Τῇ δὲ ἐπιγενομένῃ ἡμέρᾳ Ῥωμαῖοι τῶν βαρβάρων τοὺς τὴν ἀκρόπολιν καταλαβόντας πολιορκοῦντες λόγους προὔφερον, τήν τε σωτηρίαν αὐτοῖς προτεινόμενοι καὶ τὰ πιστὰ δώσειν ὑπὲρ τούτων ὁμολογοῦντες, ταύτῃ Πέρσας καραδοκοῦντες σφᾶς αὐτοὺς ἐγχειριεῖν σφίσιν. [2] οἱ δὲ αὐτῶν οὐκ ἐνδεχόμενοι τοὺς λόγους ἐς ἀντίστασιν εἶδον, καίπερ οὐκ ἐπὶ πολὺ ἀνθέξειν τῇ ταλαιπωρίᾳ οἰόμενοι, ἀλλὰ δἰ ἀρετὴν θανατῶντες. [3] Βέσσας δὲ αὐτοὺς ἀποστῆσαι τῆς γνώμης ἐθέλων ἀντικαταστῆσαί τε ἐς τὴν τῆς σωτηρίας ἐπιθυμίαν, τῶν τινὰ Ῥωμαίων στρατιωτῶν ὡς πλησιαίτατα αὐτοῖς ἰέναι κελεύει παραίνεσίν τέ τινα ἐς τοὺς ἀνθρώπους ποιήσασθαι, δηλώσας ὅσα δὴ ἐς αὐτοὺς εἰπεῖν βούλοιτο. [4] Καὶ ὃς ἀγχοτάτω γενόμενος ἔλεξε τοιάδε: ‘Τί πεπονθότες ἐφ̓ ὑμῖν αὐτοῖς, ὦ βέλτιστοι Πέρσαι, τὸν ὄλεθρον διατείνεσθε τοῦτον, ἐπιτηδεύοντες τὰ θανάσιμα σπουδῇ ἀλογίστῳ καὶ τῆς ἀρετῆς τὰ ἐπιτηδεύματα διαφανῶς ἀτιμάζοντες; οὐ γάρ ἐστιν ἀνδρεῖον τὸ τοῖς ἀμηχάνοις ἀντιστατεῖν, οὐδὲ ξυνετὸν τὸ μὴ βούλεσθαι τοῖς κεκρατηκόσιν ὑπείκειν: οὐδὲ μὴν ἄδοξον̔τὸ τύχῃ τῇ παρούσῃ [5] ἑπομένους βιῶναι.᾿ ἀνάγκη γὰρ οὐδὲ ἀγαθῆς τινὸς ἐλπίδος τυχοῦσα τὴν ἀτιμίαν ἐκφεύγει δικαίως, ἢν καὶ τῶν ἔργων περιβάλληται τὰ αἰσχρότατα: κακῷ γὰρ τῷ ἀμηχάνῳ τὸ σύγγνωμον ἕπεσθαι πέφυκε. [6] μὴ τοίνυν τὴν ἀπόνοιαν ἐν προὔπτῳ ζηλοῦτε κινδύνῳ, μηδὲ τῆς σωτηρίας τὴν ἀλαζονείαν ἀλλάξασθε, ἀλλ̓ ἐνθυμεῖσθε ὡς ἀναβιώσεσθαι μὲν τοὺς τετελευτηκότας ἀδύνατον, οἱ δὲ περιόντες καὶ χρόνῳ διαχρήσονται σφᾶς αὐτοὺς ὕστερον, ἤν γε τοῦτο κρεῖσσον εἶναι δοκῇ. [7] βουλεύσασθε οὖν τὴν ὑστάτην βουλὴν καὶ περισκοπεῖσθε τὰ ξύμφορα, ἐκεῖνο εἰδότες, ὡς ταῦτα ἂν τῶν βουλευμάτων τὰ βέλτιστα εἴη ἐν οἷς τὸ μεταμέλειν τοῖς βουλευσαμένοις ἐν ἐξουσίᾳ ἔσται. [8] ὡς ἡμεῖς γε ὑμᾶς καὶ ζυγομαχοῦντας οἰκτείρομεν καὶ θανατώντων φειδόμεθα καὶ πρὸς τὸν βίον ἐνδιαθρυπτομένους τε καὶ βλακεύοντας ἐλεεῖν ἀξιοῦμεν, ᾗ Ῥωμαίοις Χριστιανοῖς νόμος. [9] ἄλλο τε ὑμῖν περιέσται οὐδέν, πλήν γε δὴ ὅτι τὴν πολιτείαν ἐπὶ τὰ βελτίω μεταβαλόντες Ἰουστινιανὸν ἀντὶ Χοσρόου κύριον ἕξετε: ὑπὲρ γὰρ τούτων ὑμῖν καὶ τὰ πιστὰ δώσειν ὁμολογοῦμεν. [10] μὴ τοίνυν ὑμᾶς αὐτοὺς διαχρήσησθε, παρὸν σώζεσθαι. οὐ γὰρ εὐτυχὲς ἐμφιλοχωρεῖν τοῖς δεινοῖς ἐπ̓ οὐδεμιᾷ τὸ παράπαν ὀνήσει, ἐπεὶ οὐκ ἀνδραγαθίζεσθαι, ἀλλὰ θανατᾶν τοῦτό γε. [11] γενναῖος δὲ ὃς ἂν ἐγκαρτερῇ τὰ δεινότατα, ἡνίκα τι προσδοκᾷ ἀπ̓ αὐτοῦ χρήσιμον. οὐ γὰρ ἐπαινοῦσι τὴν ἑκούσιον τελευτὴν ἄνθρωποι, ἔνθα δή τις ἐπίκειται κρείσσων τῷ κατ̓ αὐτὴν κινδύνῳ ἐλπίς, ἀλλὰ βίου μὲν καταστροφὴ ἄχρηστος ἄνοια προπετής, τὸ δὲ εἰς θάνατον ἀνόητον θράσος τοῦ δραστηρίου πρόσχημα οὐκ εὐπρεπὲς τοῖς γε σώφροσιν εἶναι δοκεῖ. [12] καίτοι καὶ τοῦτο ἐκλογίζεσθαι χρή, μή τι δόξητε καὶ εἰς τὸ θεῖον ἀγνωμονεῖν. εἰ γὰρ ἀπολεῖν ἐβούλετο, ὦ ἄνδρες, ὑμᾶς, οὐκ ἄν, οἶμαι, παραδεδώκει τοῖς διασώζειν ἐφιεμένοις. [13] τὰ μὲν οὖν παῤ ἡμῶν τοιαῦτά ἐστι, βουλεύσεσθε δὲ ὑμεῖς δηλονότι ὦνπερ ἀξίοις ὑμῖν ξυμβαίνει εἶναι.’ [14] Ἡ μὲν παραίνεσις ταύτῃ πη εἶχε. Πέρσαι δὲ τοὺς λόγους οὐδὲ ὅσον ἀκοῇ δέχεσθαι ἤθελον, ἀλλ̓ ἐθελοκωφοῦντες ὅτι δὴ οὐκ ἐπαΐοιεν προσεποιοῦντο. [15] καὶ τότε, τοῦ στρατηγοῦ ἐγκελευσαμένου, Ῥωμαῖοι πῦρ τῇ ἀκροπόλει ἐμβέβληνται, τῷ τρόπῳ τούτῳ ἐνδώσειν τὰ σώματα σφίσι τοὺς πολεμίους οἰόμενοι. [16] τῆς δὲ φλογὸς ἐπὶ μέγα χωρούσης οἱ βάρβαροι, τοῦ πάθους αὐτοῖς ἐν ὀφθαλμοῖς ὄντος, ἐξεπιστάμενοι ὅτι δὴ σφίσιν αὐτίκα δὴ μάλα τετεφρῶσθαι ξυμβήσεται, ἐλπίδα οὐδεμίαν ἔχοντες, οὐδὲ εἰδότες καθ̓ ὅ τι σωθήσονται ἀμυνόμενοι, οὐδ̓ ὣς ὑποχείριοι τοῖς πολεμίοις γενέσθαι ἤθελον, ἀλλὰ ξὺν τῇ ἀκροπόλει εὐθὺς ἅπαντες, θαυμάζοντος τὰ ποιούμενα τοῦ Ῥωμαίων στρατοῦ, καταφλεγόμενοι διεφθάρησαν. [17] δἰ ὅσης τε σπουδῆς ὁ Χοσρόης Λαζικὴν ἦγε τηνικάδε φανερὸν γέγονεν: ὅς γε στρατιώτας μὲν τοὺς πάντων λογιμωτάτους ἀπολεξάμενος ἐν τῷ τῆς Πέτρας κατεστήσατο φυλακτηρίῳ, ὅπλα δὲ κατέθετο τοσαῦτα τὸ πλῆθος, ὥστε ληϊσαμένων αὐτὰ Ῥωμαίων στρατιώτῃ ἑκάστῳ πέντε ἀνδρῶν ἐπιβαλεῖν σκευήν, καίτοι κἀν τῇ ἀκροπόλει πολλὰ καυθῆναι ξυνέβη. [18] εὕρηται δὲ καὶ σίτου καὶ τεταριχευμένων κρεῶν μέγα τι χρῆμα καὶ τῶν ἄλλων ἐπιτηδείων, ὅσα δὴ ἔμελλε πενταετὲς τοῖς πολιορκουμένοις πᾶσιν ἐπαρκέσειν. [19] οἶνον δὲ οὐκ ἔτυχον ἐνταῦθα καταθέμενοι Πέρσαι, πλήν γε ὅτι τόν τε ὀξίνην καὶ διαρκῆ κύαμον. [20] ἐπεὶ δὲ καὶ ὕδωρ ἐκ τοῦ ὀχετοῦ ἐπίρρεον ἐνταῦθα Ῥωμαῖοι εὗρον, ἐν θαύματι μεγάλῳ γενόμενοι διηποροῦντο, ἕως τὸν πάντα λόγον ἀμφὶ τοῖς κρυφίοις ὀχετοῖς ἔμαθον. ὅ τι δὲ τοῦτό ἐστιν αὐτίκα δηλώσω. [21] Ἡνίκα Πέτραν ὁ Χοσρόης ἑλὼν τῇδε τὸ φυλακτήριον κατεστήσατο, εὖ εἰδὼς ὡς Ῥωμαῖοι προσεδρεύσουσι μὲν αὐτῇ μηχανῇ πάσῃ, εὐθὺς δὲ διελεῖν τὴν ὀχεταγωγίαν μελλήσει οὐδεμιᾷ ἐγχειρήσουσιν, ἐπενόει τοιάδε. [22] τοῦτο δὴ τὸ ὕδωρ ὅπερ ἐς τὴν πόλιν εἰσήγετο ἐς τρεῖς διελὼν μοίρας κατώρυχά τε βαθεῖαν κομιδῆ ποιησάμενος, ὀχετοὺς ἐτεκτήνατο τ�
�εῖς, τὸν ἕνα μὲν κάτω ἐς τῆς κατώρυχος ταύτης τὰ ἔσχατα, κόπρῳ καὶ λίθοις καλύψας ἄχρι ἐς τὰ τῆς κατώρυχος μέσα: ἐνταῦθά τε κρύψας τὸν δεύτερον, ὕπερθεν τὸν τρίτον ἐδείματο, ὑπὲρ γῆς τε ὄντα καὶ ὁρατὸν πᾶσιν: ὥστε τριώροφον κεκρυμμένως τὸν ὀχετὸν εἶναι. [23] ὧνπερ οὐ ξυνέντες κατ̓ ἀρχὰς τῆς πολιορκίας Ῥωμαῖοι τοῦτον δὴ τὸν διαφανῆ ὀχετὸν διελόντες, ἐπίπροσθέν τε οὐκ ἐπεξαγαγόντες τὸν ἐπὶ διώρυχι πόνον, ἀλλὰ τοῦ ἔργου πρὸ τῆς ἐνθένδε ἀπωλείας ἀποπαυσάμενοι, ᾤοντο ἐνδεῖν τοῖς πολιορκουμένοις τὸ ὕδωρ, σφαλλούσης αὐτοῖς τὴν διάνοιαν τῆς παρὰ τὸ πονεῖσθαι ὀλιγωρίας. [24] τῆς δὲ προσεδρείας μηκυνομένης, τῶν τινὰς πολεμίων λαβόντες Ῥωμαῖοι ἔμαθον ἐκ τοῦ ὀχετοῦ τοὺς πολιορκουμένους ὑδρεύεσθαι. [25] κατορύξαντες τοίνυν τὸν χῶρον εὑρίσκουσι τὸν δεύτερον ὀχετὸν ἐνταῦθά πη ὄντα, καὶ τοῦτον διελόντες αὐτίκα ᾤοντο ταύτῃ πᾶσαν κατειργάσθαι τῶν πολεμίων τὴν δύναμιν, οὐδὲ τοῖς δευτέροις ἐν τῇ ἀπ̓ αὐτῶν διδασκαλίᾳ παιδευθέντες τὰ πρότερα. [26] ἐπεὶ δὲ καὶ τὴν πόλιν ἑλόντες ἐπίρρεον, ὥσπερ μοι ἐρρήθη, ἐκ τοῦ ὀχετοῦ τὸ ὕδωρ εἶδον, ἐθαύμαζόν τε καὶ ἀπορίᾳ πολλῇ εἴχοντο. [27] τὸ δὲ γεγονὸς παρὰ τῶν αἰχμαλώτων ἀκούσαντες, τῆς τε τῶν πολεμίων ἐς τὰ ἔργα ἐπιμελείας καὶ τῆς σφετέρας παρὰ τοὺς πόνους ὀλιγωρίας ὀπίσω τῶν πραγμάτων ᾐσθάνοντο. [28] Τοὺς μὲν οὑν αἰχμαλώτους ἅπαντας ὁ Βέσσας εὐθὺς βασιλεῖ ἔπεμψε, τὸν δὲ Πέτρας περίβολον ἐς ἔδαφος καθεῖλεν, ὡς μὴ πράγματα οἱ πολέμιοι σφίσιν αὖθις παρέχωνται. [29] καὶ αὐτὸν βασιλεὺς ἀποδεδειγμένης τῆς ἀρετῆς ἐπῄνεσεν ἐς τὰ μάλιστα καὶ τῆς εὐβουλίας, ὅτι δὴ ὅλον καθεῖλε τὸ τεῖχος. [30] γέγονεν οὖν ὁ Βέσσας αὖθις οἷς τε εὐημέρησεν οἷς τε ἀρετῆς πεποίηται δήλωσιν ἀπόβλεπτος ἐς πάντας ἀνθρώπους. [31] ἡνίκα μὲν γὰρ ἐπὶ τῷ Ῥώμης φυλακτηρίῳ ἐτέτακτο, ἐλπίδα Ῥωμαῖοι πολλὴν ἐπ̓ αὐτῷ εἶχον ἅτε ἀνδρειοτάτῳ διαγεγονότι τὰ πρότερα. [32] ἐπεὶ δὲ αὐτῷ ἐνταῦθα δεδυστυχηκέναι ξυνέπεσε, Ῥώμης τε οὕτω τοῖς Γότθοις ἁλούσης, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, καὶ διεφθαρμένου ἐκ τοῦ ἐπὶ πλεῖστον Ῥωμαίων τοῦ γένους, βασιλεὺς μὲν Ἰουστινιανὸς οὕτω δὴ ἐς Βυζάντιον ἀναστρέψαντα στρατηγὸν κατεστήσατο ἐπὶ Πέρσας αὐτόν. [33] διέσυρον δὲ τὴν πρᾶξιν ὡς εἰπεῖν ἅπαντες καὶ τὰ βασιλεῖ βεβουλευμένα ἐχλεύαζον, εἰ τῷ Βέσσᾳ τούτῳ, Γότθων τε ἡσσηθέντι κατὰ κράτος καὶ τυμβογέροντι γεγενημένῳ, πόλεμον τὸν Μηδικὸν ἐγχειρίσειεν ἐπὶ δυσμαῖς βίου. [34] ἀλλὰ τούτων σχεδόν τι ἅπασι δεδογμένων, εὐτυχίᾳ τε καὶ ἀρετῇ τοιᾷδε τῷ στρατηγῷ τῷδε ξυνηνέχθη χρῆσθαι. οὕτως ἄρα οὐχ ᾗπερ τοῖς ἀνθρώποις δοκεῖ, ἀλλὰ τῇ ἐκ θεοῦ ῥοπῇ πρυτανεύεται τὰ ἀνθρώπεια, ὃ δὴ τύχην εἰώθασι καλεῖν ἄνθρωποι, οὐκ εἰδότες ὅτου δὴ ἕνεκα ταύτῃ πρόεισι τὰ ξυμβαίνοντα ᾗπερ αὐτοῖς ἔνδηλα γίνεται. [35] τῷ γὰρ παραλόγῳ δοκοῦντι εἶναι φιλεῖ τὸ τῆς τύχης ὄνομα προσχωρεῖν. ἀλλὰ ταῦτα μὲν ὥς πη ἑκάστῳ φίλον, ταύτῃ δοκείτω.
Delphi Complete Works of Procopius Page 249