὶ ἑκατὸν ἀνδρῶν μαχίμων Ῥωμαίοις τὴν ἐς αὐτοὺς πίστιν πεποιημένος ἐχέγγυον. [22] Βαλεριανῷ γὰρ τότε στρατηγοῦντι ἐν Ἀρμενίοις ἐς ὄψιν ἐλθὼν ἄνδρας πεντήκοντα Ῥωμαίους οἱ αὐτῷ διδόναι ἐδεῖτο: τυχών τε ὦνπερ ἐβούλετο, ἐς φρούριον ἐν Περσαρμενίοις κείμενον ᾔει. [23] οὗ δὴ ἑκατόν τε καὶ εἴκοσι Περσῶν φυλακτήριον ὑπὸ τῷ φρουρίῳ αὐτὸν ξὺν τοῖς ἑπομένοις ἐδέξαντο, οὔπω ἔνδηλον ὄντα ὅτι δὴ μεταπορευθεὶς τὴν πολιτείαν νεωτερίζει. [24] ὁ δὲ τούς τε εἴκοσι καὶ ἑκατὸν κτείνας καὶ ξύμπαντα ληισάμενος τὰ ἐν τῷ φρουρίῳ χρήματα, μεγάλα ὑπερφυῶς ὄντα, παρὰ Βαλεριανὸν καὶ τὸ Ῥωμαίων στράτευμα ἦλθε, πιστός τε σφίσιν ἀπ̓ αὐτοῦ φανεὶς Ῥωμαίοις τὸ λοιπὸν ξυνεστράτευεν. [25] οὗτος Ἀρταβάνης ἐν ταύτῃ τῇ μάχῃ δύο ξὺν αὑτῷ τῶν Ῥωμαίων στρατιωτῶν ἐπαγόμενος ἐν μεταιχμίῳ ἐγένετο, οὗ δὴ ἀφίκοντο καὶ τῶν πολεμίων τινές. [26] ἐφ̓ οὓς Ἀρταβάνης ὁρμήσας, τῶν Περσῶν ἕνα, ψυχῆς τε ἀρετῇ καὶ σώματος ἀλκῇ ἐπιεικῶς μέγαν, τῷ δόρατι εὐθὺς ἔκτεινεν, ἔκ τε τοῦ ἵππου ῥίψας προσουδίζει χαμαί. [27] τῶν δέ τις βαρβάρων παρὰ τῷ πεπτωκότι ἑστὼς ξίφει κατὰ κόρρης τὸν Ἀρταβάνην ἐπάταξεν οὐ καιρίαν πληγήν. ἅτερός τε τῶν τῷ Ἀρταβάνῃ ἐπισπομένων, Γότθος γένος, τοῦτον δὴ τὸν ἄνδρα, τὴν χεῖρα ἔτι ἐν τῇ τοῦ Ἀρταβάνου κεφαλῇ ἔχοντα, κατὰ λαγόνα ἐπιτυχὼν τὴν εὐώνυμον διεχρήσατο. [28] καὶ οἱ χίλιοι τοῖς ξυμπεπτωκόσιν ἐκπεπληγμένοι ὀπίσω ἐχώρουν, τόν τε Χοριάνην σὺν τῷ ἄλλῳ Περσῶν τε καὶ Ἀλανῶν στρατῷ ἔμενον καὶ οὐκ ἐς μακρὰν ἀνε
μίγνυντο σφίσιν. [29] Ἤδη δὲ καὶ οἱ ἀμφὶ Γουβάζην καὶ Δαγισθαῖον πεζοὶ ἐς ἱππεῖς τοὺς σφετέρους ἀφίκοντο καὶ ἡ μάχη ἐν χερσὶν ἀμφοτέρωθεν ἦν. [30] τότε δὴ Φιλήγαγός τε καὶ Ἰωάννης, ἐλάσσους εἶναι ἢ ἐνεγκεῖν ἐπιοῦσαν τὴν τῶν βαρβάρων ἵππον οἰόμενοι, μάλιστα ἐπεὶ ἀπέγνωσαν τὴν Λαζῶν δύναμιν, ἀπὸ τῶν ἵππων ἀποθορόντες ταὐτὸ ποιεῖν ἀναγκάζουσι Ῥωμαίους τε καὶ Λαζοὺς ἅπαντας. [31] ἐς φάλαγγά τε ὡς βαθυτάτην ταξάμενοι πεζοὶ μετωπηδὸν ἀντίοι τοῖς πολεμίοις ἔστησαν ἅπαντες, τὰ δόρατα ἐπανατεινόμενοι σφίσιν. [32] οἱ δὲ βάρβαροι οὐκ ἔχοντες ὅ τι γένωνται ῾οὔτε γὰρ ἐπιδραμεῖν πεζοῖς γε οὖσι τοῖς ἐναντίοις ἐδύναντο οὔτε αὐτῶν ξυνταράξαι τὴν φάλαγγα οἷοί τε ἦσαν̓ ἐπεὶ αὐτοῖς οἱ ἵπποι ταῖς τε τῶν δοράτων αἰχμαῖς καὶ τῷ τῶν ἀσπίδων πατάγῳ ἀχθόμενοι ἀνεχαίτιζον, ἐπὶ τὰ τόξα ἔβλεπον ἅπαντες, ἐλπίδι θαρσοῦντες ὡς πλήθει βελῶν ῥᾷστα τοὺς πολεμίους ἐς φυγὴν τρέψονται. [33] καὶ Ῥωμαῖοι ξὺν Λαζοῖς ἅπασι ταὐτὸ τοῦτο ἐποίουν. ἑκατέρωθέν τε συχνὰ ἐς ἀλλήλους τοξεύματα ᾔει, ἔκ τε ἀμφοτέρων πολλοὶ ἔπιπτον. [34] Πέρσαι μὲν οὖν καὶ Ἀλανοὶ μάλιστα συνεχῆ τὰ βέλη πολλῷ ἔτι μᾶλλον ἢ οἱ ἐναντίοι ἀφίεσαν. ἀλλ̓ αὐτῶν τὰ πολλὰ τὰς ἀσπίδας ξυνέβαινεν ἀποκρούεσθαι. Ἐν τούτῳ δὲ τῷ πολέμῳ Χοριάνῃ τῷ Περσῶν ἄρχοντι βεβλῆσθαι ξυνέβη. [35] ὑφ̓ ὅτου μέντοι οὗτος ἀνὴρ βληθείη, φανερὸν οὐδενὶ γέγονε: τύχῃ γάρ τινι ἐκ τοῦ ὁμίλου ἰὼν ὁ ἄτρακτος ἔς τε τοῦ ἀνθρώπου τὸν αὐχένα παγεὶς εὐθυωρὸν αὐτὸν διεχρήσατο, ἑνός τε θανάτῳ ἀνδρὸς ἥ τε μάχη ἐκλίθη καὶ πρὸς τοὺς Ῥωμαίους ἡ νίκη ἐχώρει. [36] ὁ μὲν γὰρ ἐκ τοῦ ἵππου ἐς τὸ ἔδαφος ἐπὶ στόμα πεσὼν ἔκειτο, δρόμῳ δὲ πολλῷ ἐπὶ τὸ χαράκωμα οἱ βάρβαροι ᾔεσαν, οἵ τε Ῥωμαῖοι ξὺν τοῖς Λαζοῖς ἐπισπόμενοι πολλοὺς ἔκτεινον, ἐλπίδα ἔχοντες αἱρήσειν αὐτοβοεὶ τὸ τῶν ἐναντίων στρατόπεδον. [37] ἀλλά τις τῶν Ἀλανῶν εὐψυχίας πέρι καὶ σώματος ἰσχύος εὖ ἥκων, τοξεύειν τε συχνὰ ἐφ̓ ἑκάτερα διαφερόντως ἐξεπιστάμενος, ἐς τοῦ χάρακος τὴν εἴσοδον στενοτάτην οὖσαν εἱστήκει, ἐμπόδιός τε τοῖς ἐπιοῦσι παρὰ δόξαν ἐπὶ πλεῖστον ἐγίνετο. [38] Ἰωάννης δέ, ὁ τοῦ Θωμᾶ παῖς, μόνος ὡς ἀγχοτάτω παῤ αὐτὸν ἥκων ἐξαπιναίως τὸν ἄνθρωπον δόρατι ἔκτεινεν, οὕτω τε Ῥωμαῖοι καὶ Λαζοὶ τοῦ στρατοπέδου ἐκράτησαν. καὶ τῶν βαρβάρων πλεῖστοι μὲν αὐτοῦ διεφθάρησαν, οἱ δὲ λοιποὶ ἀπεκομίσθησαν ἐς τὰ πάτρια ἤθη, ὡς ἑκάστῳ δυνατὰ γέγονεν. [39] αὕτη μὲν οὖν ἡ Περσῶν ἐσβολὴ ἐς γῆν τὴν Κολχίδα γενομένη ἐς τοῦτο ἐτελεύτα. καὶ ἄλλη δὲ Περσῶν στρατιὰ τοὺς ἐν Πέτρᾳ φρουροὺς τῷ τε τῶν ἐπιτηδείων πλήθει καὶ πᾶσι τοῖς ἄλλοις ἐπιρρώσαντες ἀνεχώρησαν.

 

‹ Prev