Book Read Free

Delphi Complete Works of Procopius

Page 247

by Procopius of Caesarea


  Ἐν τούτῳ δὲ τάδε ξυνηνέχθη γενέσθαι. Λαζοὶ Δαγισθαῖον ἐς βασιλέα διέβαλλον, ἐς Βυζάντιον ἥκοντες, προδοσίαν τε καὶ μηδισμὸν ἐπιφέροντες. [2] Πέρσαις γὰρ αὐτὸν ἰσχυρίζοντο ἀναπεισθέντα οὐ βεβουλῆσθαι καταπεπτωκότος τοῦ Πέτρας περιβόλου ἐπιβατεῦσαι, τούς τε πολεμίους θυλάκους μεταξὺ ψάμμου ἐμπλησαμένους καὶ αὐτῶν τὰς ἐπιβολὰς ἀντὶ λίθων ποιησαμένους τοῦ περιβόλου ὅσα καταπεπτώκει ταύτῃ κρατύνασθαι. [3] ἔλεγόν τε ὡς Δαγισθαῖος, εἴτε χρήμασιν εἴτε ὀλιγωρίᾳ ἐς τοῦτο ἠγμένος, τὴν ἐπίθεσιν ἐς ἕτερόν τινα χρόνον ἀπέθετο, καὶ τοῦ καιροῦ τὴν ἀκμὴν ἐν τῷ παραυτίκα μεθῆκεν, ἧς γε οὐκέτι ἀντιλαβέσθαι οἷός τε ἐγεγόνει. [4] αὐτὸν οὖν βασιλεὺς ἐν τῷ οἰκήματι καθείρξας ἐτήρει: Βέσσαν δέ, ἐξ Ἰταλίας οὐ πολλῷ ἔμπροσθεν ἥκοντα, στρατηγὸν Ἀρμενίων καταστησάμενος ἐς Λαζικὴν πέμπει, ἄρχειν ἐπαγγείλας τοῦ ἐνταῦθα Ῥωμαίων στρατοῦ. [5] οὗ δὴ καὶ Βενῖλος, ὁ Βούζου ἀδελφός, ξὺν στρατῷ ἤδη σταλεὶς ἔτυχε καὶ Ὀδόναχός τε καὶ ὁ Βάβας ἐκ Θρᾴκης καὶ Οὐλίγαγος Ἔρουλος γενος. [6] Ὅ τε Ναβέδης ἐσβαλὼν ἐς Λαζικὴν στρατῷ ἄλλο μέν τι λόγου ἄξιον οὐδὲν ἔδρασεν, Ἀβασγοῖς δὲ ἀποστᾶσιν ἀπό τε Ῥωμαίων καὶ Λαζῶν ἐπιχωριάσας τῇ στρατιᾷ ταύτῃ, παῖδας τῶν ἐν σφίσι λογίμων ἑξήκοντα ἐν ὁμήρων λόγῳ πρὸς αὐτῶν ἔλαβε. [7] ῾τότε δὲ ποιούμενος ὁ Ναβέδης ὁδοῦ πάρεργον, καὶ Θεοδώραν Ὀψίτῃ ξυνοικήσασαν ῾ὃς ἐγεγόνει Γουβάζου μὲν θεῖος, Λαζῶν δὲ βασιλεὺς᾿ εὑρὼν ἐν Ἀψιλίοις εἷλεν, ἔς τε τὰ Περσῶν ἤθη ἀπήνεγκε. [8] Ῥωμαία δὲ γένος ἡ γυνὴ ἐτύγχανεν οὖσα, ἐπεὶ ἐκ παλαιοῦ οἱ Λαζῶν βασιλεῖς ἐς Βυζάντιον πέμποντες βασιλέως τε γνώμῃ ξυνιόντες ἐς κῆδός τισι τῶν ἀπὸ τῆς συγκλήτου βουλῆς γυναῖκας ἐνθένδε γαμετὰς ἐκομίζοντο. [9] καὶ Γουβάζης ἀμέλει Ῥωμαίας γυναικὸς ἐγεγόνει γένος.᾿ ὅτου δὲ ἕνεκα οἱ Ἀβασγοὶ οὗτοι ἐς ἀπόστασιν εἶδον, ἐγὼ δηλώσω. [10] Ἐπειδὴ βασιλεῖς τοὺς σφετέρους καθεῖλον, ᾗπέρ μοι ἔναγχος δεδιήγηται, στρατιῶται Ῥωμαίων πρὸς βασιλέως στελλόμενοι ἐπεχωρίαζόν τε αὐτοῖς ἐκ τοῦ ἐπὶ πλεῖστον καὶ προσποιεῖσθαι τῇ Ῥωμαίων ἀρχῇ τὴν χώραν ἠξίουν, καινά τε αὐτοῖς ἄττα ἐπέταττον. [11] οἷσπερ Ἀβασγοὶ βιαιοτέροις οὖσιν ἀτεχνῶς ἤχθοντο. δείσαντες οὖν μὴ Ῥωμαίων δοῦλοι τὸ λοιπὸν ἔσονται, τοὺς ἄρχοντας αὖθις κατεστήσαντο σφίσιν Ὀψίτην μὲν ὄνομα ἐς τῆς χώρας τὰ πρὸς ἀνίσχοντα ἥλιον, [12] Σκεπαρνᾶν δὲ ἐς τὰ πρὸς ἑσπέραν. ἐς ἀγαθῶν γὰρ ἐκπεπτωκότες ἀπόγνωσιν τὰπρότερον δόξαντα σφίσι μοχθηρὰ εἶναι τῶν ἐπιγενομένων ἅτε πονηροτέρων ὄντων, ὡς τὸ εἰκός, ἀντηλλάσσοντο, δύναμίν τε ἀπ̓ αὐτοῦ τὴν Ῥωμαίων δειμαίνοντες Πέρσαις ὡς λαθραιότατα προσεχώρησαν. ἅπερ ἐπεὶ βασιλεὺς Ἰουστινιανὸς ἤκουσε, Βέσσαν ἐκέλευε στράτευμα λόγου ἄξιον ἐπ̓ αὐτοὺς στεῖλαι. [13] ὁ δὲ πολλοὺς ἀπολεξάμενος τοῦ Ῥωμαίων στρατοῦ, καὶ ἄρχοντας ἐπιστήσας αὐτοῖς Οὐλίγαγόν τε καὶ Ἰωάννην τὸν Θωμᾶ υἱόν, αὐτίκα ἐπὶ τοὺς Ἀβασγοὺς ναυσὶν ἔπεμψεν. ἐτύγχανε δὲ ἅτερος μὲν τῶν ἐν Ἀβασγοῖς ἡγουμένων, Σκεπαρνᾶς ὄνομα, ἐν Πέρσαις τινὰ διατριβὴν ἔχων: [14] μετάπεμπτος γὰρ ὀλίγῳ πρότερον παρὰ Χοσρόην ἀφῖκτο. ὁ δὲ δὴ ἕτερος, τὴν Ῥωμαίων μαθὼν ἔφοδον, τούς τε Ἀβασγοὺς ἅπαντας ἤγειρε καὶ ὑπαντιάζειν διὰ σπουδῆς εἶχεν. [15] Ἔστι δὲ χῶρος μετὰ τοὺς Ἀψιλίας ὅρους ἐν τῇ ἐς τὴν Ἀβασγίαν εἰσόδῳ τοιόσδε: ὄρος ὑψηλὸν ἐκ τῶν Καυκασίων ἀρχόμενον καὶ κατὰ βραχὺ ἐλασσούμενόν τε καὶ ὑπολῆγον ὥσπερ τις κλῖμαξ κατατείνει καὶ τελευτᾷ ἐς τὸν Εὔξεινον Πόντον. [16] καὶ φρούριον μὲν ἐχυρώτατόν τε καὶ μεγέθους πέρι ἀξιολογώτατον ἐκ παλαιοῦ Ἀβασγοὶ ἐν τῇ ὑπωρείᾳ τοῦ ὄρους τούτου ἐδείμαντο. [17] οὗ δὴ καταφεύγοντες ἐκκρούουσιν ἀεὶ τὰς τῶν πολεμίων ἐφόδους, οὐδαμῆ ἐχόντων τὴν δυσχωρίαν βιάζεσθαι. μία δὲ εἴσοδος εἰσάγουσά ἐστιν ἔς τε τὸ φρούριον τοῦτο καὶ ἐς τὴν ἄλλην Ἀβασγῶν χώραν, ἥπερ ἀνδράσι σύνδυο ἐρχομένοις ἀπόρευτος τυγχάνει οὖσα. [18] μηχανὴ γὰρ οὐδεμία ἐστὶν ὅτι μὴ κατ̓ ἄνδρα καὶ μόλις πεζεύοντα ἐνθένδε ἰέναι. τῆς τε ἀτραποῦ ταύτης ὑπέρκειται φάραγξ ἐσάγαν σκληρὰ ἐκ τοῦ φρουρίου διήκουσα μέχρι ἐς τὴν θάλασσαν. [19] φέρεται δὲ καὶ προσηγορίαν τῆς φάραγγος ἀξίαν ὁ χῶρος, ἐπεὶ αὐτὸν ἑλληνίζοντες οἱ τῇδε ἄνθρωποι τὰ Τραχέα καλοῦσιν. [20] Ὁ μὲν οὖν Ῥωμαίων στόλος μεταξὺ ὁρίων τῶν τε Ἀβασγῶν καὶ Ἀψιλίων κατέπλευσεν, Ἰωάννης δὲ καὶ Οὐλίγαγος ἐς τὴν γῆν τοὺς στρατιώτας ἀποβιβάσαντες πεζῇ ἐχώρουν, οἵ τε ναῦται ταῖς ἀκάτοις ἁπάσαις παρὰ τὴν ἠϊόνα τῷ στρατῷ εἵποντο. [21] ἐπειδὴ δὲ τῶν Τραχέων ὡς ἀγχοτάτω ἐγένοντο, ἐξωπλισπένους τε ὁρῶσιν Ἀβασγοὺς ἅπαντας καὶ τῆς ἀτραποῦ ὕπερθεν ἧς ἄρτι ἐμνήσθην κατὰ τὴν φάραγγα ὅλην ἐν τάξει ἑστῶτας, ἀμηχανίᾳ τε πολλῇ εἴχοντο θέσθαι τὰ σφίσι παρόντα οὐδαμῆ ἔχοντες, ἕως ἐν αὑτῷ πολλὰ λογισάμενος Ἰωάννης ἄκεσίν τινα τοῦ κακοῦ εὗρε. [22] τὸν γὰρ Οὐλίγαγον ξὺν τῷ ἡμίσει τοῦ στρατοῦ ἐνταῦθα ἐάσας αὐτὸς τοὺς ἄλλους ἐπαγόμενος τὰς ἀκάτους ἐπλήρου. ἐρέσσοντές τε χῶρον τὸν τῶν Τραχέων περιῆλθόν τε καὶ διέβησαν ὅλον καὶ κατὰ νώτου τῶν πολεμίων ταύτῃ ἐγένοντο. [23] ἄραντες
οὖν τὰ σημεῖα ἐς αὐτοὺς ᾔεσαν. Ἀβασγοὶ δὲ τοὺς πολεμίους σφίσιν ἑκατέρωθεν ἐγκειμένους ἰδόντες ἐς ἀλκὴν μὲν οὐκέτι ἔβλεπον, οὐδὲ τὴν τάξιν ἐφύλασσον, ἐς ὑπαγωγὴν δὲ ξὺν πολλῇ ἀκοσμίᾳ τραπόμενοι πρόσω ἐχώρουν, οὕτω τῷ δέει καὶ τῇ ἀπ̓ αὐτοῦ ἀμηχανίᾳ συμποδιζόμενοι ὥστε οὔτε τὴν πατρῴαν σφίσι δυσχωρίαν ἔτι διαγινώσκειν ἐδύναντο οὔτε πη εὐπετῶς ἐνθένδε ἰέναι. [24] Ῥωμαῖοι δὲ αὐτοῖς ἑκατέρωθεν ἐπισπόμενοί τε καὶ καταλαβόντες πολλοὺς ἔκτειναν. δρόμῳ τε ξὺν τοῖς φεύγουσιν ἐς τὸ φρούριον ἀφικόμενοι ἀνακεκλιμένης ἔτι ἐπιτυγχάνουσι τῆς ταύτῃ πυλίδος: οἱ γὰρ φύλακες ἐπιθεῖναι τὰς θύρας οὐδαμῆ εἶχον, ἀλλὰ τοὺς φεύγοντας ἔτι ἐδέχοντο. [25] τῶν τε φυγόντων τοῖς διώκουσιν ἀναμιχθέντων ἐπὶ τὰς πύλας ἵενται ἅπαντες, οἱ μὲν ἐπιθυμίᾳ τοῦ σώζεσθαι, [26] οἱ δὲ τοῦ τὸ φρούριον ἐξελεῖν. ἀνακεκλιμένας οὖν τὰς πύλας εὑρόντες συνεισέβαλον ἐς ταύτας ἀλλήλοις. οἱ γὰρ πυλωροὶ οὔτε διακρίνειν ἀπὸ τῶν πολεμίων τοὺς Ἀβασγοὺς εἶχον οὔτε τὰς πύλας ὑπερβιαζομένου τοῦ ὁμίλου ἐπιτιθέναι. [27] Καὶ οἱ μὲν Ἀβασγοὶ ἄσμενοι ἐντὸς τοῦ περιβόλου γενόμενοι ξὺν τῷ φρουρίῳ ἡλίσκοντο, Ῥωμαῖοι δὲ τῶν ἐναντίων κεκρατηκέναι οἰόμενοι πόνῳ δυσκολωτέρῳ ἐνταῦθα ὡμίλουν. [28] τῶν γὰρ οἰκιῶν συχνῶν τε οὐσῶν καὶ οὐ λίαν διεχουσῶν ἀλλήλων, ἀλλὰ καὶ τρόπον τείχους πανταχόθεν συμπεφραγμένων, Ἀβασγοὶ ἐς αὐτὰς ἀναβάντες καὶ σθένει παντὶ ἀμυνόμενοι, τοὺς πολεμίους κατὰ κορυφὴν ἔβαλλον, πόνῳ καὶ φόβῳ καὶ τῷ ἐς παῖδάς τε καὶ γυναῖκας ἐλέῳ καὶ τῇ ἐνθένδε ἀπορίᾳ ἐχόμενοι, ἕως Ῥωμαίοις ἐμπρῆσαι τὰς οἰκίας ἐς ἔννοιαν ἦλθε. [29] πῦρ τοίνυν αὐταῖς πανταχόθεν ἀνάψαντες τοῦ ἀγῶνος παντάπασι τούτου ἐκράτησαν. Ὀψίτης μὲν οὖν, ὁ τῶν Ἀβασγῶν ἄρχων, ξὺν ὀλίγοις τισὶ φυγεῖν ἴσχυσεν, ἔς τε Οὔννους τοὺς πλησιοχώρους καὶ ὄρος τὸ Καυκάσιον ἀνεχώρησε. [30] τοῖς δὲ δὴ ἄλλοις ἢ ξὺν ταῖς οἰκίαις ἐξηνθρακωμένοις τετεφρῶσθαι ξυνέβη, ἢ ὑπὸ ταῖς τῶν πολεμίων γεγονέναι χερσίν. ἐζώγρησαν δὲ Ῥωμαῖοι καὶ τὰς τῶν ἀρχόντων γυναῖκας ξὺν γόνῳ παντί, τοῦ τε φρουρίου τὸν περίβολον ἐς ἔδαφος καθεῖλον καὶ τὴν χώραν ἔρημον κατεστήσαντο ἐκ τοῦ ἐπὶ πλεῖστον. Ἀβασγοῖς μὲν οὖν τὰ τῆς ἀποστάσεως ἐς τοῦτο ἐτελεύτα: ἐν δὲ Ἀψιλίοις ἐγένετο τάδε.

  Ἀψίλιοι μὲν ἐκ παλαιοῦ κατήκοοι Λαζῶν τυγχάνουσιν ὄντες. ἔστι δέ τι φρούριον ἐν ταύτῃ τῇ χώρᾳ ἐχυρὸν μάλιστα: Τζιβιλὴν αὐτὸ καλοῦσιν οἱ ἐπιχώριοι. [2] τῶν δέ τις ἐν Λαζοῖς λογίμων, Τερδέτης ὄνομα, ὅσπερ εἶχε τὴν τοῦ καλουμένου μαγίστρου ἀρχὴν ἐν τούτῳ τῷ ἔθνει, Γουβάζῃ τῷ τῶν Λαζῶν βασιλεῖ προσκεκρουκώς τε καὶ χαλεπῶς ἔχων, Πέρσαις ὡμολόγησε λάθρα τοῦτο δὴ ἐνδώσειν τὸ φρούριον, στράτευμά τε Περσῶν ἐπαγόμενος ἐπὶ ταύτῃ τῇ πράξει ἐς Ἀψιλίαν ᾔει. [3] καὶ ἐπεὶ ἄγχιστα τοῦ φρουρίου ἐγένοντο, προτερήσας αὐτὸς ξὺν τοῖς ἑπομένοις οἱ Λαζοῖς ἐντὸς τοῦ περιβόλου ἐγένετο, ἐπεὶ οἱ τὸ φυλακτήριον ταύτῃ ἔχοντες ἀπιστεῖν τῷ Λαζῶν ἄρχοντι οὐδαμῆ εἶχον, οὐδεμιᾷ ἐς αὐτὸν ὑποψίᾳ ἐχόμενοι. οὕτω τε ἀφικόμενον τὸ Περσῶν στράτευμα τῷ φρουρίῳ ὁ Τερδέτης ἐδέξατο. [4] καὶ ἀπ̓ αὐτοῦ Μῆδοι οὐ Λαζικὴν μόνον, ἀλλὰ καὶ Ἀψιλίαν ἔχεσθαι τότε πρὸς αὐτῶν ᾤοντο. οὔτε δὲ Ῥωμαῖοι οὔτε Λαζοὶ ἀσχολίᾳ τῇ ἀμφὶ Πέτρᾳ τε καὶ τῷ Μήδων στρατῷ πιεζόμενοι Ἀψιλίοις ἐπαμύνειν ἔσχον. [5] Ἦν δέ τις γυνὴ τῷ ἄρχοντι τοῦ ἐνταῦθα φυλακτηρίου, Ἀψιλία γένος, τὴν ὄψιν εὐπρεπὴς μάλιστα. ταύτης δὴ τῆς γυναικὸς ἐκτόπως ἐρασθεὶς ἐξαπιναίως ὁ τοῦ Περσῶν στρατεύματος ἄρχων τὰ μὲν πρῶτα πειρᾶν ἤρξατο, ἔπειτα δέ, ἐπεί οἱ πρὸς τῆς γυναικὸς οὐδὲν προὐχώρει, βιάζεσθαι μελλήσει αὐτὴν οὐδεμιᾷ ἐνεχείρησεν. [6] οἷς δὴ ὀξυθυμωθεὶς ὁ τῆς γυναικὸς ἀνήρ, αὐτόν τε νύκτωρ καὶ τοὺς ξὺν αὐτῷ ἐς τὸ φρούριον εἰσεληλυθότας ἅπαντας ἔκτεινε, παρανάλωμα τῆς τοῦ ἄρχοντος ἐπιθυμίας γεγενημένους, καὶ τὸ φρούριον ἔσχεν αὐτός. Ἀψίλιοί τε Κόλχων διὰ τοῦτο ἀπέστησαν, ἐπικαλοῦντες ὅτι δὴ σφᾶς πρὸς Περσῶν κακουμένους προσποιεῖσθαι οὐδαμῆ ἤθελον. [7] ἀλλὰ Γουβάζης Ῥωμαίων χιλίους καὶ Ἰωάννην τὸν Θωμᾶ υἱόν, οὗπερ ἔναγχος ἐπεμνήσθην, ἐπ̓ αὐτοὺς ἔπεμψεν: ὅσπερ αὐτοὺς πολλὰ τιθασσεύων ἐπαγαγέσθαι ἀμαχητὶ ἔσχε καὶ Λαζῶν κατηκόους κατεστήσατο αὖθις. τὰ μὲν οὖν ἀμφί τε Ἀψιλίοις καὶ Τζιβιλῇ τῷ φρουρίῳ τῇδε ἐχώρησεν. [8] Ὑπὸ τοῦτον δὲ τὸν χρόνον Χοσρόῃ ξυνέβη μηδὲ τὸν γόνον τῇ ἀπανθρωπίᾳ τῇ αὐτοῦ ἀνέπαφον μεῖναι. τῶν γάρ οἱ παίδων ὁ πρεσβύτατος Ἀνασώζαδος ὄνομα ῾δύναται δὲ τοῦτο τῇ Περσῶν φωνῇ ἀθανατίζων̓ προσκεκρουκὼς αὐτῷ ἔτυχεν, ἄλλα τε πολλὰ τῇ ἐς τὴν δίαιταν παρανομίᾳ ἐξαμαρτὼν καὶ ταῖς γυναιξὶ τοῦ πατρὸς ὀκνήσει οὐδεμιᾷ ἐς εὐνὴν συνιών. τὰ μὲν οὖν πρῶτα φυγῇ τὸν παῖδα τοῦτον ὁ Χοσρόης ἐζημίωσεν. [9] ἔστι δέ τις ἐν Πέρσαις Οὐαζαΐνη χώρα, ἀγαθὴ μάλιστα, οὗ δὴ πόλις Βηλαπατὼν καλουμένη οἰκεῖται, ἑπτὰ ἡμερῶν ὁδῷ Κτησιφῶντος διέχουσα. [10] ἐνταῦθα τοῦ πατρὸς ἐπαγγείλαντος Ἀνασώζαδος οὗτος διατριβὴν εἶχε. Τότε δὲ τῷ Χοσρόῃ χαλεπώτατα νοσῆσαι ξυνέβη, ὥστε καὶ ἐλέχθη ἐξ ἀνθρώπων ἀφανισ
θῆναι: νοσώδης γὰρ ἦν ὁ Χοσρόης φύσει. [11] ἀμέλει καὶ τοὺς ἰατροὺς πανταχόθεν πολλάκις ἀμφ̓ αὑτὸν ἤγειρεν, ἐν τοῖς καὶ Τριβοῦνος ὁ ἰατρὸς ἦν, Παλαιστῖνος γένος. [12] ὁ δὲ Τριβοῦνος οὗτος λόγιος μὲν ἦν καὶ τὰ ἐς τέχνην τὴν ἰατρικὴν οὐδενὸς ἥσσων, ἄλλως δὲ σώφρων τε καὶ θεοφιλὴς καὶ τῆς ἐπιεικείας ἐς ἄκρον ἥκων. [13] καί ποτε Χοσρόην κακῶς τοῦ σώματος ἔχοντα ἰασάμενος ἀπηλλάγη ἐκ τῆς Περσῶν χώρας, δῶρα πολλά τε καὶ λόγου ἄξια πρὸς τοῦ ἀνθρώπου κεκομισμένος. [14] ἡνίκα τοίνυν ἡ ταύτης προτέρα ἐκεχειρία ἐγένετο, Ἰουστινιανὸν βασιλέα Χοσρόης τὸν ἰατρὸν τοῦτον συνδιαιτησόμενον αὑτῷ ἐς ἐνιαυτὸν ᾔτησε δοῦναι. τῆς τέ οἱ αἰτήσεως ἐπιτελεσθείσης, ὥσπερ μοι ἔμπροσθεν εἴρηται, ἐκέλευσε τὸν Τριβοῦνον ὁ Χοσρόης αἰτεῖσθαι ὅτου ἂν δέηται. [15] ὁ δὲ ἄλλο οὐδὲν ᾔτει τῶν πάντων χρημάτων ἢ ὥστε οἱ Ῥωμαίων τῶν αἰχμαλώτων τινὰς Χοσρόην ἀφεῖναι. [16] ὁ δέ οἱ ἄλλους τε τρισχιλίους ἀφῆκε καὶ ὅσους πρὸς ὄνομα ἐξῃτήσατο ἐν τοῖς αἰχμαλώτοις λογίμους ὄντας, κλέος τε μέγα ἐκ τοῦ ἔργου τούτου ἐς πάντας ἀνθρώπους ὁ Τριβοῦνος ἔσχε. ταῦτα μὲν οὖν τῇδε ξυνηνέχθη γενέσθαι. [17] Ἐπειδὴ δὲ Ἀνασώζαδος τὰ Χοσρόῃ τῷ πατρὶ ἀμφὶ τῇ νόσῳ ξυμπεσόντα ἔγνω, τῆς βασιλείας ἐπιβατεύων, νεώτερα πράγματα ἔπρασσε. [18] τοῦ τε πατρός οἱ ῥαΐσαντος, οὐδέν τι ἧσσον τήν τε πόλιν αὐτὸς ἀποστήσας καὶ ὅπλα ἀντάρας ἐς τὸν πόλεμον ἀκμάζων ᾔει. [19] ταῦτα ὁ Χοσρόης ἀκούσας στρατιάν τε καὶ στρατηγὸν Φάβριζον ἐπ̓ αὐτὸν ἔπεμψε. νικήσας οὖν τῇ μάχῃ ὁ Φάβριζος ὑποχείριόν τε τὸν Ἀνασώζαδον πεποιημένος παρὰ Χοσρόην οὐ πολλῷ ὕστερον ἤνεγκε. [20] καὶ ὃς τοὺς τοῦ παιδὸς ὀφθαλμοὺς ἐλωβήσατο, οὐ τὰς ὄψεις ἀφελόμενος, ἀλλὰ βλέφαρά τε ἄνω καὶ κάτω ἀκοσμίᾳ πολλῇ ἀντιστρέψας. [21] περόνην γὰρ σιδηρᾶν πυρακτώσας τινὰ καὶ ταύτῃ μυόντοιν τοῖν τοῦ παιδὸς ὀφθαλμοῖν τὰ ἔξω χρίσας, οὕτω δὴ τῶν βλεφάρων τὸν κόσμον λωβήσασθαι ἔσχε. [22] ταῦτα δὲ Χοσρόης τούτου δὴ ἕνεκα ἐποίει μόνον, ὅπως ἂν τῷ παιδὶ ἀναστέλληται ἡ ἐπὶ τῇ βασιλείᾳ ἐλπίς. ἄνδρα γὰρ λώβῃ ἐχόμενον οὐκέτι ὁ νόμος ἐφίησι βασιλέα καθίστασθαι Πέρσαις, ὥσπερ κἀν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη.

 

‹ Prev